- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:222
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者因哈尔基斯信徒的来信与合一倍受鼓舞,赞赏他们在蔓延东方的异端烈火逼近之际所表现出的坚忍与同心,并劝勉他们恪守教会秩序,祈愿彼此同获胜冠。
Πρὸς Χαλκιδέας. Τὸ γράμμα τῆς εὐλαβείας ὑμῶν τοιοῦτον γέγονεν ἡμῖν ἐν καιρῷ θλίψεως ἐπιφανέν, ὁποῖον γίνεται πολλάκις ἀγωνισταῖς ἵπποις, ἐν μεσημβρίᾳ σταθερᾷ λάβρῳ τῷ ἄσθματι κόνιν σπωμένοις ἐν μέσῳ τῷ σταδίῳ, ὕδωρ τοῖς στόμασι προσχυθέν.1 ἀνεπνεύσαμεν γὰρ ἐκ τῆς συνεχείας τῶν πειρασμῶν, καὶ ὁμοῦ τε τοῖς ῥήμασιν ὑμῶν ἐπερρώσθημεν, καὶ τῇ μνήμῃ τῶν καθʼ ὑμᾶς ἀγωνισμάτων εὐτονώτεροι γεγόναμεν πρὸς τὸ ἀνενδότως ὑπενεγκεῖν τὸν προκείμενον ἡμῖν ἀγῶνα. ὁ γὰρ ἐμπρησμός, ὁ τὰ πολλὰ τῆς Ἀνατολῆς ἐπινειμάμενος ὑφέρπει ἤδη καὶ τὴν ἡμετέραν, καὶ τὰ κύκλῳ πάντα περιφλέξας ἅπτεσθαι φιλονεικεῖ καὶ τῶν ἐν Καππαδοκίᾳ ἐκκλησιῶν, ἃς τέως ἐκίνει πρὸς δάκρυον ὁ ἐκ γειτόνων καπνός. ἅπτεσθαι δʼ οὖν λοιπὸν καὶ ἡμῶν ἐπείγεται, ὃν ὁ Κύριος ἀποστρέψειε2 τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ διακόψειε τὴν φλόγα τοῦ πονηροῦ τούτου πυρός. τίς γὰρ οὕτω δειλὸς καὶ ἄνανδρος, ἢ πρὸς πόνους ἀθλητικοὺς ἀμελέτητος, ὡς μὴ τοῖς ὑμετέροις ὑποφωνήμασιν ἐπιρρωσθῆναι πρὸς τὸν ἀγῶνα, καὶ εὔχεσθαι μεθʼ ὑμῶν στεφανίτης ἀναρρηθῆναι; προλαβόντες γὰρ ἐναπεδύσασθε τῷ τῆς εὐσεβείας σταδίῳ, καὶ πολλὰς μὲν ἀπεκρούσασθε πείρας αἱρετικῶν παλαισμάτων, πολὺν δὲ τὸν καύσωνα τῶν πειρασμῶν ὑπηνέγκατε, οἵ τε κορυφαῖοι τῆς ἐκκλησίας ὑμεῖς, οἷς ἡ θεραπεία τοῦ θυσιαστηρίου πεπίστευται, καὶ οἱ καθʼ ἕνα τοῦ λαοῦ, καὶ οἱ δυνατώτεροι. τοῦτο γὰρ καὶ μάλιστα θαυμαστὸν ὑμῶν καὶ πάσης ἀποδοχῆς ἄξιον, ὅτι πάντες εἷς ἐστε ἐν Κυρίῳ, οἱ μὲν καθηγούμενοι πρὸς τὸ ἀγαθόν, οἱ δὲ ἐφεπόμενοι μετὰ συμπνοίας. διὸ καὶ κρείττους ἐστὲ τῆς τῶν ἀντιπάλων ἐπιχειρήσεως, οὐδεμίαν παρέχοντες ἀπʼ οὐδενὸς μέλους λαβὴν τοῖς ἀνταγωνιζομένοις. Τούτου χάριν εὐχόμεθα νυκτὸς καὶ ἡμέρας τῷ Βασιλεῖ τῶν Αἰώνων φυλάξαι μὲν τὸν λαὸν ἐν τῇ ὁλοκληρίᾳ τῆς πίστεως, φυλάξαι δὲ αὐτῷ τὸν κλῆρον, ὥσπερ κεφαλὴν ἀκέραιον ἐπὶ τοῦ ὕψους κειμένην, καὶ τὴν ἀφʼ ἑαυτῆς προμήθειαν τοῖς ὑποκειμένοις τοῦ σώματος μέλεσι παρεχομένην. ὀφθαλμῶν γὰρ τὰ καθʼ ἑαυτοὺς ἐνεργούντων, ἔντεχνοι μὲν τῶν χειρῶν αἱ ἐργασίαι, ἀπρόσκοποι δὲ τῶν ποδῶν αἱ κινήσεις, οὐδὲν δὲ μέρος τοῦ σώματος τῆς προσηκούσης προνοίας ἀποστερεῖται. ὥστε παρακαλοῦμεν ὑμᾶς, ὃ ποεῖτε καὶ ποιήσετε, ἀντέχεσθαι ἀλλήλων, καὶ ὑμᾶς μὲν τοὺς τὴν τῶν ψυχῶν ἐπιμέλειαν πεπιστευμένους συνέχειν τοὺς καθʼ ἕκαστον, καὶ θάλπειν ὡς τέκνα ἀγαπητά, τὸν δὲ λαὸν τὴν πατράσιν ὀφειλομένην αἰδὼ καὶ τιμὴν ὑμῖν ἀποσώζειν, ἵνα ἐν τῇ εὐσχημοσύνῃ τῆς ἐκκλησίας σώζηται μὲν ὑμῶν ἡ ἰσχύς, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως, δοξάζηται δὲ τὸ ὄνομα τοῦ Θεοῦ, πλεονάζῃ δὲ καὶ πληθύνῃ τὸ τῆς ἀγάπης καλόν. ἀκούοντες δὲ ἡμεῖς εὐφραινώμεθα ἐπὶ τῇ προκοπῇ ὑμῶν τῇ κατὰ Θεόν· καὶ εἰ μὲν ἔτι διὰ σαρκὸς ἐπιδημεῖν τῷ κόσμῳ τούτῳ κελευόμεθα, καὶ ἴδοιμέν ποτε ὑμᾶς3 ἐν τῇ εἰρήνῃ τοῦ Θεοῦ· ἐὰν δὲ κελευσθῶμεν λοιπὸν ἀπᾶραι τῆς ζωῆς ταύτης, ἴδωμεν ὑμᾶς ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μετὰ τῶν δι’ ὑπομονῆς καὶ πάσης ἐπιδείξεως ἀγαθῶν ἔργων εὐδοκιμούντων στεφανωθέντας.
