- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:219
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者赞扬萨摩萨他教会抵御住了外部的迫害,但对内部产生的争执深感痛心,恳切劝导他们消除怨尤、重归于好,以保持教会的和平与合一。
Τῷ Σαμοσατέων κλήρῳ. Ὁ πάντα μέτρῳ καὶ σταθμῷ ὁρίζων ἡμῖν Κύριος, καὶ τοὺς πειρασμοὺς ἐπάγων μὴ ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλὰ δοκιμάζων μὲν διὰ τῆς περιστάσεως τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας, οὐκ ἐῶν δὲ πειρασθῆναι ὑπὲρ ὃ δύνανται ὑπενεγκεῖν, καὶ ποτίζων δάκρυσιν ἐν μέτρῳ τοὺς ὀφείλοντας διδαχθῆναι, εἰ ἐν ταῖς θλίψεσι τὸ πρὸς τὸν Θεὸν εὐχάριστον διασώζουσι, μάλιστα ἐπὶ τῆς οἰκονομίας τῆς καθʼ ὑμᾶς τὸ ἑαυτοῦ φιλάνθρωπον ἐφανέρωσε,1 μὴ συγχωρήσας ὑμῖν τὸν παρὰ τῶν ἐχθρῶν διωγμὸν τοιοῦτον ἐπενεχθῆναι, οἷον δύνασθαι περιτρέψαι τινὰς ἢ διασαλεῦσαι ἀπὸ τῆς εἰς Χριστὸν πίστεως. κούφοις γὰρ καὶ εὐκαταγωνίστοις ἀντιπάλοις παραζεύξας ὑμᾶς, ἐν τῇ κατʼ αὐτῶν νίκῃ τὸ βραβεῖον ὑμῖν τῆς ὑπομονῆς ηὐτρέπισεν. ἀλλʼ ὁ κοινὸς ἐχθρὸς τῆς ζωῆς ἡμῶν, ὁ ταῖς ἑαυτοῦ μεθοδείαις ἀντιμαχόμενος τοῦ Θεοῦ τῇ χρηστότητι, ἐπειδὴ εἶδεν ὑμᾶς ὡς τεῖχος κραταιὸν τῆς ἔξωθεν προσβολῆς καταφρονοῦντας, ἐν ὑμῖν αὐτοῖς, ὡς ἀκούω, ἐπενόησε γενέσθαι τινὰς λύπας πρὸς ἀλλήλους καὶ μικροψυχίας· αἳ παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι, προϊόντος δὲ τοῦ χρόνου ὑπὸ φιλονεικίας αὐξανόμεναι, εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασι. διὸ ὥρμησα πρὸς τὴν διὰ τοῦ γράμματος τοῦδε παράκλησιν. εἰ μὲν ἦν δυνατόν, αὐτὸς ἂν παρεγενόμην, καὶ δι’ ἐμαυτοῦ ἱκέτευσα ὑμᾶς· ἐπειδὴ δὲ τοῦτο οἱ καιροὶ οὐκ ἐπιτρέπουσι, τὴν ἐπιστολὴν ταύτην ἀνθʼ ἱκετηρίας ὑμῖν προτείνομεν, ἵνα αἰδεσθέντες ἡμῶν τὰς παρακλήσεις καταλύσητε πᾶσαν τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ ταχέως μοι διαπέμψησθε τὴν ἀγαθὴν ἀγγελίαν, ὅτι