← 该撒利亚的巴西流

书信集

§214#2

本质与自立存在的区分及教会合一的呼吁

巴西尔论证了必须将“本质”与“自立存在”区分为普遍与个别的关系以避免萨贝利乌斯主义,并恳请特伦提乌保持不偏不倚,等待受流放的正统教会领袖们来引导真正的合一与和平。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§214#2

Τίς δʼ ἂν γένοιτο τῆς διαβολῆς ταύτης χαλεπωτέρα, καὶ μᾶλλον δυναμένη τοὺς πολλοὺς διασαλεῦσαι, ἢ εἰ φανείησάν τινες ἐξ ἡμῶν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν ὑπόστασιν λέγοντες, οἳ κἂν πάνυ τὸ τῶν προσώπων διάφορον ἐναργῶς δογματίζωσιν, ἀλλʼ οὖν τῷ παρὰ τοῦ Σαβελλίου προειλῆφθαι τὸ αὐτὸ τοῦτο λέγοντος·1 ἕνα μὲν εἶναι τῇ ὑποστάσει τὸν Θεόν, προσωποποιεῖσθαι δὲ ὑπὸ τῆς Γραφῆς διαφόρως κατὰ τὸ ἰδίωμα τῆς ὑποκειμένης ἑκάστοτε χρείας· καὶ νῦν μὲν τὰς πατρικὰς ἑαυτῷ περιτιθέναι φωνάς, ὅταν τούτου καιρὸς ᾖ τοῦ προσώπου, νῦν δὲ τὰς Υἱῷ πρεπούσας, ὅταν πρὸς τὴν ἡμετέραν ἐπιμέλειαν ἢ πρὸς ἄλλας τινὰς οἰκονομικὰς ἐνεργείας ὑποβαίνῃ, νῦν δὲ τὸ τοῦ Πνεύματος ὑποδύεσθαι προσωπεῖον, ὅταν ὁ καιρὸς τὰς ἀπὸ τοῦ τοιούτου προσώπου φωνὰς ἀπαιτῇ. ἐὰν οὖν καὶ παρʼ ἡμῖν φανῶσί τινες ἓν τῷ ὑποκειμένῳ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα λέγοντες, τρία δὲ πρόσωπα τέλεια ὁμολογοῦντες, πῶς οὐχὶ σαφῆ καὶ ἀναντίρρητον δόξουσι παρέχεσθαι τὴν ἀπόδειξιν τοῦ ἀληθῆ εἶναι τὰ λεγόμενα περὶ ἡμῶν; Περὶ δὲ τοῦ ὅτι ὑπόστασις καὶ οὐσία οὐ ταὐτόν ἐστι, καὶ αὐτοί, ὡς νομίζω, ὑπεσημήναντο οἱ ἀπὸ τῆς δύσεως ἀδελφοί, ἐν οἷς τὸ στενὸν τῆς ἑαυτῶν γλώττης ὑφορώμενοι τὸ τῆς οὐσίας ὄνομα τῇ Ἑλλάδι φωνῇ παραδεδώκασιν, ἵνα, εἴ τις εἴη διαφορὰ τῆς ἐννοίας, σώζοιτο αὐτὴ ἐν τῇ εὐκρινεῖ καὶ ἀσυγχύτῳ διαστάσει τῶν ὀνομάτων. εἰ δὲ δεῖ καὶ ἡμᾶς τὸ δοκοῦν ἡμῖν ἐν βραχεῖ εἰπεῖν, ἐκεῖνο ἐροῦμεν, ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν. ἕκαστος γὰρ ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ εἶναι μετέχει, καὶ τοῖς περὶ αὐτὸν ἰδιώμασιν ὁ δεῖνα ἔστι καὶ ὁ δεῖνα. οὕτω κἀκεῖ ὁ μὲν τῆς οὐσίας λόγος κοινός, οἷον ἡ ἀγαθότης, ἡ θεότης, ἢ εἴ τι ἄλλο νοοῖτο· ἡ δὲ ὑπόστασις ἐν τῷ ἰδιώματι τῆς πατρότητος, ἢ τῆς υἱότητος, ἢ τῆς ἁγιαστικῆς δυνάμεως θεωρεῖται. εἰ μὲν οὖν ἀνυπόστατα λέγουσι τὰ πρόσωπα, αὐτόθεν ἔχει ὁ λόγος τὴν ἀτοπίαν· εἰ δὲ ἐν ὑποστάσει εἶναι αὐτὰ ἀληθινῇ συγχωροῦσιν, ὃ ὁμολογοῦσι, καὶ ἀριθμείτωσαν,2 ἵνα καὶ ὁ τοῦ ὁμοουσίου λόγος διαφυλαχθῇ ἐν τῇ ἑνότητι τῆς θεότητος καὶ ἡ τῆς εὐσεβείας ἐπίγνωσις Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἐν τῇ ἀπηρτισμένῃ καὶ ὁλοτελεῖ ἑκάστου τῶν ὀνομαζομένων ὑποστάσει κηρύσσηται. ὅμως δὲ ἐκεῖνο βούλομαι πεπεῖσθαι τὴν σεμνότητά σου, ὅτι καὶ σὲ καὶ πάντα τὸν παραπλησίως σοι τῆς ἀληθείας φροντίζοντα, καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους μὴ ἀτιμάζοντα, ἀναμένειν δεῖ καθηγήσασθαι τῆς συναφείας ταύτης καὶ τῆς εἰρήνης τοὺς προστάτας τῶν ἐκκλησιῶν,3 οὓς ἐγὼ στύλους καὶ ἑδραίωμα τῆς ἀληθείας καὶ τῆς Ἐκκλησίας τίθεμαι· καὶ τοσούτῳ πλέον αὐτοὺς αἰδοῦμαι, ὅσῳ ἂν μακρότερον ἐξοικισθῶσιν, ἀντὶ τιμωρίας αὐτοῖς ἐπαγομένου τοῦ χωρισμοῦ. παρακαλῶ οὖν, φύλαξον ἡμῖν σεαυτὸν ἀπρόληπτον, ἵνʼ ἔχωμέν σοι γοῦν ἐπαναπαύεσθαι, ὃν ἐν πᾶσι βακτηρίαν ἡμῖν καὶ ἔρεισμα ὁ Θεὸς ἐχαρίσατο.

