- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:217#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔详述了针对通奸、行淫、背弃誓愿、盗窃、鸡奸、伪誓、巫术、乱伦、教士犯戒及弃教等各类罪行的阶梯式补赎期限,并说明了主教视悔改热忱而减轻惩戒的自由裁量权。
Ὁ μοιχεύσας ἐν ιἔτεσιν1 ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων· ἐν τέσσαρσι μὲν προσκλαίων ἔτεσιν, ἐν πέντε δὲ ἀκροώμενος, ἐν τέσσαρσιν ὑποπίπτων, ἐν δυσὶ συνεστὼς ἄνευ κοινωνίας. Ὁ πόρνος ἐν ἑπτὰ ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων· δύο προσκλαίων, καὶ δύο ἀκροώμενος, καὶ δύο ὑποπίπτων, καὶ ἑνὶ συνεστὼς μόνον· τῷ ὀγδόῳ δεχθήσεται εἰς τὴν κοινωνίαν. Ἡ παρθενίαν ὁμολογήσασα καὶ ἐκπεσοῦσα τῆς ἐπαγγελίας τὸν χρόνον τοῦ ἐπὶ τῆς μοιχείας ἁμαρτήματος ἐν τῇ οἰκονομίᾳ τῆς καθʼ ἑαυτὴν ζωῆς πληρώσει. τὸ αὐτὸ καὶ ἐπὶ τῶν βίον μοναζόντων ἐπαγγειλαμένων καὶ ἐκπιπτόντων. Ὁ κλέψας, εἰ μὲν ἀφʼ ἑαυτοῦ μεταμεληθεὶς κατηγορήσειεν ἑαυτοῦ, ἐνιαυτὸν κωλυθήσεται μόνον τῆς κοινωνίας τῶν ἁγιασμάτων· εἰ δὲ ἐλεγχθείη, ἐν δυσὶν ἔτεσι. μερισθήσεται δὲ αὐτῷ ὁ χρόνος εἰς ὑπόπτωσιν καὶ σύστασιν· καὶ τότε ἀξιούσθω τῆς κοινωνίας. Ὁ τὴν ἀσχημοσύνην ἐν τοῖς ἄρρεσιν ἐπιδεικνύμενος τὸν χρόνον τοῦ ἐν τῇ μοιχείᾳ παρανομοῦντος οἰκονομηθήσεται. Ὁ ἐν ἀλόγοις τὴν ἑαυτοῦ ἀσέβειαν ἐξαγορεύων τὸν αὐτὸν χρόνον ἐξομολογούμενος παραφυλάξεται. Ὁ ἐπίορκος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· δυσὶν ἔτεσι προσκλαίων, τρισὶν ἀκροώμενος, τέσσαρσιν ὑποπίπτων, ἐνιαυτὸν συνεστὼς μόνον· καὶ τότε τῆς κοινωνίας ἀξιούμενος. Ὁ γοητείαν ἢ φαρμακείαν ἐξαγορεύων τὸν τοῦ φονέως χρόνον ἐξομολογήσεται, οὕτως οἰκονομούμενος, ὡς ἐν ἐκείνῳ τῷ ἁμαρτήματι ἑαυτὸν ἐλέγξας. Ὁ τυμβωρύχος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· ἐν δυσὶ προσκλαίων, ἐν γ’ ἀκροώμενος, ἐν δʼ ὑποπίπτων, ἐνιαυτὸν συνεστώς· καὶ τότε δεχθησόμενος. Ἀδελφομιξία τὸν τοῦ φονέως χρόνον ἐξομολογηθήσεται. Ἡ τῆς ἀπειρημένης συγγενείας εἰς γάμον ἀνθρώπων σύστασις, εἰ φωραθείη ἐν ἁμαρτήμασι γεγενημένη, τὰ τῶν μοιχῶν ἐπιτίμια δέξεται. Ἀναγνώστης, εἰ τῇ ἑαυτοῦ μνηστῇ πρὸ τοῦ γάμου συναλλάξειεν, ἐνιαυτὸν ἀργήσας, εἰς τὸ ἀναγινώσκειν δεχθήσεται, μένων ἀπρόκοπος. κλεψιγαμήσας δὲ ἄνευ μνηστείας, παυθήσεται τῆς ὑπηρεσίας. τὸ αὐτὸ καὶ ὑπηρέτης. Διάκονος ἐν χείλεσι μιανθεὶς καὶ μέχρι τούτου ἡμαρτηκέναι ὁμολογήσας, τῆς λειτουργίας ἐπισχεθήσεται· τοῦ δὲ μετέχειν τῶν ἁγιασμάτων μετὰ τῶν διακόνων ἀξιωθήσεται. τὸ δὲ αὐτὸ καὶ πρεσβύτερος. εἰ δέ τι τούτου πλεῖον φωραθείη τις ἡμαρτηκώς, ἐν οἵῳ ἂν ᾖ βαθμῷ, καθαιρεθήσεται. Ὁ συνεγνωκὼς ἑκάστῳ τῶν προειρημένων ἁμαρτημάτων, καὶ μὴ ὁμολογήσας, ἀλλʼ ἐλεγχθείς, τοῦ τοσούτου χρόνου, εἰς ὃν ἐργάτης τῶν κακῶν ἐπιτετίμηται, καὶ αὐτὸς ἔσται ἐν ἐπιτιμίῳ.2 Ὁ μάντεσιν ἑαυτὸν ἐπιδούς, ἤ τισι τοιούτοις, τὸν χρόνον τοῦ φονέως καὶ αὐτὸς οἰκονομηθήσεται. Ὁ τὸν Χριστὸν ἀρνησάμενος καὶ παραβὰς τὸ τῆς σωτηρίας μυστήριον, ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς αὐτοῦ προσκλαίειν ὀφείλει καὶ ἐξομολογεῖσθαι χρεωστεῖ, ἐν τῷ καιρῷ ᾧ ἐκβαίνει τοῦ βίου τοῦ ἁγιάσματος ἀξιούμενος πίστει τῆς παρὰ Θεοῦ φιλανθρωπίας. Ἐὰν μέντοιγε ἕκαστος τῶν ἐν τοῖς προγεγραμμένοις ἁμαρτήμασι γενομένων σπουδαῖος γένηται ἐξομολογούμενος, ὁ πιστευθεὶς παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λύειν καὶ δεσμεῖν,3 εἰ φιλανθρωπότερος γένοιτο, τὸ ὑπερβάλλον τῆς ἐξομολογήσεως ὁρῶν τοῦ ἡμαρτηκότος, εἰς τὸ ἐλαττῶσαι τὸν χρόνον τῶν ἐπιτιμίων, οὐκ ἔσται καταγνώσεως ἄξιος· τῆς ἐν ταῖς Γραφαῖς ἱστορίας γνωριζούσης ἡμῖν τοὺς μετὰ μείζονος πόνου ἐξομολογουμένους ταχέως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταλαμβάνειν. Ὁ ἀδελφῇ ἰδίᾳ ἐκ πατρὸς ἢ ἐκ μητρὸς συμμιανθεὶς εἰς οἶκον προσευχῆς μὴ ἐπιτρεπέσθω παρεῖναι, ἕως ἂν ἀποστῇ τῆς παρανόμου καὶ ἀθεμίτου πράξεως. μετὰ δὲ τὸ ἐλθεῖν εἰς συναίσθησιν τῆς φοβερᾶς ἁμαρτίας ἐκείνης, τριετίαν προσκλαιέτω, τῇ θύρᾳ τῶν εὐκτηρίων οἴκων παρεστηκώς, καὶ δεόμενος τοῦ λαοῦ εἰσιόντος ἐπὶ τὴν προσευχήν, ὥστε ἕκαστον μετὰ συμπαθείας ὑπὲρ αὐτοῦ ἐκτενεῖς ποιεῖσθαι πρὸς τὸν Κύριον τὰς δεήσεις. μετὰ δὲ τοῦτο ἄλλην τριετίαν εἰς ἀκρόασιν μόνην παραδεχθήτω, καὶ ἀκούων τῶν Γραφῶν καὶ τῆς διδασκαλίας ἐκβαλλέσθω, καὶ μὴ καταξιούσθω προσευχῆς. ἔπειτα, εἴπερ μετὰ δακρύων ἐξεζήτησεν αὐτὴν καὶ προσέπεσε τῷ Κυρίῳ μετὰ συντριμμοῦ καρδίας καὶ ταπεινώσεως ἰσχυρᾶς, διδόσθω αὐτῷ ἡ ὑπόπτωσις ἐν ἄλλοις τρισὶν ἔτεσι. καὶ οὕτως, ἐπειδὰν τοὺς καρποὺς τῆς μετανοίας ἀξίους ἐπιδείξηται, τῷ δεκάτῳ ἔτει εἰς τὴν τῶν πιστῶν εὐχὴν δεχθήτω χωρὶς προσφορᾶς· καὶ δύο ἔτη συστὰς εἰς τὴν εὐχὴν τοῖς πιστοῖς, οὕτω λοιπὸν καταξιούσθω τῆς τοῦ ἀγαθοῦ κοινωνίας. Ὁ αὐτὸς τύπος καὶ περὶ τῶν τὰς νύμφας ἑαυτῶν λαμβανόντων.
