← 该撒利亚的巴西流

书信集

§217#1

致安菲洛基乌斯的教会法规与近况

巴西尔叙述其旅途归来与近况,就选立当地指导者提出建议,并继而就神职过失、遗弃婴孩、女奴再婚、抗击强盗以及故意与过失杀人的教会法处分及补赎阶段作出具体规定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§217#1

ΚΑΝΟΝΙΚΗ γ· Ἀμφιλοχίῳ περὶ κανόνων. Ἀπὸ ὁδοῦ μακρᾶς ἐπανελθὼν (ἐγενόμην γὰρ μέχρι τοῦ Πόντου ἐκκλησιαστικῶν ἕνεκεν χρειῶν καὶ κατʼ ἐπίσκεψιν τῶν ἐπιτηδείων), καὶ τὸ σῶμά μου συντετριμμένον ἐπαναγαγών, καὶ τὴν ψυχὴν μετρίως κεκακωμένος, ἐπειδὴ τὸ γράμμα τῆς εὐλαβείας σου ἐπὶ χεῖρας ἔλαβον, πάντων ἀθρόως ἐπελαθόμην, καὶ τῆς φωνῆς τῆς πασῶν ἐμοὶ ἡδίστης καὶ χειρὸς τῆς φιλτάτης ὑποδεξάμενος σύμβολα. ὃς οὖν ἐκ τῶν γραμμάτων οὕτως ἐγενόμην ἡδίων, εἰκάζειν ὀφείλεις πόσου ἀξίαν ποιοῦμαι τὴν συντυχίαν σου,1 ἣν οἰκονομήσειεν ὁ ἅγιος γενέσθαι, ὅπου ἀνεπαχθὲς ᾖ καὶ αὐτὸς ἡμᾶς προσκαλέσῃ.2 καὶ γὰρ οὐ χαλεπόν μοι, εἰ καταλάβοις τὸν οἶκον τὸν ἐπὶ τῆς Εὐφημιάδος, γενέσθαι ὁμοῦ, τά τε ὧδε ὀχληρὰ διαφεύγοντι, καὶ πρὸς τὴν ἀνυπόκριτόν σου ἀγάπην ἐπειγομένῳ. τάχα δέ μοι καὶ ἄλλως ἀναγκαίαν ποιεῖ τὴν μέχρι Ναζιανζοῦ ὁδὸν ἡ ἀθρόα τοῦ θεοφιλεστάτου ἐπισκόπου Γρηγορίου ἀναχώρησις, μετὰ ποίας αἰτίας γενομένη ἀγνοουμένη μέχρι τοῦ νῦν. ὁ δὲ ἄνθρωπος, περὶ οὗ κἀγὼ ἤμην διαλεχθεὶς τῇ τελειότητί σου, καὶ αὐτὸς νῦν ἤλπισας ἕτοιμον εἶναι, γίνωσκε ὅτι μακρᾷ ἀρρωστίᾳ περιπεσών, καὶ κάμνων λοιπὸν περὶ αὐτὰς τὰς ὄψεις ἐκ τοῦ παλαιοῦ πάθους καὶ τῆς ἔναγχος αὐτῷ ἐπισυμβάσης νόσου, παντελῶς ἄχρηστος πρὸς τὰς τυχούσας ἐνεργείας ἀπέμεινεν. ἄλλος δὲ οὐκ ἔστι παρʼ ἡμῖν. ὥστε βέλτιον, εἰ καὶ ἡμῖν ἐπέτρεψαν τὸ πρᾶγμα, ἀλλʼ οὖν ἐξ αὐτῶν ἐκείνων τινὰ προβληθῆναι. καὶ γὰρ ἡγεῖσθαι χρὴ ταῦτα μὲν τῆς ἀνάγκης εἶναι τὰ ῥήματα, τὴν δὲ ψυχὴν αὐτῶν ἐκεῖνο βούλεσθαι, ὅπερ ἐξ ἀρχῆς ἐπεζήτησαν, οἰκεῖον εἶναι τὸν καθηγούμενον. εἰ δέ ἐστί τις τῶν νεοφωτίστων, κἂν δοκῇ τῷ Μακεδονίῳ, κἂν μή, ἐκεῖνος προβληθήτω. τυπώσεις δὲ αὐτὸν πρὸς τὸ δέον, τοῦ ἐν πᾶσι συνεργοῦντός σοι Κυρίου καὶ τὴν εἰς τοῦτο χάριν παρεχομένου. Τὸ κατὰ τοὺς κληρικοὺς ἀδιορίστως οἱ κανόνες ἐξέθεντο,3 κελεύσαντες μίαν ἐπὶ τοῖς παραπεσοῦσιν ὁρίζεσθαι τιμωρίαν, τὴν ἔκπτωσιν τῆς ὑπηρεσίας, εἴτε ἐν βαθμῷ τυγχάνοιεν, εἴτε καὶ ἀχειροθέτῳ ὑπηρεσίᾳ προσκαρτεροῖεν. Ἡ τοῦ κυήματος κατὰ τὴν ὁδὸν ἀμελήσασα,4 εἰ μὲν οὖν δυναμένη περισώσασθαι κατεφρόνησεν, ἢ συγκαλύψειν τὴν ἁμαρτίαν ἐντεῦθεν νομίζουσα, ἢ ὅλως θηριώδει καὶ ἀπανθρώπῳ λογισμῷ χρησαμένη, ὡς ἐπὶ φόνῳ κρινέσθω. εἰ δὲ οὐκ ἠδυνήθη περιστεῖλαι, καὶ δι’ ἐρημίαν καὶ ἀπορίαν τῶν ἀναγκαίων διεφθάρη τὸ γεννηθέν, συγγνωστὴ ἡ μήτηρ. Ἡ χήρα δούλη τάχα οὐ μέγα ἔπταισεν, ἑλομένη δεύτερον γάμον ἐν σχήματι ἁρπαγῆς. ὥστε οὐδὲν τούτου ἕνεκεν ἐγκαλεῖσθαι χρή. οὐ γὰρ τὰ σχήματα κρίνεται, ἀλλʼ ἡ προαίρεσις. δῆλον δὲ ὅτι τὸ τῆς διγαμίας μένει αὐτὴν ἐπιτίμιον. Τὰς τῶν ἀκουσίων φόνων διαφορὰς πρὸ χρόνου οἶδα ἐπιστείλας τῇ θεοσεβείᾳ σου κατὰ τὸ ἐμοὶ δυνατὸν καὶ πλέον ἐκείνων οὐδὲν εἰπεῖν δύναμαι· τῆς δὲ σῆς συνέσεώς ἐστὶ κατὰ τὸ ἰδίωμα τῆς περιστάσεως ἐπιτείνειν τὰ ἐπιτίμια, ἢ καὶ ὑφεῖναι. Οἱ τοῖς λῃσταῖς ἀντεπεξιόντες, ἔξω μὲν ὄντες τῆς κοινωνίας εἴργονται τοῦ ἀγαθοῦ· κληρικοὶ δὲ ὄντες τοῦ βαθμοῦ καθαιροῦνται. πᾶς γάρ, φησίν, ὁ λαβὼν μάχαιραν ἐν μαχαίρᾳ ἀποθανεῖται. Ὁ ἑκουσίως φονεύσας, μετὰ δὲ τοῦτο μεταμεληθείς, εἴκοσιν ἔτεσιν ἀκοινώνητος ἔσται τοῖς ἁγιάσμασι. τὰ δὲ εἴκοσιν ἔτη οὕτως οἰκονομηθήσεται ἐπʼ αὐτῷ. ἐν τέσσαρσιν ἔτεσι προσκλαίειν ὀφείλει,5 ἔξω τῆς θύρας ἑστὼς τοῦ εὐκτηρίου οἴκου, καὶ τῶν εἰσιόντων πιστῶν δεόμενος εὐχὴν ὑπὲρ αὐτοῦ ποιεῖσθαι, ἐξαγορεύων τὴν ἰδίαν παρανομίαν. μετὰ δὲ τὰ τέσσαρα ἔτη εἰς τοὺς ἀκροωμένους δεχθήσεται· καὶ ἐν πέντε ἔτεσι μετʼ αὐτῶν ἐξελεύσεται. ἐν ἑπτὰ ἔτεσι μετὰ τῶν ἐν ὑποπτώσει προσευχόμενος ἐξελεύσεται· ἐν τέσσαρσι συστήσεται μόνον τοῖς πιστοῖς, προσφορᾶς δὲ οὐ μεταλήψεται. πληρωθέντων δὲ τούτων μεθέξει τῶν ἁγιασμάτων. Ὁ ἀκουσίως φονεύσας ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων. οἰκονομηθήσεται δὲ τὰ δέκα ἔτη ἐπʼ αὐτῷ οὕτω· δύο μὲν ἔτη προσκλαύσει, τρία δὲ ἔτη ἐν ἀκροωμένοις διατελέσει, τέσσαρσιν ὑποπίπτων, καὶ ἐνιαυτῷ συσταθήσεται μόνον· καὶ τῷ ἑξῆς εἰς τὰ ἅγια δεχθήσεται.