又有何种诋毁能比这更为严峻,且更能动摇大众呢?若是我们中间竟有人站出来,宣称父、子与圣灵只有“一个自立存在”(hypostasis)的话。即便他们极力且明确地将位格(prosopon)的相异立为教义,然而这完全相同的主张早已被萨贝利乌斯所预先提出;萨贝利乌斯主张:上帝在自立存在上是一,却由圣经根据每次所面临的实际需要的特质而作不同的拟人化表现;当属于这一位格的时机来到时,祂便将父的声音加于自身;当为顾念我们或进行某些其他经纶的作为而降卑时,便换上合乎子的声音;当情势需要来自这一位格的声音时,又戴上圣灵的面具。因此,倘若我们当中也出现声称父、子与圣灵在基底(hypokeimenon)上为一、却同时承认三个完全位格的人,他们岂不是显得为针对我们的指控提供了明确而无可反驳的铁证吗? 至于自立存在与本质(ousia)并非同一回事,依我之见,连西方的弟兄们自己也已经有所暗示;他们因顾虑自身语言的贫乏,便用希腊语传下了“本质”这一名称,以便使概念上若有的任何差异,都能在名称的明晰而不相混淆的区分中得以保全。如果我们也必须简要说明自己的看法,那么我们将这样说:普遍之物对于个别之物具有怎样的关系,本质对于自立存在便具有怎样的关系。因为我们每个人既凭着本质的普遍定义而分有“存在”,又凭着属于自身的个别特质而是某甲或某乙。同样,在彼处,本质的定义也是普遍的——例如良善、神性,或任何其他可被领会之物——而自立存在则是在为父、为子或圣化之能力的个别属性中显明。因此,如果他们说这些位格是没有自立存在的,这一说法本身便包含着荒谬;但如果他们赞同位格存在于真实的自立存在之中,正如他们所宣认的那样,就让他们也数算其数目,以便“同质”(homoousios)的定义得以在神性的单一性中蒙保守,且对父、子与圣灵的敬虔认识,亦在所称各者的完满全备的自立存在中被宣扬。然而,我深愿您的庄重之德深信这一点:不论是您,还是每一位像您一样关切真理、不轻蔑为敬虔而奋斗之人的人,都应当等待各教会的领袖们来引导这一联合与和平;我将这些人视作真理与教会的柱石与基石。他们被放逐流亡得越远,因这作为惩罚施加于他们的隔绝,我便越发敬重他们。因此我恳求您,为我们保守自己不偏不倚,使我们至少能在您身上得享安息;上帝在凡事上已将您恩赐给我们,作为我们的拐杖与依靠。

语法注3 条
  1. 214ἀλλʼ οὖν τῷ παρὰ τοῦ Σαβελλίου προειλῆφθαι τὸ αὐτὸ τοῦτο λέγοντος

    带冠词的完成时被动态不定式 τῷ προειλῆφθαι 构成了表示原因的与格从句。属格分词 λέγοντος 在格上与介词短语 παρὰ τοῦ Σαβελλίου 中的属格名词规则一致并引出后文的间接引语,而前面的关系从句(οἳ ... ἀλλʼ οὖν)缺乏限定动词,构成破格结构(anacoluthon)。在前面的让步句(即使他们明确区分位格)之后,该结构给出了其辩解为何无效的理由,即“因这完全相同的主张已被声称……的萨贝利乌斯所预先提出”。

  2. 214ὃ ὁμολογοῦσι, καὶ ἀριθμείτωσαν

    中性关系代词 ὃ 指称前文所承认的“存在于真实的自立存在之中”这一事实,同时充当命令式动词 ἀριθμείτωσαν(“让他们数算”)的宾语。其含义为“让他们数算他们所宣认的那个(自立存在)”,意在要求他们不可仅仅口头上承认自立存在,而必须在数目上承认其为不同的真实存在。

  3. 214ἀναμένειν δεῖ καθηγήσασθαι τῆς συναφείας ταύτης καὶ τῆς εἰρήνης τοὺς προστάτας τῶν ἐκκλησιῶν

    由非人称动词 δεῖ 所支配的双重“对格+不定式”结构。首先,主不定式 ἀναμένειν(“应当等待”)在意义上的主语是对格短语 καὶ σὲ καὶ πάντα τὸν...(“您以及每一位……”);其次,动词 ἀναμένειν 自身又支配着由对格主语 τοὺς προστάτας τῶν ἐκκλησιῶν(“各教会的领袖们”)与不定式 καθηγήσασθαι(“引导/走在前面”)组成的从属结构,意为“等待教会的领袖们来引导”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:214#2