- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:22#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者本着受神默示的圣经,简要列举了讨神喜悦的修士完全生活所当遵循的各项实践规条,涵盖言语、劳作、节制、放弃私产、顺服及体态举止等方面。
Περὶ τελειότητος βίου μοναχῶν Πολλῶν ὄντων τῶν ὑπὸ τῆς θεοπνεύστου Γραφῆς δηλουμένων τῶν κατορθοῦσθαι ὀφειλόντων τοῖς ἐσπουδακόσιν εὐαρεστῆσαι τῷ Θεῷ,1 περὶ μόνων τέως τῶν ἐπὶ τοῦ παρόντος κινηθέντων παρʼ ὑμῖν, ὡς ἔμαθον ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, ἐν συντόμῳ ὑπομνήσει εἰπεῖν ἀναγκαίως προεθυμήθην, τὴν περὶ ἑκάστου μαρτυρίαν εὔληπτον οὖσαν καταλείψας ἐπιγινώσκειν τοῖς περὶ τὴν ἀνάγνωσιν ἀπασχολουμένοις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους ὑπομιμνήσκειν. Ὅτι δεῖ τὸν Χριστιανὸν ἄξια τῆς ἐπουρανίου κλήσεως φρονεῖν, καὶ ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθαι. ὅτι οὐ δεῖ τὸν Χριστιανὸν μετεωρίζεσθαι, οὐδὲ ἀφέλκεσθαι ὑπό τινος ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ θελημάτων καὶ κριμάτων. ὅτι δεῖ τὸν Χριστιανόν, κρείττονα τῶν κατὰ τὸν νόμον δικαιωμάτων γενόμενον ἐν πᾶσι, μήτε ὀμνύειν μήτε ψεύδεσθαι. ὅτι οὐ δεῖ βλασφημεῖν· ὅτι οὐ δεῖ ὑβρίζειν. ὅτι οὐ δεῖ μάχεσθαι· ὅτι οὐ δεῖ ἑαυτὸν ἐκδικεῖν· ὅτι οὐ δεῖ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι· ὅτι οὐ δεῖ ὀργίζεσθαι. ὅτι δεῖ μακροθυμεῖν πᾶν ὁτιοῦν πάσχοντα, καὶ ἐλέγχειν εὐκαίρως τὸν ἀδικοῦντα, οὐ μὴν ἐν πάθει τῆς ἑαυτοῦ ἐκδικήσεως, ἀλλʼ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. ὅτι οὐ δεῖ κατὰ ἀπόντος ἀδελφοῦ λέγειν τι σκοπῷ τοῦ διαβάλλειν αὐτόν, ὅπερ ἐστὶ καταλαλία, κἂν ἀληθῆ ᾖ τὰ λεγόμενα. ὅτι δεῖ τὸν καταλαλοῦντα ἀδελφοῦ ἀποστρέφεσθαι. Ὅτι οὐ δεῖ εὐτράπελα φθέγγεσθαι. ὅτι οὐ δεῖ γελᾷν οὐδὲ γελοιαστῶν ἀνέχεσθαι. ὅτι οὐ δεῖ ἀργολογεῖν, λαλοῦντά τι ὃ μήτε πρὸς ὠφέλειαν τῶν ἀκουόντων ἐστὶ μήτε πρὸς τὴν ἀναγκαίαν καὶ συγκεχωρημένην