第三教会法书信。致安菲洛基乌斯,论教会法规。 我长途跋涉归来(因教会事务并探访亲友,我曾远行至本都),拖着残破的身躯,心灵也受了几分折磨;然而一将阁下虔敬的手书接在手中,我便立刻将一切抛在脑后,因我收到了对我而言最为甘甜之声与最亲爱之手的印记。既然我因信而变得如此欢愉,您应当能够推知我是如何看重与您的会晤;愿圣者予以安排,在无所妨碍且祂亲自招聚我们之处促成此事。事实上,如果您能到达欧菲米亚斯的庄所,与您聚首对我而言并非难事,我正可逃避此处的纷扰,奔向您毫无伪善的爱。此外,蒙上帝所爱之格列高利主教的骤然离去(其缘由至今无人知晓),或许也使我无论如何都有必要远行至纳齐安。至于我也曾与阁下之完满商谈过、而您自己如今指望其准备就绪的那个人,您应当知晓,他陷入了一场持久的重病,并且因旧疾与近来新添的疾病交加,如今双目受损,完全无法胜任哪怕是日常的事务。而在我们身边又别无他人。因此,即便他们已将此事托付给我们,最好还是从他们自己当中推选出某个人。因为应当想到,那些言语乃是出于迫不得已,他们的内心真正期盼的,仍是他们起初所寻求的,即主管者当出自他们自己。如果在初受洗者中有人,不论马塞多尼乌斯赞同与否,就推选那个人吧。在凡事与您同工并为此赐下恩典的主的助佑下,您必能按合宜的规矩造就他。 关于教士之事,诸法规未作区分地规定:凡跌倒者,只定一种惩戒,即免去其职事,不论他们身处品阶之中,抑或仅是坚守在未经按手授予的职事之中。 女子若在路途中疏忽其胎中所孕:若本来能够保全却予以轻弃,或是以为由此可以掩盖其罪行,或是全然出于兽性与不近人情的念头,当以杀人罪受审。但若她是无力包裹看护,且因荒野荒僻、缺乏必需物品而导致新生儿夭亡,其母则可获宽恕。 身为寡妇的女性奴隶,若以被劫掠的形式选择再婚,或许并未犯下重罪。因此绝不可为此控告她;因为所审判的并非外在形式,而是其本意。然而显而易见,再婚的补赎仍等待着她。 关于过失杀人的种种区分,我知道我曾尽我所能早先写信禀告阁下之敬虔,在那些之外我无法再作陈述;而依案件的具体情形加重或减轻补赎,则取决于您的明辨之智。 抵抗强盗之人:若是非神职的平信徒,则被阻止领受至善的圣事;若是神职人员,则被革除品阶。因为经上说:“凡动刀的,必死在刀下。” 蓄意杀人而其后痛悔者,二十年内不得领受圣物。这二十年当对他作如下安排:他必须哀泣四年,站在祈祷之所的门外,向进门的信徒祈求为他祷告,陈述自己的罪愆。四年之后,他将获准进入听道者之列;五年之中他要与他们一同退席。七年之中他要与俯伏跪祷者一同祷告后退席;四年之中他仅得与信徒同立,却不得分受祭礼献品。当这些期满,他方可领受圣物。 过失杀人者,十年之内不得领受圣物。这十年当对他作如下安排:哀泣两年,在听道者之列居留三年,俯伏跪祷四年,同立一年;在随后的一年,他将获准领受圣物。

