- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:20-21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信智者莱昂提乌,戏謔地责备对方在往来使者络绎不绝之际仍保持沉默,并附上反驳优诺米乌斯的作品求其批评;在随后的信中,他又借国税催征的“四倍罚缴”来风趣地比喻就友人尤利安所欠书信的责问,表达深厚情谊。
Λεοντίῳ σοφιστῇ Χρόνια μέν σοι καὶ τὰ παρʼ ἡμῶν γράμματα, οὐ μὴν χρονιώτερα τῶν αὐτόθεν, καὶ ταῦτα πολλῶν καὶ συνεχῶν ἐπιδημησάντων ἡμῖν ἀπὸ τῆς ὑμετέρας·1 οἷς εἰ πᾶσιν ἐφεξῆς γράμματα ἐπετίθης, οὐδὲν ἦν τὸ κώλυον αὐτῷ σοι δοκεῖν συνεῖναι ἡμᾶς καὶ οἱονεὶ παρόντας καὶ συνόντας ἀπολαύειν· οὕτω συνεχὲς ἦν τὸ πλῆθος τῶν πρὸς ἡμᾶς ἀφικνουμένων. Ἀλλὰ τί οὐκ ἐπιστέλλεις; καίτοιγε οὐδὲν ἔργον σοφιστῇ, ἢ τὸ γράφειν· μᾶλλον δὲ εἰ καὶ τῆς χειρὸς ἔχεις ἀργῶς,2 οὐδὲ γράφειν δεήσει, ἄλλος γάρ σοι διακονήσει. γλώττης δὲ χρεία μόνης· ἣ κἂν ἡμῖν μὴ διαλέγηται, ἀλλʼ ἑνί γε πάντως τῶν συνόντων λαλήσει, κἂν μηδεὶς παρῇ, ἐφʼ ἑαυτῆς διαλέξεται· σιωπήσει δὲ οὐδαμῶς, σοφιστική τε οὖσα καὶ Ἀττική, οὐ μᾶλλόν γε ἢ αἱ ἀηδόνες, ὅταν τὸ ἔαρ αὐτὰς πρὸς ᾠδὴν ἀναστήσῃ. Ἡμῖν μὲν γὰρ τὸ πυκνὸν τῆς ἀσχολίας τοῦτο ἐν ᾧ νῦν ἐσμὲν κἂν παραίτησιν ἐνέγκοι τυχὸν πρὸς τὴν ἔνδειαν τῶν γραμμάτων· καὶ τὸ οἱονεὶ ἐῤῥυπῶσθαι λοιπὸν τῇ κατακορεῖ συνηθείᾳ πρὸς ἰδιωτισμὸν ὄκνον εἰκότως ἐμποιεῖ προσφθέγγεσθαι ὑμᾶς τοὺς σοφιστάς, οἵ, εἰ μή τι ἄξιον τῆς ὑμετέρας αὐτῶν σοφίας ἀκούσεσθε, δυσχερανεῖτε καὶ οὐκ ἀνέξεσθε. σὲ δέ που τὸ ἐναντίον εἰκὸς ἐπὶ πάσης προφάσεως δημοσιεύειν σαυτοῦ τὴν φωνήν, ἐπιτήδειον ὄντα εἰπεῖν ὧν αὐτὸς οἶδα Ἑλλήνων. οἶδα γάρ, ὡς οἶμαι, τοὺς ὀνομαστοτάτους τῶν ἐν ὑμῖν. ὥστε οὐδεμία παραίτησις σιωπῶντι. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἀπέστειλα δὲ καὶ τὰ πρὸς Εὐνόμιον· ἃ εἴτε παιδιὰν χρὴ καλεῖν, εἴτε μικρῷ παιδιᾶς σπουδαιότερα, αὐτῷ σοι κρίνειν παρίημι· ὃς πρὸς μὲν τὰ οἰκεῖα σαυτοῦ οὐκέτι, οἶμαι, χρῄζεις,3 πρὸς δὲ τῶν ἐνδιαστρόφων τοὺς ἐντυγχάνοντας οὐκ ἀγεννές σοι ὅπλον ἔσεσθαι προσδοκῶ· οὐ τῇ δυνάμει τοῦ συντάγματος καταπιστεύοντες τοσοῦτον, ἀλλʼ ἀκριβῶς γνωρίζοντες ἀπὸ ὀλίγων ἀφορμῶν ἐπὶ πολλά σε ὄντα εὑρετικόν. ἐὰν δέ τι σοὶ καὶ ἀσθενέστερον ἔχειν τῆς χρείας καταφανῇ, μὴ κατοκνήσῃς ἐλέγξαι. τούτῳ γὰρ μάλιστα φίλος κόλακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲ τῶν λυπούντων ἀπέχεσθαι.
