← 该撒利亚的巴西流

书信集

§214#1

致特伦提乌伯爵并就安提阿分裂提出告诫

巴西尔致信重返政务的特伦提乌伯爵,提醒他警惕安提阿的保利努斯派借助罗马书信架空梅勒提乌斯主教并提出联合的举动,强调必须在三位一体教理上保持严密,以防落入阿里乌斯派的口实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§214#1

Τερεντίῳ κόμητι. Ὅτε ἠκούσαμεν τὴν σεμνότητά σου πάλιν ἐκβεβιάσθαι πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν, εὐθὺς μὲν διεταράχθημεν (εἰρήσεται γὰρ τἀληθές), λογιζόμενοι ὅπως σοι παρὰ γνώμην ἐστίν, ἅπαξ ἀφεθέντι τῶν δημοσίων φροντίδων, καὶ σχολάσαντι τῇ ἐπιμελείᾳ τῆς ἑαυτοῦ ψυχῆς, πάλιν ἀναγκάζεσθαι πρὸς τὰ αὐτὰ ὑποστρέφειν. ἔπειτα εἰς ἔννοιαν ἐλθόντες, ὡς ὅτι τάχα ὁ Κύριος, βουλόμενος τῶν μυρίων ὀδυνῶν, αἳ νῦν τὰς καθʼ ἡμᾶς Ἐκκλησίας συνέχουσι, μίαν ταύτην χαρίσασθαι παραμυθίαν, τὴν σὴν σεμνοπρέπειαν πάλιν ᾠκονόμησεν ἐπὶ τῶν πραγμάτων φανῆναι, καὶ δὴ καὶ εὐθυμότεροι ἦμεν, ὡς μέλλοντες ἔτι γοῦν ἅπαξ, πρὶν ἀπιέναι τῆς ζωῆς ταύτης, συντεύξεσθαι τῇ τιμιότητί σου. Ἀλλὰ πάλιν ἡμᾶς ἑτέρα φήμη κατέσχεν, ὡς ἐπὶ τῆς Ἀντιοχείας διάγοντος καὶ τὰ ἐν χερσὶ πράγματα ταῖς μεγάλαις ἀρχαῖς συνδιέποντος. πρὸς δὲ τῇ φήμῃ ταύτῃ κατέλαβεν ἡμᾶς ἀκοή, ὅτι καὶ οἱ τῆς κατὰ Παυλῖνον συντάξεως ἀδελφοὶ διαλέγονταί τινα τῇ ὀρθότητί σου περὶ τῆς πρὸς ἡμᾶς ἑνώσεως· ἡμᾶς δὲ λέγω τοὺς τῆς μερίδος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, Μελετίου, τοῦ ἐπισκόπου. οὓς καὶ γράμματα ἀκούω νῦν τῶν Δυτικῶν περιφέρειν, αὐτοῖς τὴν ἐπισκοπὴν τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐπιτρέποντα, παραλογιζόμενα δὲ τὸν θαυμασιώτατον ἐπίσκοπον1 τῆς ἀληθινῆς τοῦ Θεοῦ Ἐκκλησίας Μελέτιον. καὶ οὐ θαυμάζω τοῦτο. οἱ μὲν γὰρ ἀγνοοῦσι παντελῶς τὰ ἐνταῦθα· οἱ δέ, καὶ δοκοῦντες εἰδέναι, φιλονεικότερον μᾶλλον ἢ ἀληθέστερον αὐτοῖς ἐξηγοῦνται. πλὴν ἀλλʼ ἐκείνους μὲν οὐδὲν ἀπεικὸς ἢ ἀγνοεῖν τὴν ἀλήθειαν ἢ καὶ ἀποκρύπτεσθαι τὴν αἰτίαν, δι’ ἣν εἰς τὸ γράφειν Παυλίνῳ ἦλθεν ὁ μακαριώτατος ἐπίσκοπος Ἀθανάσιος. τὴν δὲ σὴν τελειότητα αὐτοῦ ἔχουσαν τοὺς δυναμένους τὰ μεταξὺ τῶν ἐπισκόπων γενόμενα ἐπὶ τῆς Ἰοβιανοῦ βασιλείας ἀκριβῶς διηγήσασθαι, παρακαλοῦμεν ὑπʼ αὐτῶν πληροφορηθῆναι. πλὴν ἀλλʼ ἐπειδὴ οὐδενὸς κατηγοροῦμεν, πρὸς πάντας δὲ ἔχειν εὐχόμεθα τὴν ἀγάπην, καὶ μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως, συγχαίρομεν τοῖς κομισαμένοις τὰ ἀπὸ Ῥώμης γράμματα. κἄν τινα σεμνὴν καὶ μεγάλην ἔχῃ αὐτοῖς μαρτυρίαν, εὐχόμεθα ἀληθῆ εἶναι ταύτην καὶ δι’ αὐτῶν τῶν ἔργων βεβαιουμένην. οὐ μέντοι τούτου γε ἕνεκεν δυνάμεθά ποτε ἑαυτοὺς πεῖσαι ἢ Μελέτιον ἀγνοῆσαι, ἢ τῆς ὑπʼ αὐτὸν ἐκκλησίας ἐπιλαθέσθαι, ἢ τὰ ζητήματα, ὑπὲρ ὧν ἐξ ἀρχῆς ἡ διάστασις γέγονε, μικρὰ ἡγήσασθαι, καὶ ὀλίγην ἔχειν διαφορὰν νομίσαι πρὸς τὸν τῆς εὐσεβείας σκοπόν. ἐγὼ γάρ, οὐχ ὅπως εἰ ἐπιστολήν τις ἀνθρώπων δεξάμενος,2 ἐπʼ αὐτῇ μέγα φρονεῖ, τούτου ἕνεκεν ὑποσταλῆναί ποτε καταδέξομαι· ἀλλʼ οὐδʼ ἂν ἐξ αὐτῶν ἥκῃ τῶν οὐρανῶν, μὴ στοιχῇ δὲ τῷ ὑγιαίνοντι λόγῳ τῆς πίστεως, δύναμαι αὐτὸν κοινωνὸν ἡγήσασθαι τῶν ἁγίων. Ἐνθυμήθητι γάρ, ὦ θαυμάσιε, ὅτι οἱ παραχαράκται τῆς ἀληθείας, οἱ τὸ Ἀρειανὸν σχίσμα τῇ ὑγιεῖ τῶν πατέρων ἐπεισαγαγόντες πίστει, οὐδεμίαν ἄλλην αἰτίαν προβάλλονται τοῦ μὴ παραδέχεσθαι τὸ εὐσεβὲς τῶν πατέρων δόγμα, ἢ τὴν τοῦ ὁμουσίου διάνοιαν, ἣν αὐτοὶ πονηρῶς καὶ ἐπὶ διαβολῇ τῆς ὅλης πίστεως ἐξηγοῦνται, λέγοντες τὸν Υἱὸν κατὰ τὴν ὑπόστασιν ὁμοούσιον λέγεσθαι παρʼ ἡμῶν. οἷς ἐάν τινα δῶμεν ἀφορμήν, ἐκ τοῦ περιφέρεσθαι τοῖς δι’ ἁπλότητα μᾶλλον ἢ διὰ κακίαν ταῦτα ἢ τὰ τούτοις παραπλήσια λέγουσιν,3 οὐδὲν κωλύει καὶ ἡμᾶς ἀναντιρρήτους μὲν δοῦναι καθʼ ἑαυτῶν τὰς λαβάς, ἰσχυρὰν δὲ ἐκείνοις κατασκευάσαι τὴν αἵρεσιν, οἷς μία μελέτη ἐστίν, ἐν τοῖς ἐπὶ τῆς ἐκκλησίας λόγοις οὐ τὰ ἑαυτῶν κατασκευάζειν, ἀλλὰ τὰ ἡμέτερα διαβάλλειν.

