- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:218
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者告知信使埃利安的到来以及自身的重病,敦促安菲罗修差派代表前往吕基亚调查正统信仰之人,列出了当地正统教职人员的名单,并提议了逐步接触的步骤。
Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου. Τὴν μὲν χρεῖαν, ἧς ἕνεκεν παρεγένετο ὁ ἀδελφὸς Αἰλιανός, κατώρθωσεν ἐφʼ ἑαυτοῦ, οὐδεμιᾶς παρʼ ἡμῶν συνεργίας προσδεηθείς· ἡμῖν δὲ διπλῆν ἔδωκε χάριν, κομίσας τε γράμματα τῆς σῆς θεοσεβείας καὶ ἀφορμὴν τῶν πρὸς σὲ γραμμάτων ἡμῖν παρασχόμενος. καὶ προσαγορεύομεν οὖν δι’ αὐτοῦ τὴν ἀληθινήν σου καὶ ἀμίμητον ἀγάπην· καὶ παρακαλοῦμεν προσεύχεσθαι περὶ ἡμῶν, νῦν, εἴπερ ποτέ, τῆς ἐκ τῶν προσευχῶν σου βοηθείας προσδεομένων. τὸ γὰρ σῶμά μου, ἐκ τῆς ὁδοῦ τῆς ἐπὶ τὸν Πόντον συντριβέν, ὑπὸ ἀρρωστίας συνέχεται οὐκ ἀνεκτῶς. ἐκεῖνο δὲ καὶ πάλαι ἐβουλόμην γνώριμον ποιῆσαι τῇ σῇ συνέσει (οὐχ ὡς ὑπʼ ἄλλης προηγουμένης αἰτίας διακρουσθεὶς ἐξελαθόμην)· νῦν δὲ ὑπομιμνήσκω, ἵνα καταξιώσῃς ἄνδρα σπουδαῖον πέμψαι εἰς τὴν Λυκίαν, κατασκέψασθαι, τίνες εἰσὶν οἱ τῆς ὀρθῆς πίστεως. δεῖ γὰρ τάχα μὴ παροφθῆναι αὐτούς, εἴπερ ἀληθῆ ἐστιν ἅ τις τῶν ἐκεῖθεν παραγενομένων πρὸς ἡμᾶς εὐλαβῶν διηγήσατο· ὅτι πάντη πρὸς τὸ Ἀσιανὸν φρόνημα ἀπηλλοτριωμένοι, ἡμᾶς καταδέχονται ἐπιγράφεσθαι κοινωνούς.1 εἰ δὲ μέλλει τις ἀπιέναι, ἐπιζητησάτω ἐν Κορυδάλοις Ἀλέξανδρον ἀπὸ μοναζόντων ἐπίσκοπον, καὶ ἐν Λιμύρᾳ Διάτιμον, καὶ ἐν Μύροις Τατιανὸν καὶ Πολέμωνα καὶ Μακάριον πρεσβυτέρους, ἐν Πατάροις ἐπίσκοπον Εὔδημον, ἐν Τελμεσῷ Ἱλάριον ἐπίσκοπον, ἐν Φέλῳ Λολλιανὸν ἐπίσκοπον. Τούτους καὶ ἔτι πλείους ἀνεγνώρισέ τις ἡμῖν, ὡς ὑγιαίνοντας περὶ τὴν πίστιν· καὶ πολλὴν ἔσχον χάριν τῷ Θεῷ, εἴ τινες ὅλως ἐν τῷ κλίματι τῷ Ἀσιανῷ ἔξω εἰσὶ τῆς βλάβης τῶν αἱρετικῶν.2 ἐὰν μὲν οὖν ᾖ δυνατόν, τέως ἄνευ γραμμάτων αὐτοὺς κατασκεψώμεθα· πεισθέντες δέ, λοιπὸν καὶ ἀποστέλλομεν ἐπιστολήν, καὶ σπουδάζομέν τινα ἐξ αὐτῶν προσκαλέσασθαι εἰς τὴν συντυχίαν ἡμῶν. γένοιτο δὲ πάντα ἐν καιρῷ περὶ τὴν ποθεινοτάτην ὑμῖν ἐκκλησίαν τὴν Ἰκονίου. πάντα τὸν τίμιον κλῆρον καὶ τοὺς συνόντας τῇ θεοσεβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ.
致以哥念主教安菲罗修: 埃利安弟兄为此而来的事务,他独自办妥了,未曾向我们要求任何协助;但他却赐予了我们双重的恩典,既带来了出自您的敬虔的书信,又为我们提供了致信给您的由头。因此,我们借由他向您那真实而无与伦比的爱意致候;并恳求您为我们祈祷,因为我们如今比以往任何时候都更需要您祈祷的相助。因我的肉身在前往本都的旅途中备受摧残,如今被疾病缠磨得难以忍受。此外,那件事我很久以前就想告知您的智慧之识(并非因其他先在的原因受到阻碍而将之遗忘);而如今我提起此事,是为叫您肯屈尊差派一位热诚之人前往吕基亚,查探何人属于正统信仰。因为他们或许不当被忽视,若从那里来到我们这里的一位虔诚人所言属实:即他们已完全与亚细亚的心态疏离,并乐意将我们铭记为共融的同伴。若有人将去,当在科律达拉寻访出自修士的主教亚历山大,在利米拉寻访迪亚提穆,在米拉寻访长老达提安、珀勒蒙和马卡里乌,在帕塔拉寻访主教欧德穆,在特尔梅苏斯寻访主教希拉里,在佩卢斯寻访主教洛利安。 有人向我们指出这些人以及更多的人在信仰上是健全的;并且我向神献上了极大的感谢,如果在亚细亚地区多少还有些人免受异端分子的危害。因此,若有可能,我们姑且先在不发信件的情况下考察他们;待确信之后,我们往后便寄去书信,并力求邀请他们中的某人前来与我们相会。愿关于你们那至为挚爱的以哥念教会的一切事都能适时成就。我们借由您向所有可敬的教士和与您的敬虔同在的人们致候。
- 218ὅτι πάντη πρὸς τὸ Ἀσιανὸν φρόνημα ἀπηλλοτριωμένοι, ἡμᾶς καταδέχονται ἐπιγράφεσθαι κοινωνούς
ὅτι引导的从句充当同位语/解释性从句,具体阐述前文关系代词ἅ(“某位虔诚之人所叙述之事”)的内容。从属于καταδέχονται的不定词ἐπιγράφεσθαι为中间态(“为自己记录/认定”),带宾语ἡμᾶς及宾补名词κοινωνούς(述语宾格)。
- 218εἴ τινες ὅλως ἐν τῷ κλίματι τῷ Ἀσιανῷ ἔξω εἰσὶ τῆς βλάβης τῶν αἱρετικῶν
该由εἰ接直陈式现在的从句附属于表达情感的动词短语(πολλὴν ἔσχον χάριν τῷ Θεῷ)。这是源自古典时期的惯用法,用εἰ从句代替ὅτι从句,委婉或审慎地引出感谢的对象或事实依据,而非纯粹的假设条件。
