- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:213
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者感谢一位敬虔之人来信带来的安慰,请求对方继续为自己在属灵上的警醒祷告,并就异端谋划的宫廷传唤以及某位主教关于前往美索不达米亚的提议征求对方的建议。
Ἀνεπίγραφος, ἐπὶ ἀνδρὶ εὐσεβεῖ. Κύριος ὁ παρασχόμενός μοι ταχεῖαν ἐπὶ ταῖς θλίψεσι τὴν ἀντίληψιν1 αὐτός σοι τῆς ἀναπαύσεως, ἣν ἀνέπαυσας ἡμᾶς ἐν τῇ παρούσῃ διὰ τοῦ γράμματος ἐπισκέψει, παράσχοιτο τὴν ἀντίληψιν, τῇ ἀληθινῇ καὶ μεγάλῃ εὐφροσύνῃ τοῦ πνεύματος τὸν ἐπὶ τῇ παρακλήσει μισθὸν τῆς ταπεινώσεως ἡμῶν ἀποπληρῶν. ἔτυχον γάρ πως τὴν ψυχὴν κεκακωμένος, ἐν πολυανθρώπῳ συλλήψει κτηνώδη τινὰ καὶ παντελῶς ἄλογον τοῦ λαοῦ καταμαθὼν ῥᾳθυμίαν, καὶ τῶν ἀγόντων αὐτοὺς παλαιὰν καὶ δυσδιόρθωτον συνήθειαν τοῦ κακοῦ. ἐπεὶ δὲ εἶδον τὰ γράμματα καὶ τὸν ἐν αὐτοῖς τῆς ἀγάπης θησαυρόν, ἐπέγνων ὅτι ἐπέλαμψεν ἡμῖν τοῖς ἐν πικρίᾳ ζῶσι γλυκεῖαν παραμυθίαν ὁ οἰκονομῶν τὰ ἡμέτερα. διὸ καὶ ἀντιφθέγγομαί σου τὴν ὁσιότητα, παρακαλῶν τὴν συνήθη παράκλησιν, μὴ διαλιπεῖν σε εὐχόμενον ὑπὲρ τῆς ἐλεεινῆς μου ζωῆς, μήποτε, τῇ φαντασίᾳ τοῦ βίου τούτου καταβαπτισθείς, ἐπιλάθωμαι μὲν τοῦ Θεοῦ τοῦ ἐγείροντος ἀπὸ γῆς πτωχόν, ἔπαρσιν δέ τινα παθὼν εἰς κρῖμα ἐμπέσω τοῦ διαβόλου· ῥαθυμήσας δὲ τῆς οἰκονομίας καθεύδων ὑπὸ τοῦ Δεσπότου καταληφθῶ, ἢ καὶ διὰ τῶν βλαβερῶν ἔργων προστιθείς, καὶ τύπτων τὴν συνείδησιν τῶν συνδούλων, ἢ καὶ μετὰ τῶν μεθυόντων γινόμενος, ἐν τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ πάθω τὰ τοῖς πονηροῖς τῶν οἰκονόμων ἠπειλημένα. παρακαλῶ οὖν σε ἐπὶ πάσῃ προσευχῇ δέεσθαι τοῦ Θεοῦ νήφειν ἡμᾶς ἐν πᾶσιν, ἵνα μὴ αἰσχύνη γινώμεθα καὶ ὄνειδος τῷ ὀνόματι τοῦ Χριστοῦ, ἐν τῇ ἀποκαλύψει τῶν κρυπτῶν τῆς καρδίας ἡμῶν κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Γίνωσκε δέ με ἐν προσδοκίᾳ εἶναι τοῦ κατʼ ἐπήρειαν τῶν αἱρετικῶν ἀνακληθήσεσθαι εἰς τὸ στρατόπεδον,2 ἐπὶ προφάσει δὴ τῆς εἰρήνης· καὶ τοῦτο ἀκούσαντα καὶ τὸν ἐπίσκοπον τόνδε ἐπεσταλκέναι ἡμῖν3 σπουδάσαι περὶ τὴν Μεσοποταμίαν γενέσθαι, καὶ τὸν ἐκεῖ τοὺς ὁμοδόξους καὶ ἐπικρατύνοντας τὰ τῶν ἐκκλησιῶν συναγαγόντα, μετʼ αὐτῶν ὁρμῆσαι πρὸς τὸν βασιλέα. ἐμοὶ δὲ τάχα μὲν οὐδὲ τὸ σῶμα αὐτὸ πρὸς τὴν ἐν τῷ χειμῶνι ὁδοιπορίαν ἀρκέσει· τέως δὲ οὐδὲ ἀναγκαῖον τὸ πρᾶγμα ἐφάνη, πλὴν εἰ μὴ αὐτὸς συμβουλεύσῃς. ἀναμενῶ γὰρ καὶ τὴν παρὰ τῆς θεοσεβείας σου συμβουλήν, ὥστε κρατυνθῆναι τὴν γνώμην. διὸ παρακαλῶ θᾶττον ἡμῖν διά τινος τῶν σπουδαίων ἀδελφῶν τὸ παραστὰν τῇ τελειότητί σου καὶ ἐνθέῳ συνέσει φανερωθῆναι.
