- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:217#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者规定了对非法再婚、乱伦结合、蛮族入侵下的背教、假誓以及占卜等罪行的补赎期限,并指出真正的悔改取决于心灵与行为的切实转变而非单纯的时间长短,敦促信徒远离罪恶。
Ὁ μέντοι καταλιμπάνων τὴν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα καὶ ἑτέραν συναγόμενος, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν τῷ τῆς μοιχείας ὑπόκειται κρίματι. κεκανόνισται δὲ παρὰ τῶν πατέρων ἡμῶν τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν,1 διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, τῷ δὲ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς· καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν μετὰ δακρύων μετανοήσωσιν. Ὁ δὲ αὐτὸς τύπος κρατείτω καὶ ἐπὶ τῶν τὰς δύο ἀδελφὰς λαμβανόντων εἰς συνοικέσιον, εἰ καὶ κατὰ διαφόρους χρόνους. Οἱ δὲ ταῖς μητρυιαῖς ταῖς ἑαυτῶν ἐπιμαινόμενοι τῷ αὐτῷ ὑπόκεινται κανόνι, ᾧ καὶ οἱ ταῖς ἑαυτῶν ἀδελφαῖς ἐπιμαινόμενοι. Τὴν δὲ πολυγαμίαν οἱ πατέρες ἀπεσιώπησαν, ὡς κτηνώδη καὶ παντελῶς ἀλλοτρίαν τοῦ γένους τῶν ἀνθρώπων. ἡμῖν δὲ παρίσταται πλέον τι πορνείας εἶναι τὸ ἁμάρτημα. διὸ εὔλογον τοὺς τοιούτους ὑποβάλλεσθαι τοῖς κανόσι· δηλονότι ἐνιαυτὸν προσκλαύσαντας, καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς εἶναι. Ἐπειδὴ δὲ πολλοὶ ἐν τῇ τῶν βαρβάρων καταδρομῇ παρέβησαν τὴν εἰς Θεὸν πίστιν, ὅρκους ἐθνικοὺς ἐπιτελέσαντες, καὶ ἀθεμίτων τινῶν γευσάμενοι τῶν ἐν τοῖς εἰδώλοις τοῖς μαγικοῖς προσενεχθέντων αὐτοῖς, οὗτοι κατὰ τοὺς ἤδη παρὰ τῶν πατέρων ἡμῶν ἐξενεχθέντας κανόνας οἰκονομείσθωσαν. οἱ μὲν γὰρ ἀνάγκην χαλεπὴν ἐκ βασάνων ὑπομείναντες, καὶ μὴ φέροντες τοὺς πόνους, καὶ ἑλκυσθέντες πρὸς τὴν ἄρνησιν, ἐν τρισὶν ἔτεσιν ἀδέκτους εἶναι, καὶ ἐν δυσὶν ἀκροᾶσθαι· καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς γενέσθαι εἰς τὴν κοινωνίαν· οἱ δὲ ἄνευ ἀνάγκης μεγάλης προδόντες τὴν εἰς Θεὸν πίστιν, καὶ ἁψάμενοι τῆς τραπέζης τῶν δαιμονίων, καὶ ὀμόσαντες ὅρκους Ἑλληνικούς, ἐκβάλλεσθαι μὲν ἐν γʼ ἔτεσι, καὶ ἐν ἀκροᾶσθαι· ἐν ὑποπτώσει δὲ εὐξαμένους ἐν ἔτεσι, καὶ ἐν ἄλλοις γʼ συστάντας2 τοῖς πιστοῖς εἰς τὴν δέησιν, οὕτω δεκτοὺς εἶναι τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ. Καὶ περὶ τῶν ἐπιορκησάντων, εἰ μὲν ἐκ βίας καὶ ἀνάγκης παρέβησαν τοὺς