← 该撒利亚的巴西流

书信集

§215-216

遣使出访的阻难与安提阿教会现状

巴西尔致信长老多罗特乌斯,说明向泰伦提乌斯寄信的经过、冬季赴罗马道路的险阻以及派遣格列高利的顾虑;随后向安提阿的梅勒提乌斯陈述自己的巡回行程以及保利努斯派的动向。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§215

Δωροθέῳ πρεσβυτέρῳ. Εὐθὺς ἐπιτυχὼν ἀφορμῆς, ἐπέστειλα τῷ θαυμασιωτάτῳ ἀνδρὶ Τερεντίῳ τῷ κόμητι, λογισάμενος ἀνυποπτότερον εἶναι τὸ διὰ ξένων αὐτῷ γράφειν περὶ τῶν προκειμένων, καὶ ἅμα βουλόμενος μηδεμίαν ἐγγενέσθαι διατριβὴν τῷ πράγματι τὸν ποθεινότατον ἀδελφὸν Ἀκάκιον.1 τῷ διαψηφιστῇ τῆς τάξεως τῶν ἐπάρχων ἔδωκα οὖν τὴν ἐπιστολὴν δημοσίῳ δρόμῳ ὁδεύοντι, ᾧ καὶ ἐνετειλάμην πρώτοις ὑμῖν ἐμφανίσαι τὸ γράμμα. τὴν δὲ ἐπὶ Ῥώμην ὁδὸν οὐκ οἶδα ὅπως οὐδεὶς ἀνήγγειλε τῇ συνέσει ὑμῶν, ὅτι ἐν τῷ χειμῶνι παντελῶς ἐστιν ἄπορος, τῆς μεταξὺ χώρας ἀπὸ Κωνσταντινουπόλεως μέχρι τῶν καθʼ ἡμᾶς ὅρων πολεμίων πεπληρωμένης. εἰ δὲ δεῖ θαλάσσῃ χρήσασθαι, ἔσται καιρός, μόνον ἐὰν καταδέξηται καὶ τὸν πλοῦν καὶ τὴν ὑπὲρ τῶν τοιούτων πραγμάτων πρεσβείαν, ὁ θεοφιλέστατος ἐπίσκοπος Γρηγόριος ὁ ἀδελφός. ἐγὼ μὲν γὰρ οὔτε τοὺς συναπερχομένους αὐτῷ ὁρῶ, καὶ αὐτὸν γινώσκω παντελῶς ἄπειρον ὄντα τῶν κατὰ τὰς ἐκκλησίας· καὶ εὐγνώμονι μὲν ἀνδρὶ αἰδέσιμον αὐτοῦ καὶ πολλοῦ ἀξίαν τὴν συντυχίαν, ὑψηλῷ δὲ καὶ μετεώρῳ, ἄνω που καθημένῳ, καὶ διὰ τοῦτο ἀκούειν τῶν χαμόθεν αὐτῷ τὴν ἀλήθειαν φθεγγομένων μὴ δυναμένῳ,2 τί ἂν γένοιτο ὄφελος τοῖς κοινοῖς παρὰ τῆς τοῦ τοιούτου ἀνδρὸς ὁμιλίας, ὃς ἀλλότριον ἔχει θωπείας ἀνελευθέρου τὸ ἦθος;

致长老多罗特乌斯。 我一觅得良机,便写信给极为可敬的伯爵泰伦提乌斯,考虑到关于当前事务通过陌生人致信给他较为不易引人疑窦,同时我也希望关于我们至亲爱的弟兄阿卡基乌斯的这一事务不致发生任何延误。于是我将信件交给了正沿着公驿大道前行的行政长官属下计算官,并嘱咐他务必先将书简呈示给你们。然而至于前往罗马的道路,我不知道为何竟无人告知明敏的阁下,在冬季这条路是完全无法通行的,因为从君士坦丁堡至我们边境之间的中间地域到处都是敌人。但如果必须走海路,时机总会到来,只要蒙上帝所爱的弟兄格列高利主教肯接受航行并为这类事务担当使节。然而就我而言,我既看不出有何人能与他同行,也深知他对教会事务完全缺乏经验;对于一位明理公允之人来说,与他的会晤固然令人敬重且极具价值,但对于一个高傲自大、深居高位、因而无法聆听自卑微处向他诉说真理之人来说,与这样一位生性与奴性的阿谀奉承格格不入之人的交谈,又能给我们的共同事业带来什么益处呢?