ἡμῖν ὑπὸ τοῦ Θεοῦ χρείαν· ὥστε καὶ τοὺς ἐργαζομένους σπουδάζειν καθʼ ὅσον δυνατὸν μετὰ ἡσυχίας ἐργάζεσθαι, καὶ αὐτοὺς δὲ τοὺς ἀγαθοὺς λόγους πρὸς ἐκείνους κινεῖν, τοὺς πεπιστευμένους μετὰ δοκιμασίας οἰκονομεῖν τὸν λόγον2 πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα μὴ λυπῆται τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. ὅτι οὐ δεῖ τῶν ἐπεισερχομένων τινὰ ἐπʼ ἐξουσίας ἐγγίζειν ἢ λαλεῖν τινὶ τῶν ἀδελφῶν, πρὶν ἂν οἱ ἐπιτεταγμένοι τὴν φροντίδα τῆς ἐν πᾶσιν εὐταξίας δοκιμάσωσι πῶς ἀρέσκει Θεῷ πρὸς τὸ κοινῇ συμφέρον. ὅτι οὐ δεῖ οἴνῳ δεδουλῶσθαι, οὔτε περὶ κρέα ἐμπαθῶς ἔχειν, καὶ καθόλου περὶ οὐδὲν βρῶμα ἢ πόμα φιλήδονον εἶναι· ὁ γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. ὅτι τῶν διδομένων ἑκάστῳ εἰς χρῆσιν οὐδὲν ὡς ἴδιον ἔχειν δεῖ ἢ ταμιεύεσθαι· ἐν μέντοι τῇ φροντίδι πᾶσιν ὡς δεσποτικοῖς προσέχοντα, μηδὲν τῶν παραῤῥιπτομένων ἢ ἀμελουμένων, ἂν οὕτω τύχῃ, παρορᾷν. ὅτι οὐ δεῖ οὔτε αὐτὸν ἑαυτοῦ κύριον εἶναί τινα, ἀλλʼ ὡς ὑπὸ Θεοῦ παραδεδομένον εἰς δουλείαν τοῖς ὁμοψύχοις ἀδελφοῖς, οὕτω καὶ φρονεῖν πάντα καὶ ποιεῖν, ἕκαστον δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ὅτι οὐ δεῖ γογγύζειν, οὔτε ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν οὔτε ἐν τῷ καμάτῳ τῶν ἔργων, ἐχόντων τὸ κρίμα περὶ ἑκάστου τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξουσίαν.3 ὅτι οὐ δεῖ κραυγὴν γίνεσθαι, οὔτε ἄλλο τι σχῆμα ἢ κίνημα ἐν ᾧ χαρακτηρίζεται θυμός, ἢ μετεωρισμὸς ἀπὸ τῆς πληροφορίας τοῦ παρεῖναι τὸν Θεόν. ὅτι δεῖ τῇ χρείᾳ συμμετρεῖν τὴν φωνήν. ὅτι οὐ δεῖ θρασέως ἢ καταφρονητικῶς τινὶ ἀποκρίνεσθαι ἢ ποιεῖν τι, ἀλλʼ ἐν πᾶσι τὸ ἐπιεικὲς καὶ τὸ τιμητικὸν πρὸς πάντας δεικνύειν. ὅτι οὐ δεῖ ἐννεύειν ὀφθαλμῷ μετὰ δόλου, ἢ ἄλλῳ τινὶ σχήματι ἢ κινήματι μέλους κεχρῆσθαι, ὃ λυπεῖ τὸν ἀδελφὸν ἢ καταφρόνησιν ἐμφαίνει.