ἀφήκατε ἀλλήλοις τὰς μέμψεις. Ἐκεῖνο γὰρ εἰδέναι βούλομαι τὴν σύνεσιν ὑμῶν, ὅτι ἐκεῖνος μέγας παρὰ Θεῷ, ὁ ταπεινοφρόνως ὑποκατακλιθεὶς τῷ πλησίον καὶ ἀνεπαισχύντως ἐφʼ ἑαυτὸν ἀναδεξάμενος τὰ ἐγκλήματα, κἂν μὴ ἀληθῆ ᾖ, ὑπὲρ τοῦ τὸ μέγα ὄφελος τὴν εἰρήνην χαρίσασθαι τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ. γενέσθω οὖν ἐν ὑμῖν ἅμιλλα ἀγαθή, τίς πρῶτος καταξιθωῇ υἱὸς Θεοῦ κληθῆναι,2 διὰ τῆς εἰρηνοποιίας ἑαυτῷ τὸ ἀξίωμα τοῦτο περιποιησάμενος. ἐπέστειλε δὲ καὶ ὁ θεοφιλέστατος ἐπίσκοπος ὑμῖν τὰ πρέποντα, καὶ ἐπιστελεῖ πάλιν τὰ ἐπιβάλλοντα αὐτῷ. πλὴν ἀλλὰ καὶ ἡμεῖς. διὰ τὸ ἔτι συγκεχωρῆσθαι ἐγγύτεροι ὑμῶν εἶναι, ἀμελεῖν τῶν καθʼ ὑμᾶς οὐ δυνάμεθα. ὅθεν καὶ παραγενομένου τοῦ εὐλαβεστάτου ἀδελφοῦ Θεοδώρου τοῦ ὑποδιακόνου, καὶ εἰπόντος τὴν ἐκκλησίαν ἐν λύπῃ εἶναι καὶ ταραχῇ, σφοδρῶς συντριβέντες καὶ βαθείᾳ ὀδύνῃ τὴν καρδίαν πληγέντες, ἡσυχάσαι οὐκ ἠνειχόμεθα· ἀλλὰ παρεκαλέσαμεν ὑμᾶς, πᾶσαν δικαιολογίαν τὴν πρὸς ἀλλήλους ῥίψαντας, καταπράξασθαι τὴν εἰρήνην, ἵνα μήτε ἡδονὴν τοῖς ἐναντίοις παράσχησθε, μήτε τὸ καύχημα τῆς Ἐκκλησίας προδῶτε, ὃ νῦν εἰς πᾶσαν τὴν οἰκουμένην διαβεβόηται, ὅτι οἱ πάντες, ὡς ὑπὸ μιᾶς ψυχῆς καὶ καρδίας οἰκονομούμενοι, ἐν ἑνὶ σώματι οὕτω διάγετε. πάντα τὸν λαὸν τοῦ Θεοῦ, τούς τε ἐν ἀξιώμασι καὶ δυναστείαις πολιτικαῖς καὶ τοῦ παντὸς κλήρου τὸ πλήρωμα διὰ τῆς ὑμετέρας εὐλαβείας κατασπαζόμεθα, καὶ παρακαλοῦμεν ὁμοίους ἑαυτοῖς διαμεῖναι. οὐδεμίαν γὰρ προσθήκην ἐπιζητοῦμεν, διὰ τὸ πᾶσαν ὑπερβολὴν προλαβόντας αὐτοὺς διὰ τῆς τῶν ἀγαθῶν ἔργων ἐπιδείξεως ἀποκλεῖσαι.3