§216

Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας. Πολλαὶ μὲν ἡμᾶς καὶ ἄλλαι ἀποδημίαι τῆς πατρίδος ἀπήγαγον. καὶ γὰρ μέχρι τῆς Πισιδίας διέβημεν, ὥστε μετὰ τῶν ἐκεῖ ἐπισκόπων τὰ κατὰ τοὺς ἐν τῇ Ἰσαυρίᾳ ἀδελφοὺς τυπῶσαι. κἀκεῖθεν ἡ ἐπὶ τὸν Πόντον ἡμᾶς διεδέξατο ἀποδημία, ἱκανῶς τὸν Δαζιμῶνα ταράξαντος τοῦ Εὐσταθίου, καὶ πολλοὺς ἀναπείσαντος τῶν ἐκεῖ ἀποσχισθῆναι τῆς ἐκκλησίας ἡμῶν. ἐγενόμεθα δὲ καὶ μέχρι τοῦ οἰκιδίου Πέτρου τοῦ ἀδελφοῦ ἡμῶν, ὃ διὰ τὸ προσεγγίζειν τοῖς κατὰ Νεοκαισάρειαν τόποις πολλῆς μὲν τοῖς ἐκεῖ ταραχῆς παρέσχεν αἰτίαν, πολλῆς δὲ ὕβρεως ἡμῖν ὑπόθεσιν προεξένησεν. οἱ μὲν γὰρ ἔφευγον, οὐδενὸς διώκοντος, ἡμεῖς δὲ ἐνομιζόμεθα ἐπιθυμίᾳ τῶν παρʼ αὐτοῖς ἐπαίνων καὶ ἄκλητοι εἰσωθίζεσθαι. Ἐπεὶ δὲ ἐπανήλθομεν, ἐκ τῶν ὄμβρων καὶ τῶν ἀθυμιῶν πολλὴν ἀρρωστίαν συναγαγόντες, εὐθὺς ἡμᾶς ἐκ τῆς Ἀνατολῆς κατέλαβε γράμματα, σημαίνοντα τοῖς περὶ Παυλῖνον ἀπὸ τῆς Δύσεως ἐπιστολάς τινας, ὥσπερ τινὸς ἀρχῆς συνθήματα, κεκομίσθαι,3 καὶ μέγα φρονεῖν τοὺς στασιαστὰς τοῦ μέρους ἐκείνου, καὶ ἐπαγάλλεσθαι τοῖς γράμμασιν, εἶτα καὶ πίστιν προτείνεσθαι, καὶ ἐπὶ ταύτῃ ἑτοίμως ἔχειν συνάπτεσθαι τῇ καθʼ ἡμᾶς Ἐκκλησίᾳ. πρὸς δὲ τούτοις κἀκεῖνο ἡμῖν ἀπηγγέλθη, ὅτι ὑπηγάγοντο πρὸς τὴν ὑπὲρ αὐτῶν σπουδὴν τὸν πάντα ἄριστον ἄνδρα Τερέντιον, ᾧ ταχέως ἐπέστειλα, καθʼ ὅσον ἦν μοι δυνατόν, ἐπέχων αὐτὸν τῆς ὁρμῆς καὶ διδάσκων τὴν κατʼ αὐτοὺς ἀπάτην.

致安提阿主教梅勒提乌斯。 许多别的出巡也曾将我们带离故土。事实上,我们曾远赴皮西迪亚,以便与那里的主教们一同规定关于伊绍里亚弟兄们的各项事务。自彼处起,前往本都的旅程接踵而至,因为尤斯塔修在达齐蒙制造了极大的骚乱,并劝诱那里的许多人脱离我们的教会。我们甚至去到了我们弟兄彼得的庄舍,由于该处毗邻新凯撒利亚地区,便给当地人造成了极大的扰动,并为针对我们的诸多侮辱提供了借口。因为在无人追赶之时他们竟已逃跑,而我们却被认为是因为贪图来自他们的赞誉而未受邀请便硬闯进来。 当我们返回时,因连绵阴雨与精神沮丧而积劳成疾,但东方即刻有书信送到我们手中,表明来自西方的一些信件已被送达保利努斯一党,犹如某种权柄的凭信,那一派系的骚乱分子因而心高气傲,因这些信件而沾沾自喜,继而还提出了一份信仰声明,并以此为基础准备好与我们的教会联合。此外我们还被告知,他们已使全善的泰伦提乌斯转而为他们效力;我已在力所能及的范围内尽快给他写信,遏制他的冲动,并向他指明围绕他们的骗局。

语法注3 条
  1. 215μηδεμίαν ἐγγενέσθαι διατριβὴν τῷ πράγματι τὸν ποθεινότατον ἀδελφὸν Ἀκάκιον

    宾格短语“τὸν ποθεινότατον ἀδελφὸν Ἀκάκιον”的句法功能需要辨析。句中不定词“ἐγγενέσθαι”的主语是“μηδεμίαν ... διατριβήν”(任何延误),因此该宾格短语作关系宾格或限制宾格,表示“关于我们至亲爱的弟兄阿卡基乌斯”,相当于带有“διά”或“περί”的介词短语含义。

  2. 215ὑψηλῷ δὲ καὶ μετεώρῳ, ἄνω που καθημένῳ, καὶ διὰ τοῦτο ἀκούειν τῶν χαμόθεν αὐτῷ τὴν ἀλήθειαν φθεγγομένων μὴ δυναμένῳ

    这一连串与格形容词与分词(ὑψηλῷ, μετεώρῳ, καθημένῳ, δυναμένῳ)与上文的“εὐγνώμονι μὲν ἀνδρί”形成对照,作为关系与格依附于随后的修辞反问句“τί ἂν γένοιτο ὄφελος τοῖς κοινοῖς”(“对于高傲之人……又能产生何种益处?”)。动词“ἀκούειν”支配属格分词短语“τῶν ... φθεγγομένων”,而其中的“αὐτῷ”则是依附于“φθεγγομένων”的间接宾语(与格)。

  3. 216σημαίνοντα τοῖς περὶ Παυλῖνον ἀπὸ τῆς Δύσεως ἐπιστολάς τινας, ὥσπερ τινὸς ἀρχῆς συνθήματα, κεκομίσθαι

    分词“σημαίνοντα”修饰主语“γράμματα”,并统领带有完成时被动不定词“κεκομίσθαι”的间接引语结构。不定词的主语为“ἐπιστολάς τινας”,而“τοῖς περὶ Παυλῖνον”是表示受格的与格(“送到保利努斯一派那里”),“ὥσπερ τινὸς ἀρχῆς συνθήματα”则作为宾格主语的谓语性同位语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:215-216