致智者莱昂提乌 我们致你的信函固然迟延已久,但绝不比你那里的来信更为迟延,更何况有大批人士接连不断地从你们那里来到我们这里。若是你向他们所有人依次托付书信,便没有任何事物能妨碍我们感觉与你同在,仿佛亲临身侧、共处一堂般领受你的益处;来到我们这里的络绎不绝之人便是如此之众。 然而,你为何不写信呢?况且对于智者而言,除了写作根本没有别的工作;或者说,即便你的手懒于动笔,你也根本无需亲自书写,因为自会有人为你效劳。所需要的唯有一根舌头而已;这舌头即便不与我们交谈,也定然会对身边的某个人言说,即便无人身处一旁,它也会自言自语;它绝不会缄默不言,因为它既是智者的舌头又是阿提卡的舌头,恰如春日唤醒夜莺展喉歌唱时夜莺绝不沉默一样。 因为于我们而言,如今深陷其中的纷繁琐事或许还能成为信函匮乏的借口;而且,因过度习惯于粗俗通俗之语以致仿佛沾染污秽,理所当然地使我们在向你们这些智者致意时心生畏缩,因为你们若是听不到配得上你们自身智慧的言辞,就会心生不悦且无法容忍。但你却恰恰相反,理应借由一切托辞公开宣扬自己的声音,因为在所有我所知晓的希腊人中,你是最擅长言说之人。我想,我深知你们当中最富盛名之士。因此,对于缄默的你而言,没有任何借口可言。关于这些就先谈到这里。 我还寄去了反驳优诺米乌斯的作品;至于究竟该称其为儿戏,抑或比儿戏略为严肃之作,我留待你自己去评判。对于你自身的事务,我想你已不再需要它,但对于在那些走入歧途之人中你所遇见者,我预期它对你而言将是一件绝非拙劣的武器——这并非因为我们对该著述的力量寄予多大信任,而是因为我们确切知晓,你能凭借微少的端倪推求出宏富的创见。若是在你看来其中有任何不及所需之处,切勿迟疑加以批驳。因为朋友与阿谀之人的最大区别正是在于:后者交谈是为了取悦,而前者即便是令人痛苦之事也绝不避讳。
Λεοντίῳ σοφιστῇ Ἔοικέ τι τῆς κοινῆς καταστάσεως καὶ εἰς τὰ ἑαυτοῦ πράγματα ὁ χρηστὸς Ἰουλιανὸς ἀπολαύειν. ἀπαιτεῖται γὰρ καὶ αὐτὸς καὶ ἐγκαλεῖται σφοδρῶς, ἐπειδὴ πάντα νῦν ἀπαιτουμένων καὶ ἐγκαλουμένων γέμει. πλὴν ὅσον οὐχὶ εἰσφορῶν ἐλλείμματα, ἀλλʼ ἐπιστολῶν.4 καίτοι πόθεν αὐτῷ ἐλλέλειπται ἀγνοῶ· ἔδωκε γὰρ ἀεὶ ἐπιστολήν, τὴν δὲ ἐκομίσατο. εἰ μή τί που καὶ παρὰ σοὶ ἡ πολυθρύλλητος αὐτὴ τετραπλῆ προτετίμηται. οὐδὲ γὰρ οἱ Πυθαγόριοι τοσοῦτον προετίμησαν τὴν τετρακτύν, ὅσον οἱ νῦν ἐκλέγοντες τὰ δημόσια τὴν τετραπλῆν. καίτοιγε ἴσως τὸ ἐναντίον εἰκὸς ἦν, σοφιστὴν ὄντα καὶ εὐποροῦντα λόγων τοσούτων, αὐτὸν ἡμῖν εἰς τὴν τῶν τετραπλασίων ἔκτισιν ὑποκεῖσθαι. καὶ μὴ οἴου ταῦτα δυσχεραίνοντας ἡμᾶς γράφειν. χαίρω γάρ σου καὶ ταῖς μέμψεσιν, ἐπειδὴ τοῖς καλοῖς φασὶ πάντα μετὰ τῆς τοῦ καλοῦ προσθήκης γίνεσθαι· ὥστε καὶ λύπας αὐτοῖς καὶ ὀργὰς ἐπιπρέπειν. ἥδιον γοῦν ἄν τις ἴδοι ὀργιζόμενον τὸν ἀγαπώμενον, ἢ θεραπεύοντα ἕτερον. μήποτε οὖν ἀνῇς ἐγκαλῶν τοιαῦτα. γράμματα γάρ που ἔσται αὐτὰ τὰ ἐγκλήματα, ὧν ἐμοὶ οὐδὲν ἄκουσμα τιμιώτερον, οὐδὲ πλείονα φέρον τὴν ἡδονήν.