ὅρκους, κουφοτέροις ὑπόκεινται ἐπιτιμίοις, ὥστε μετὰ ἔτη εἶναι αὐτοὺς δεκτούς· εἰ δὲ ἄνευ ἀνάγκης προδόντες τὴν ἑαυτῶν πίστιν, ἐν δυσὶν ἔτεσι προσκλαύσαντες, καὶ ἐν δυσὶν ἀκροασάμενοι, καὶ ἐν πέντε ἐν ὑποπτώσει εὐξάμενοι, καὶ ἐν δυσὶν ἄλλοις ἄνευ προσφορᾶς εἰς τὴν κοινωνίαν τῆς προσευχῆς παραδεχθέντες, οὕτω τελευταῖον ἀξιόλογον, δηλαδή, τὴν μετάνοιαν ἐπιδειξάμενοι, ἀποκαταστήσονται εἰς τὴν κοινωνίαν τοῦ σώματος τοῦ Χριστοῦ. Οἱ καταμαντευόμενοι καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἀκολουθοῦντες, ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν, καὶ καθάρσει, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας. ἐνιαυτὸν προσκλαύσαντες, καὶ ἐνιαυτὸν ἀκροασάμενοι, καὶ ἐν γ ἔτεσιν ὑποπίπτοντες, καὶ ἐνιαυτὸν συστάντες τοῖς πιστοῖς, οὕτω δεχθήτωσαν. Πάντα δὲ ταῦτα γράφομεν, ὥστε τοὺς καρποὺς δοκιμάζεσθαι τῆς μετανοίας. οὐ γὰρ πάντως τῷ χρόνῳ κρίνομεν τὰ τοιαῦτα, ἀλλὰ τῷ τρόπῳ τῆς μετανοίας προσέχομεν. ἐὰν δὲ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς μᾶλλον δουλεύειν θέλωσιν ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ εὐαγγέλιον ζωὴν μὴ καταδέχωνται, οὐδεὶς ἡμῖν πρὸς αὐτοὺς κοινὸς λόγος. ἡμεῖς γὰρ ἐν λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν.3 μὴ τοίνυν καταδεξώμεθα συναπόλλυσθαι τοῖς τοιούτοις· ἀλλὰ φοβηθέντες τὸ βαρὺ κρίμα, καὶ τὴν φοβερὰν ἡμέραν τῆς ἀνταποδόσεως τοῦ Κυρίου πρὸ τῶν ὀφθαλμῶν λαβόντες, μὴ θελήσωμεν ἁμαρτίαις ἀλλοτρίαις συναπόλλυσθαι. εἰ γὰρ μὴ ἐπαίδευσεν ἡμᾶς τὰ φοβερὰ τοῦ Κυρίου, μηδὲ αἱ τηλικαῦται πληγαὶ εἰς αἴσθησιν ἡμᾶς ἤγαγον, ὅτι διὰ τὴν ἀνομίαν ἡμῶν ἐγκατέλιπεν ἡμᾶς ὁ Κύριος καὶ παρέδωκεν εἰς χεῖρας βαρβάρων, καὶ ἀπήχθη αἰχμάλωτος εἰς τοὺς πολεμίους ὁ λαὸς καὶ παρεδόθη τῇ διασπορᾷ, διότι ταῦτα ἐτόλμων οἱ τὸ ὄνομα τοῦ Χριστοῦ περιφέροντες· εἰ μὴ ἔγνωσαν, μηδὲ συνῆκαν, ὅτι διὰ ταῦτα ἦλθεν ἐφʼ ἡμᾶς ἡ ὀργὴ τοῦ Θεοῦ, τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος;4 ἀλλὰ διαμαρτύρεσθαι αὐτοῖς καὶ νυκτὸς καὶ ἡμέρας καὶ δημοσίᾳ καὶ ἰδίᾳ ὀφείλομεν· συναπάγεσθαι δὲ αὐτῶν ταῖς πονηρίαις μὴ καταδεχώμεθα, προσευχόμενοι μάλιστα μὲν κερδῆσαι αὐτοὺς καὶ ἐξελέσθαι τῆς παγίδος τοῦ πονηροῦ· ἐὰν δὲ τοῦτο μὴ δυνηθῶμεν, σπουδάσωμεν τὰς γοῦν ἑαυτῶν ψυχὰς τῆς αἰωνίου κατακρίσεως περισώσασθαι.