致特伦提乌伯爵。 当我们听说您的庄重之德再次被迫承担公共事务时,我们立刻感到不安(实情当如实道来),因为我们想到,对于一度摆脱了世俗政务的烦扰、潜心修养自身灵魂的您而言,再次被迫重返这些俗务是何等违背心意。然而随后我们又转念想到,或许主是希望在如今笼罩着我们各地教会的万般痛苦中,赐下这独一的安慰,才安排您崇高的品德重现于世务之中;于是我们确实振作了精神,指望在离弃此生之前,至少还能再见尊贵的您一面。 但随后又有另一则传闻传到我们这里,说您正驻留于安提阿,与诸位最高长官一同协理当前的事务。除了这一传闻之外,还有消息传到我们耳中,说保利努斯派的弟兄们正就与我们联合之事,向正直的您进言——我所说的“我们”,是指上帝之人、主教梅勒提乌斯一派的人。我听说他们如今甚至随身携带着西方教会的信件,这些信件将安提阿教会的主教职位托付给他们,却把上帝真正教会那位至为令人钦佩的主教梅勒提乌斯置于不顾。对此我并不感到惊奇。因为那些人对这里的情况完全一无所知;而那些自以为知情的人,也是出于好争多于追求真实来向他们解释的。不过,他们若是不明真相,或是隐瞒了至福的主教阿塔纳修斯致信保利努斯的缘由,也并非不可思议。然而您的完备品德身边就有人能够准确详述约维安统治时期诸位主教之间发生的事情,我们恳请您从他们那里获得确实的真相。不过,既然我们不指控任何人,且祈愿对众人抱持爱心,特别是对信仰之内的自家人,我们便为那些收到罗马信件的人同感欢喜;如果那些信件为他们带来了某种庄重而崇高的见证,我们祈愿这是真实的,并在其实际行为中得到证实。然而,我们绝不能因此就说服自己去无视梅勒提乌斯,或是遗忘由他牧养的教会,又或是把起初导致分裂的那些争端视为小事,认为它们对敬虔的目标无关紧要。就我而言,绝不会仅仅因为有人收到了凡人的书信并以此自矜,就同意在此事上退缩;甚至哪怕有人来自诸天之上,只要他不遵行那纯正的信仰之道,我也绝不能认他为众圣徒的同伴。 卓越的贤达啊,请深思:那些篡改真理的人——即将阿里乌斯派的分裂带入教父们纯正信仰中的人——不肯接受教父们敬虔教义的借口别无其他,唯独针对“同质”(homoousios)的含义;他们怀着恶意解释这一概念,以诋毁整个信仰,声称我们主张圣子在“自立存在”(hypostasis)上是同质的。倘若我们因顺从那些出于质朴而非恶意说出这些话或类似话语的人,而给他们〔篡改真理的人〕提供了任何把柄,那就再没有什么能阻止我们把反驳不了的把柄拱手送给他们以针对我们自己,从而使那帮人的异端变得牢固——他们在教会论辩中唯一的企图,从来不是建立自己的论点,而是诋毁我们的信仰。