致智者莱昂提乌 贤良的尤利安似乎在其私事上也尝到了世俗普遍现状的一番滋味。因为他本人也正遭到严厉的催讨与谴责,正如当下举世上下皆充斥着被催逼和被控诉之人——只不过他所欠缺的并非贡税的亏空,而是书信的亏空。然而,他究竟在何处有所欠缺,我实不得而知;因为他始终送达了一封信,同时也取走了一封信。除非大概在你那里,连这声名昭著的四倍罚缴也被奉为至宝。要知道,即便毕达哥拉斯学派之尊奉圣数“四元式”,也比不上如今征收公赋之辈尊奉这“四倍”税额。然而,理当相反的情形或许才合情合理:身为你这般的智者且坐拥如此宏富的辞章,本该由你自己向我们承担偿付四倍之责。切莫以为我们是带着不满写下这些话的。因为我甚至乐于接受你的责备,正如人们所说,在美好之人身上,一切事物的发生都平添了一份美好;以至于忧伤与愤怒在他们身上亦显得相称得体。无论如何,人们更愿见到心爱之人动怒,也不愿见到他人谄媚奉承。因此,愿你绝不要停止提出这般的责难;因为这些责难本身想必便会成为书信,对我而言,没有什么听闻比这更为珍贵,也没有什么能带来更大的愉悦。
- 20καὶ ταῦτα πολλῶν καὶ συνεχῶν ἐπιδημησάντων ἡμῖν ἀπὸ τῆς ὑμετέρας
副词性短语 καὶ ταῦτα(“而且、尤甚在……情况下”)引导了表示伴随情况或让步语气的独立属格结构(πολλῶν καὶ συνεχῶν ἐπιδημησάντων)。ἀπὸ τῆς ὑμετέρας 后面省略了阴性名词 γῆς 或 πατρίδος。
- 20εἰ καὶ τῆς χειρὸς ἔχεις ἀργῶς
动词 ἔχω 与副词 ἀργῶς 结合表示某种状态(“处于懒散/迟缓状态”)。属格名词 τῆς χειρός 作限制或方面属格(genitive of respect),整句意为“即便你的手懒于动笔”。
- 20ὃς πρὸς μὲν τὰ οἰκεῖα σαυτοῦ οὐκέτι, οἶμαι, χρῄζεις
关系代词 ὅς 的先行词是前文指代收信人的 αὐτῷ σοι;由于先行词为第二人称,关系分句内的谓语动词相应采用第二人称单数(χρῄζεις)。该关系从句带有说明或让步意味:“至于你自己的事务,我想你已不再需要”。
- 21πλὴν ὅσον οὐχὶ εἰσφορῶν ἐλλείμματα, ἀλλʼ ἐπιστολῶν
短语 πλὴν ὅσον 是表示限制的惯用表达(“除……之外”)。此处承前省略了主谓成分,按上下文意为“只不过[他所欠下的]并非贡税的亏空,而是信件的亏空”。