然而,离弃合法结合之妻而另娶他人者,按照主的判决,当受通奸的审判。我们的教父们已定下规矩:此类人当哀泣一年,作听道者两年,俯伏跪祷三年,在第七年与信徒同立;若他们流泪悔改,方准领受圣餐献祭。 同样的规矩亦当适用于娶亲姐妹二人同居者,即使是在不同时期。 凡对自己的继母起乱伦欲火者,与对自己的亲姐妹起乱伦欲火者服从同一条教规。 至于多婚(重婚),教父们对此保持沉默,视其为兽性且完全不容于人类。但在我们看来,这一罪行似乎比淫乱更为严重。因此,将此类人置于规程之下是合理的:即在哀泣一年、俯伏跪祷三年后,方得被接纳。 由于许多人在蛮族入侵时背弃了对上帝的信仰,起了异教之誓,并品尝了在行巫术之偶像前献给他们的非法之物,这些人当按照我们教父们业已颁布的教规予以处置。因那些遭受酷刑的严峻逼迫、不堪痛苦而被拖入背教者,当三年不被接纳,作听道者两年,俯伏跪祷三年后,如此被接纳进入共融;而那些在没有重大威逼的情况下背叛对上帝之信仰、沾染鬼魔筵席并起希腊异教之誓者,当被驱逐三年,作听道者若干年,在俯伏跪祷中祈求若干年,又与信徒同立祈祷三年后,如此被接纳进入至善之共融。 关于起假誓者,若是出于强暴与胁迫而违犯誓言,他们当受较轻的处分,以便在若干年后被接纳;但若在无强迫之下背叛自己的信仰,在哀泣两年、作听道者两年、俯伏跪祷五年、又被接纳参与无奉献物的祈祷共融两年之后,如此最终,亦即显出可观的悔改之后,他们当被复置于基督身体的共融中。 凡从事占卜并依从异教风俗者,或为查出巫术及行洁净之礼而引人入室者,当服六年教规:哀泣一年,作听道者一年,俯伏跪祷三年,与信徒同立一年,如此方准被接纳。 我们书写这一切,乃是为了查验悔改的果子。因为我们决不单凭时间来审断这些事,而是注重悔改的方式。然而,若他们沉溺于自己的恶习难以自拔,甘愿服事肉体的情欲而不愿服事主,不接受合乎福音的生活,我们与他们之间便无共同的话可说。因为在悖逆顶嘴的百姓中,我们受教听见:‘务要救你自己的性命。’因此,我们决不可认同与这样的人同归于尽;倒要敬畏沉重的审判,将主施行报应的可畏之日摆在眼前,不愿因别人的罪而一同灭绝。因为,若是主的可畏惩诫未曾教育我们,如此巨大的打击亦未曾使我们省悟到:正是由于我们的不法,主才离弃我们,将我们交在蛮族手中,百姓被俘掳到仇敌那里并沦于流散,皆因那些冠以基督之名的人胆敢行此恶事——若是他们不知晓、也不明白正是因这些事上帝的愤怒才临到我们身上,我们对这些人还有何共同言语可说呢?相反,我们应当昼夜、不论公私地向他们极力规劝;但决不可随同陷入他们的邪恶之中,我们要竭力祈祷以挽回他们,将他们从恶者的网罗中解救出来;若不能做到这一点,我们至少当奋力使我们自己的灵魂免于永恒的定罪。
- 217κεκανόνισται δὲ παρὰ τῶν πατέρων ἡμῶν τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν
无人称完成时被动动词 κεκανόνισται(已被规定)支配对格与不定词结构(τοὺς τοιούτους 与不定词 προσκλαίειν, ἐπακροᾶσθαι, ὑποπίπτειν, συνίστασθαι, καταξιοῦσθαι),作为其真实主语。句末的条件从句 ἐὰν μετὰ δακρύων μετανοήσωσιν 特别限定最后一个不定词(καταξιοῦσθαι)。
- 217ἐκβάλλεσθαι μὲν ἐν γʼ ἔτεσι, καὶ ἐν ἀκροᾶσθαι· ἐν ὑποπτώσει δὲ εὐξαμένους ἐν ἔτεσι, καὶ ἐν ἄλλοις γʼ συστάντας
手抄本传统在 καὶ ἐν ἀκροᾶσθαι 及 εὐξαμένους ἐν ἔτεσι 的前置词 ἐν 之后脱落了表示年数的数字(脱文)。在句法上,此处承接前文,由命令性/规程性不定词(ἐκβάλλεσθαι, ἀκροᾶσθαι, εἶναι)构成谓语核心,分词 εὐξαμένους 与 συστάντας 作为不定词 εἶναι 的逻辑主语采用对格阳性复数。
- 217Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν
直接引自七十士译本(创世记19:17)。此处以同词干的主格现在分词(σῴζων)加上现在时命令式(σῷζε),直接模仿并再现了希伯来语中使用绝对不定词的强调结构。
- 217εἰ γὰρ μὴ ἐπαίδευσεν ἡμᾶς τὰ φοβερὰ τοῦ Κυρίου, μηδὲ αἱ τηλικαῦται πληγαὶ εἰς αἴσθησιν ἡμᾶς ἤγαγον... εἰ μὴ ἔγνωσαν, μηδὲ συνῆκαν... τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος;
长难句的骨架结构。主句为修辞性反问句 τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος;(我们与他们还有何共同语言可说?),由两组并列的前置条件从句引出(1. εἰ μὴ ἐπαίδευσεν... μηδὲ ... ἤγαγον, 2. εἰ μὴ ἔγνωσαν, μηδὲ συνῆκαν)。随后的 ὅτι 名词从句群具体充当 αἴσθησιν 及 ἔγνωσαν / συνῆκαν 的宾语内容说明。