语法注3 条
  1. 214παραλογιζόμενα δὲ τὸν θαυμασιώτατον ἐπίσκοπον

    现在分词 παραλογιζόμενα 与中性复数名词 γράμματα 一致,支配直接宾语宾格 τὸν ... ἐπίσκοπον。在此语境下,该动词并非指古典希腊语常见的“欺骗”或“算错”,而是指对合法主教“置之不理”、“略过”或“排斥于考量之外”。

  2. 214ἐγὼ γάρ, οὐχ ὅπως εἰ ἐπιστολήν τις ἀνθρώπων δεξάμενος

    惯用短语 οὐχ ὅπως(“不仅不……”、“绝非只因为……”)与后文的 ἀλλʼ οὐδʼ ἂν ...(“甚至即使……也不……”)相呼应,构成递进式的强否定句式。主句动词为 καταδέξομαι,表达了巴西尔绝不仅因某人持有凡人的书信而退缩,甚至假如有自天而降者不循正道,亦绝不与之共融。

  3. 214ἐκ τοῦ περιφέρεσθαι τοῖς δι’ ἁπλότητα μᾶλλον ἢ διὰ κακίαν ταῦτα ἢ τὰ τούτοις παραπλήσια λέγουσιν

    冠词加不定词构成的介词短语 ἐκ τοῦ περιφέρεσθαι 在条件从句(ἐάν τινα δῶμεν ἀφορμήν)中充当表明来源或手段的状语。中动态/被动态的 περιφέρεσθαι 支配与格(τοῖς ... λέγουσιν),意为“随波逐流于……”、“随附……”或“迁就/盲从”那些出于质朴而非恶意而使用不准确教理措辞的人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:214#1