无题。致一位敬虔之人。 愿在苦难中赐予我迅捷扶助的主亲自赐予您安息的报偿——正是您在此次藉着信件的探望中使我们所获得的安息;愿祂以圣灵真实而伟大的喜乐,圆满酬报您抚慰我们卑微之处的善行。因为我此前心灵深感创痛,在一次人数众多的集会中,我察觉到民众有一种禽兽般且完全非理性的怠惰,而那些引导他们的人则染有古老且难以纠正的恶习。然而,当我见到您的书信以及其中蕴含的爱心宝藏时,我便认出,那掌管我们万事的主,已为生活在痛苦中的我们照亮了甘美的慰藉。因此,我亦回复尊贵纯洁的您,提出往常的恳求:请不要停止为我这可怜的生命代祷,免得我被今生的幻象所吞没,以致遗忘了那从尘土中提拔贫苦之人的上帝,陷入狂妄而落入魔鬼的审判;免得我在职分上疏忽大意,在沉睡中被主人所察觉;又或者免得以有害的行径火上浇油,伤害同作仆役之人的良心,甚或与醉酒之流为伍,以致在上帝公义的审判中遭受那向恶劣管家所预示的惩处。因此,我恳求您在每一次祈祷中都祈求上帝,使我们在凡事上都能清醒谨守,免得在我们救主耶稣基督显现的伟大日子、我们心中的隐秘显露之时,我们反倒成为基督之名的耻辱与羞辱。 此外,您当知道,我正预料自己会因异端分子的刁难,在所谓的和平借口下被召回宫廷(营帐);而某位主教听闻此事后,亦致信催促我们尽快前往美索不达米亚,召集当地信仰相同且主导教会事务的人士,与他们一同赶赴皇帝面前。然而就我而言,恐怕连肉体本身都无法承受冬日里的跋涉旅途;况且目前看来,除非您亲自给出建议,否则此事似乎并无必要。因为我仍在等待由您敬虔之德而来的忠告,以使我的决断更加坚固。因此,我恳求您藉着某位热心的弟兄,尽快将您完备的德行与神圣的领悟所明察的见解向我们昭示。
- 213Κύριος ὁ παρασχόμενός μοι ταχεῖαν ἐπὶ ταῖς θλίψεσι τὴν ἀντίληψιν αὐτός σοι τῆς ἀναπαύσεως, ἣν ἀνέπαυσας ἡμᾶς ἐν τῇ παρούσῃ διὰ τοῦ γράμματος ἐπισκέψει, παράσχοιτο τὴν ἀντίληψιν
主句为一个愿望句,主语是带有冠词分词短语 ὁ παρασχόμενος... 修饰的 Κύριος,同格强调代词 αὐτός 强化主语,主谓语为希求式动词 παράσχοιτο。属格 τῆς ἀναπαύσεως 作为宾格性属格依附于直接宾语 τὴν ἀντίληψιν(意为“对那安息的报偿/回报”),而 ἣν ἀνέπαυσας ἡμᾶς 则是带有同源动词性质的内部宾语关系节(“您使我们得以安歇的那种安息”)。前半句“在患难中赐我扶助的主”与后半句“愿主赏报您的慰藉”构成了工整的对应呼应。
- 213τοῦ κατʼ ἐπήρειαν τῶν αἱρετικῶν ἀνακληθήσεσθαι εἰς τὸ στρατόπεδον
带冠词属格的将来时不定式短语(τοῦ ... ἀνακληθήσεσθαι)充当名词短语 ἐν προσδοκίᾳ εἶναι(处于……预料之中)的补足语,属于宾格性/修饰性属格不定式结构,说明预期的具体内容,即“因异端分子的刁难而被召回军营/宫廷”。
- 213καὶ τοῦτο ἀκούσαντα καὶ τὸν ἐπίσκοπον τόνδε ἐπεσταλκέναι ἡμῖν
此句承接前句的祈使动词 Γίνωσκε,构成了间接引语的“对格与不定式结构”(Γίνωσκε ... τὸν ἐπίσκοπον τόνδε ἐπεσταλκέναι)。对格分词 ἀκούσαντα 与不定式的逻辑主语 τὸν ἐπίσκοπον τόνδε 保持性数格一致(意为“某位主教听闻此事后亦致信于我们”)。随后,完成时不定式 ἐπεσταλκέναι 进一步支配表示指令与目的的不定式短语 σπουδάσαι ... καὶ ... ὁρμῆσαι,形成了层叠的句法结构。