犯通奸者,十五年内不得领受圣物:哀泣四年,作听道者五年,俯伏跪祷四年,同立而无共融两年。 行淫乱者,七年内不得领受圣物:哀泣两年,作听道者两年,俯伏跪祷两年,仅同立一年;在第八年他将被接纳进入共融。 凡誓愿守贞洁而背弃誓约的女子,当在自己一生的安排中,履行通奸之罪所规定的期限。对于那些誓愿过修道生活而背弃者,亦作同样处理。 行盗窃者,若是出于自觉痛悔而自我告发,仅被阻领圣物的共融一年;但若是被查出定罪,则为期两年。其时间当划分为俯伏跪祷与同立两阶段;然后准其领受共融。 在男性之间行可耻之事者,当按在通奸中违犯律法者的期限受处分。 告白自己与无理性的兽行不敬之事者,当在相同期限内以认罪悔改自持。 起假誓者,十年内不得参与共融:哀泣两年,作听道者三年,俯伏跪祷四年,仅同立一年;然后准其领受共融。 告白施行巫术或下毒药者,当依杀人犯的期限认罪悔改,如同在彼罪上查实了自己一般受到处置。 盗墓者,十年内不得参与共融:哀泣两年,作听道者三年,俯伏跪祷四年,同立一年;然后获准接纳。 与姐妹通奸者,当按杀人犯的期限认罪补赎。 凡在受禁的亲属关系中结合为婚姻者,若被查出是在罪中结成,当受通奸者的补赎处分。 诵经士若在婚前与其未婚妻同房,停职一年后,准予复职诵经,但不得晋升。若无婚约而秘密行淫,则当被革除职事。副执事亦然。 执事若仅在嘴唇上受玷污,且承认自己犯罪仅止于此,当被中止圣礼职事;但他当准许与执事们一同分受圣物。长老亦然。但若有人被查出犯罪超出此限,不论身处何种品阶,皆当被革除。 凡对上述各项罪行知情隐匿、未曾告白而被查出者,恶行制造者被罚多少时间,他自己亦当服相同时间的补赎。 将自己交付于占卜者或类似之人者,亦当按杀人犯的期限受到处置。 背弃基督、违犯救恩奥迹者,终其一生皆当哀泣,必须认罪忏悔,在离开尘世之时,凭着对源于上帝之仁爱的信心,方准领受圣物。 然而,陷入上述罪愆中的每一个人若在认罪时展现出热忱,受上帝仁爱托付解与捆绑之权柄者,若见犯过者忏悔有加而施以更宽厚的怜悯以缩短补赎的期限,绝非应受谴责之事;因为圣经中的记载向我们显明,以更深痛苦认罪悔改者,必迅速蒙受上帝的仁爱。 与同父或同母之亲姐妹同房玷污者,在脱离此非法悖理之行径前,不得准许进入祈祷之所。而在省悟到那可怕罪愆之后,当哀泣三年,立于祈祷所门旁,向入内祈祷的会众祈求,使人人皆怀怜悯为他向主恳切祈祷。此后,再准其仅作听道者三年,在听罢经文与教导后即被遣出,不得准许同祷。接着,若他确曾流泪恳求,以破碎的心和深切的谦卑伏在主前,当赐予他另外三年的俯伏跪祷期。如此,待他显出与悔改相称的果子,在第十年当准许他参与信徒的祈祷而不领受奉献物;与信徒同立祈祷两年后,方准其领受至善的圣事共融。 关于娶自己儿媳者,亦循同一规矩。
- 217ἐν ιἔτεσιν
此处的“ιἔτεσιν”当为数词“ιεʹ”(15)的抄写错误或连写。根据后文所列各阶梯年数(哀泣4年+听道5年+跪祷4年+同立2年=共15年)之和,确指“十五年”。
- 217τοῦ τοσούτου χρόνου, εἰς ὃν ἐργάτης τῶν κακῶν ἐπιτετίμηται, καὶ αὐτὸς ἔσται ἐν ἐπιτιμίῳ
属格短语“τοῦ τοσούτου χρόνου”作为表示时间长度或惩戒程度的限定属格,修饰补赎状态(“ἐν ἐπιτιμίῳ”)。关系从句“εἰς ὃν... ἐπιτετίμηται”说明首犯受罚的时间长度,与主句“καὶ αὐτός”(彼自身亦)相对应,确立了共谋知情者与正犯同等刑期的句法关联。
- 217ὁ πιστευθεὶς παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λύειν καὶ δεσμεῖν
被动分词“πιστευθείς”源自“πιστεύω τινί τι”(托付某人某事)的被动语态结构,其受托内容由不定式“λύειν καὶ δεσμεῖν”(解与捆绑)充当说明语;“παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας”为表示施事的前置词短语。该分词短语作为全句的主语提前,跨越中间插入的条件从句,最终与主句谓语“οὐκ ἔσται καταγνώσεως ἄξιος”相协调。