致萨摩萨他教士团: 主以尺度和砝码为我们限定万物,加诸我们身上的试炼未曾超出我们的力量,而是通过患难考验虔敬的勇士,不容许受试炼超过他们所能承受的,并按尺度将眼泪给那些应当受教导的人喝,以验明他们在患难中是否守住了对神的感恩之情;主尤其在关乎你们的看顾中显明了祂的仁爱,未曾容许来自仇敌的迫害如此加于你们,以致能够颠覆任何人或使其从对基督的信仰中动摇。因祂使你们与轻浅而易于克服的对手对阵,并在战胜他们的胜利中为你们预备了忍耐的赏报。然而,我们生命共同的仇敌以其诡计与神的恩惠抗争,见你们宛如坚固的城墙般藐视外来的侵袭,据我听闻,便图谋在你们内部兴起彼此间的怨尤与狭隘之情。这些在起初虽微小而易于化解,但随着时间的推移,在争竞之心的助长下,往往演变为完全不可医治之事。因此我急于藉由此信作出劝勉。若是可能,我本会亲自前往并亲口恳求你们;但由于时局不容,我们将这封信当作求告的信物呈于你们面前,叫你们敬重我们的劝勉,消除彼此间的一切争竞,并迅速向我传达你们已免除彼此怨尤的佳音。 因为我愿你们的智慧明白这一点:在神面前为大的人,乃是以谦卑之心顺服邻舍,并毫无愧色地将罪责揽于自身之人,即便那并非属实,以便将和平这极大的益处赏赐给神的教会。因此,愿你们中间兴起美好的角逐,看谁能最先配被称为神的儿子,藉由使人和睦而为自己赢得这份尊荣。最蒙神所爱的主教亦已将合宜之事写信给你们,并必将再次将属于他职责的事写信〔给你们〕。然而我们由于仍被允许离你们更近,亦不能忽视你们的境况。因此,当极其虔敬的弟兄副执事提奥多罗到来,并告知教会正处于悲伤与扰乱之中时,我们备受摧残,内心遭受深切的痛苦打击,无法忍受保持沉默;反而劝勉你们抛弃彼此间的一切自辩之辞,成就和平,免得你们既给仇敌带来快乐,又背弃了如今已传遍天下的教会荣耀——即你们所有人宛如受同一灵魂与心灵的治理,在同一身体中如此生活。我们借由你们的虔敬,向全体神的子民、在市政职位与权势中的人以及全教士团致候,并劝勉他们始终如一。因为我们不求任何增益,因他们已藉由行善的彰显预先排除了一切超越的可能(卓越之至)。
- 219Ὁ πάντα μέτρῳ καὶ σταθμῷ ὁρίζων ἡμῖν Κύριος, καὶ τοὺς πειρασμοὺς ἐπάγων μὴ ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλὰ δοκιμάζων μὲν διὰ τῆς περιστάσεως τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας, οὐκ ἐῶν δὲ πειρασθῆναι ὑπὲρ ὃ δύνανται ὑπενεγκεῖν, καὶ ποτίζων δάκρυσιν ἐν μέτρῳ τοὺς ὀφείλοντας διδαχθῆναι, εἰ ἐν ταῖς θλίψεσι τὸ πρὸς τὸν Θεὸν εὐχάριστον διασώζουσι, μάλιστα ἐπὶ τῆς οἰκονομίας τῆς καθʼ ὑμᾶς τὸ ἑαυτοῦ φιλάνθρωπον ἐφανέρωσε
主句的骨干为 Ὁ... Κύριος(主语)... ἐφανέρωσε(谓语动词)。主语 Ὁ... Κύριος 受到通过连词 καί 连接的三个分词短语修饰(ὁρίζων、ἐπάγων [以及补充它的 δοκιμάζων 和 οὐκ ἐῶν]、ποτίζων),经过长距离的间隔后才抵达主句动词 ἐφανέρωσε。核心意义是“神在关乎你们的作为中特别显明了祂的仁爱”。
- 219τίς πρῶτος καταξιθωῇ υἱὸς Θεοῦ κληθῆναι
原文的 καταξιθωῇ 系 καταξιωθῇ(不定过去时被动语态虚拟语气)的传抄讹误。由疑问代词 τίς 引导,构成间接审议疑问从句(或作为解释 ἅμιλλα 内容的同位从句),意为“看谁能最先被认定配称为神的儿子”。
- 219διὰ τὸ πᾶσαν ὑπερβολὴν προλαβόντας αὐτοὺς διὰ τῆς τῶν ἀγαθῶν ἔργων ἐπιδείξεως ἀποκλεῖσαι
由表示原因的冠词不定式构成的短语 διὰ τὸ... ἀποκλεῖσαι。不定式 ἀποκλεῖσαι 的逻辑主语为宾格代词 αὐτούς,分词 προλαβόντας 与 αὐτούς 在性、数、格上保持一致。πᾶσαν ὑπερβολήν 意为“一切超越的可能/余地”,整句表达“因为他们借由展现善行,已经抢先排除了一切被超越的余地(即他们的美德已达极致,无从再加增)”。