论修士生活的完全 尽管受神默示的圣经所指明的、热心讨神喜悦之人理应践行的诸事甚多,然而目前,我仅就你们中间近来所引发的那些事情,正如我从受神默示的圣经本身所领会的那样,被迫决意作简短的提醒来加以阐述;至于关于每一条的证据,由于易于掌握,我留待潜心诵读之人自行领会,这些人也当有能力去提醒他人。 基督徒必须思念配得上属天呼召之事,并且行事为人要配得上基督的福音。基督徒绝不可心思涣散,亦不可被任何事物拉开而离开对神的记念以及对其旨意和审判的记念。基督徒既然在一切事上都超越了律法所定的公义条例,便不可起誓,亦不可说谎。不可亵渎;不可侮辱人;不可争斗;不可为自己复仇;不可抵恶以恶;不可发怒。在遭受无论何种苦难时都当忍耐,并按着主的诫命及时规劝行不义者,但这绝非出于为自己复仇的情欲,而是出于纠正弟兄的心愿。不可背着不在场的弟兄说任何旨在中伤他的话,此即毁谤,即便所说属实亦然。应当躲避毁谤弟兄之人。 不可口出轻浮戏谑之语。不可嬉笑,亦不可容忍俳优弄臣。不可妄谈闲语,即说出既无益于听者、亦无补于神准许我们的必要用度之话;因此,劳作之人亦当尽其可能在安静中作工,且即便是那些善道本身,亦当由那些经受检验后受托以建造信心为目的而宣讲道言之人向他们发起,免得让神的圣灵担忧。任何外来之人,在负责管理凡事井然有序之人按着符合共同益处的原则、审定何为合神心意之前,皆不可擅自接近或与任何弟兄交谈。不可受葡萄酒奴役,亦不可对肉食心生贪嗜,总括而言不可贪图任何饮食之乐;因为凡参赛较力者,事事皆当节制。在分发给每个人使用的物件中,绝不可将任何一件据为私有或私自储藏;反倒当在料理中将一切视为属于主人之物而加以留心,若有任何遭到丢弃或忽略之物,断不可视而不见。任何人皆不可做自己的主人,倒要像被神交托给志同道合的弟兄作仆役一样,在一切事上如此思量并如此行事,然而各人皆当在自己本来的位次上行之。 无论在日用所需之匮乏中,抑或在劳作的困顿中,皆不可发怨言,因为对这些事负有职权者承载着关涉每一项事务的裁决之责。不可喧嚷,亦不可有任何其他显露愤怒或显露从确知神同在的状态中心思涣散的姿态或动作。发声当与实际所需相称。不可傲慢或蔑视地回应任何人或做任何事,倒要在一切事上向所有人显出温良与敬重。不可心怀诡诈地挤眉弄眼,亦不可做出任何会使弟兄忧伤或显露蔑视的其他肢体姿态或动作。
- 22Πολλῶν ὄντων τῶν ὑπὸ τῆς θεοπνεύστου Γραφῆς δηλουμένων τῶν κατορθοῦσθαι ὀφειλόντων τοῖς ἐσπουδακόσιν εὐαρεστῆσαι τῷ Θεῷ
Πολλῶν ὄντων 为表示让步的独立属格,其逻辑主语为带有定冠词的分词短语 τῶν ... δηλουμένων。其后紧接着以同位或修饰关系并列的 τῶν κατορθοῦσθαι ὀφειλόντων(“应当被完成的诸事”),τοῖς ἐσπουδακόσιν 则是依附于 ὀφειλόντων 的关系或关涉与格(“对于热心之人而言”)。
- 22καὶ αὐτοὺς δὲ τοὺς ἀγαθοὺς λόγους πρὸς ἐκείνους κινεῖν, τοὺς πεπιστευμένους μετὰ δοκιμασίας οἰκονομεῖν τὸν λόγον
不定词 κινεῖν 与 ὥστε 引导的结果/目的分句中的 σπουδάζειν 并列(ὥστε καὶ τοὺς ἐργαζομένους σπουδάζειν ... καὶ ... κινεῖν)。介词短语 πρὸς ἐκείνους(“向他们”)中的 ἐκείνους 回指前句的 τοὺς ἐργαζομένους,后置的分词短语 τοὺς πεπιστευμένους μετὰ δοκιμασίας οἰκονομεῖν τὸν λόγον(“那些经过考验后受托执掌言道之人”)作不定词 κινεῖν 的宾格主语,αὐτοὺς ... τοὺς ἀγαθοὺς λόγους 则为其直接宾语。
- 22ἐχόντων τὸ κρίμα περὶ ἑκάστου τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξουσίαν
ἐχόντων ... τῶν ἐπιτεταγμένων 构成表示原因的独立属格。此处存在语序倒装,逻辑主语为后置的分词短语 τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξουσίαν(被动分词 ἐπιτεταγμένων 保留了受托事务的宾格 τὴν ἐξουσίαν,意为“被赋予掌管这些权力之人”),而分词谓语 ἐχόντων 则支配宾语 τὸ κρίμα περὶ ἑκάστου(“承担对每一项事务的裁决/责任”)。