致哈尔基斯的人: 你们虔敬的来信在患难之时显现,对我们而言便往往如倾注于口中的清水之于在正午酷热之际、于赛场中央急促喘息吞咽尘土的赛马一般。因为我们从持续的试炼中喘息过来,既因你们的言辞得到振奋,又因对你们奋战的回忆而更加刚毅,得以毫不退缩地承受摆在我们面前的争战。因为那吞噬了东方大部分地区的烈火,如今也正悄然逼近我们的土地,在烧焦了周围一切之后,更力图延烧至加帕多家各教会——此前邻境的浓烟已叫她们泪流不止。无论如何,它如今正急迫地要向我们扑来;愿主以祂口中的气驱散它,熄灭这恶火的烈焰。因为有谁是如此懦弱无能、或对竞技的劳苦如此未经操练,以致不因你们的呼声而在争战中得着刚强,也不祈求与你们一同被宣告为加冠的优胜者呢?因为你们已先脱衣步入虔敬的竞技场,击退了异端角力的多次侵袭,忍受了试炼的漫漫酷热——无论是你们这些蒙托付坛前侍奉之职的教会领袖,还是平信徒中的每一位,以及掌权有势者。因为在你们身上最令人赞叹且配得一切称许的,正是你们众人都在主里合而为一,有的领向美善,有的同心跟随。因此,你们胜过了对手的图谋,没有在任何肢体上给抗衡者留下任何可乘之机。 为此,我们日夜向万世之王祈求,愿祂保守这民众在纯全的信仰之中,又为他们保守圣职人员,犹如置于高处的完好头颅,将出于自身的照料供给居于其下的身体肢体。因为当眼睛履行其自身功能时,双手的运作就精巧敏捷,双足的步伐就行不绊跌,身体的任何部位都不会被剥夺应有的顾念。因此我们劝勉你们——这也是你们一直在做且将要做的事——紧紧相互依持;蒙托付照顾灵魂之责的你们当维系住每个人,如同爱子般予以抚育,而民众亦当对你们保持应尽归于父辈的敬畏与尊崇,好叫在教会合宜的秩序中,你们的力量与对基督信仰的坚定得以保全,神的名得蒙荣耀,爱心之善果充盈繁盛。愿我们在听闻之时,得因你们在神面前的进益而欢喜;如果我们仍奉命借着肉身寄居在这世上,愿我们有朝一日在神的平安中得见你们;如果我们终将奉命离开这生命,愿我们在圣徒的光辉之中,得见你们与那些凭着坚忍和诸般善行之彰显而蒙悦纳的人一同得着冠冕。
- 222ὕδωρ τοῖς στόμασι προσχυθέν
在由 τοιοῦτον ... ὁποῖον 引导的呼应从句中,ὕδωρ προσχυθέν 充当主语(表语成分),意为“正如倾注于口中的水”。与格 τοῖς στόμασι 依附于被动分词 προσχυθέν。前面的分词短语 λάβρῳ τῷ ἄσθματι κόνιν σπωμένοις 修饰与格名词 ἵπποις。
- 222ὃν ὁ Κύριος ἀποστρέψειε
阳性关系代词 ὃν 的先行词是前句中承前作 ἐπείγεται 主语的阳性单数名词 ὁ ἐμπρησμός(火灾)。动词 ἀποστρέψειε 及其后的 διακόψειε 为表达愿望的希求语气(optative of wish),意为“愿主驱散它……并熄灭”。
- 222εἰ μὲν ἔτι διὰ σαρκὸς ἐπιδημεῖν τῷ κόσμῳ τούτῳ κελευόμεθα, καὶ ἴδοιμέν ποτε ὑμᾶς ... ἐὰν δὲ κελευσθῶμεν λοιπὸν ἀπᾶραι τῆς ζωῆς ταύτης, ἴδωμεν ὑμᾶς
在对比性的两个条件句中出现了语气的交替。前一个分句以 εἰ 搭配现在时直陈语气 κελευόμεθα,主句采用表示愿望的希求语气 ἴδοιμεν(“愿我们得见你们”);后一个分句则以 ἐάν 搭配不定过去时虚拟语气 κελευσθῶμεν,主句采用劝勉/意愿虚拟语气 ἴδωμεν(“愿我们得见你们”)。