语法注5 条
  1. 217ὃς οὖν ἐκ τῶν γραμμάτων οὕτως ἐγενόμην ἡδίων, εἰκάζειν ὀφείλεις πόσου ἀξίαν ποιοῦμαι τὴν συντυχίαν σου

    关系代词 ὃς 在句首无显式先行词,引导具有因果或说明性质的关系从句(相当于拉丁语 quippe qui),引出间接疑问句的第一人称主体。πόσου 为价值属格,与 ἀξίαν ποιοῦμαι 搭配,表示“认为……具有何等价值”。

  2. 217ἣν οἰκονομήσειεν ὁ ἅγιος γενέσθαι, ὅπου ἀνεπαχθὲς ᾖ καὶ αὐτὸς ἡμᾶς προσκαλέσῃ

    愿望希求法 οἰκονομήσειεν 以不定式 γενέσθαι 作为宾语补足成分。ὁ ἅγιος(“圣者”)为主语指代上帝,关系代词 ἣν 的先行词为前面的 τὴν συντυχίαν σου。

  3. 217Τὸ κατὰ τοὺς κληρικοὺς ἀδιορίστως οἱ κανόνες ἐξέθεντο

    短语 Τὸ κατὰ τοὺς κληρικοὺς 是由中性单数宾格定冠词名词化的介词短语,作 ἐξέθεντο 的直接宾语(“关于神职人员的事”)。副词 ἀδιορίστως(“不加区分地”)由随后的 εἴτε... εἴτε 从句具体阐明(不论是有品阶者还是未经按手之职事)。

  4. 217Ἡ τοῦ κυήματος κατὰ τὴν ὁδὸν ἀμελήσασα

    句首的名词化阴性分词 Ἡ... ἀμελήσασα 作悬空主格(nominativus pendens),引出讨论的主题,并在随后的条件分支(εἰ μέν... εἰ δέ...)中分别由 κρινέσθω 和 συγγνωστὴ ἡ μήτηρ 予以承接。τοῦ κυήματος 为动词 ἀμελέω 所要求的属格补足语。

  5. 217ἐν τέσσαρσιν ἔτεσι προσκλαίειν ὀφείλει

    指古代教会公开补赎四个阶段中的第一阶段(门外哀泣,πρόσκλαυσις),其后依次为听道(ἀκρόασις)、俯伏(ὑπόπτωσις)与同立(σύστασις)。介词 ἐν 接与格在此处表示时间段的持续(“在四年的时间里”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:217#1