- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:211-212
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信奥林匹乌斯,述及与其子会面带来的慰藉以及对流言中伤的宽心;随后致信希拉里乌斯,倾诉因教会纷争中遭人伪造著作与诽谤而承受的痛苦,并勉励患病的希拉里乌斯坚忍处之。
Ὀλυμπίῳ. Καὶ τοῖς γράμμασιν ἐντυχὼν τῆς τιμιότητος σου, ἡδίων ἐμαυτοῦ1 καὶ εὐθυμότερος ἐγενόμην, καὶ τοῖς ποθεινοτάτοις υἱέσιν εἰς ὁμιλίαν ἐλθών, αὐτόν σε ἔδοξα καθορᾷν. οἳ πάνυ μου τὴν ψυχὴν κεκακωμένην παραλαβόντες, οὕτω διέθηκαν, ὥστε ἐπιλαθέσθαι με τοῦ παρʼ ὑμῖν κωνείου, ὃ οἱ ὀνειροπῶλαι καὶ ὀνειροκάπηλοι, εἰς τὴν τῶν ἐκμισθωσαμένων αὐτοὺς χάριν, καθʼ ἡμῶν περιφέρουσιν· ἐπιστολὰς δὲ τὰς μὲν ἔπεμψα, τὰς δὲ καὶ εἰς ὕστερον δώσομεν, ἐὰν ἐθέλῃς. μόνον εἴη τί ὄφελος παρʼ αὐτῶν τοῖς λαμβάνουσιν.
致奥林匹乌斯。 读到尊驾的来信,我比平日更为欣悦和振奋;与您最亲爱的儿子们交谈,我仿佛亲眼见到了您本人。他们接纳了我那备受折磨的灵魂,使之得到了极大的宽慰,以至于让我忘却了你们那里的毒芹之毒——那些梦境贩子和解梦小贩为了讨好雇用他们的人,正针对我们四处散布这种毒药。至于书信,我已经寄出了一些,若您愿意,今后我们还会寄送更多;但愿这些信件能对收信之人有所益处。
Ἱλαρίῳ. Ἐμὲ δὲ τί οἴει πεπονθέναι, ἢ τίνα γνώμην ἐσχηκέναι, ἐπειδὴ ἐπεδήμησα μὲν τῷ Δαζιμῶνι, ἔμαθον δὲ ὀλίγαις ὕστερον ἡμέραις τῆς παρουσίας ἡμῶν ἐξεληλυθέναι σου τὴν λογιότητα; οὐ γὰρ μόνον διὰ τὸ ἐκ παιδὸς θαῦμα ὃ ἔσχον περὶ σέ, εὐθὺς ἀπὸ διατριβῶν αὐτῶν ἀεὶ πολλοῦ ἀξίαν ἐθέμην τὴν ὁμιλίαν σου, ἀλλὰ καὶ διὰ τὸ μηδὲν οὕτω σπουδαῖον εἶναι νῦν, ὡς φιλαλήθη ψυχὴν ὑγιὲς τῶν πραγμάτων τὸ κριτήριον κεκτημένην· ὅπερ ἡγούμεθα παρὰ σοὶ διασώζεσθαι. καὶ γὰρ τῶν λοιπῶν τοὺς πλείστους ὁρῶμεν, ὥσπερ ἐν ταῖς ἱπποδρομίαις, τοὺς μὲν ὡς τούτους, τοὺς δὲ ὡς ἐκείνους διῃρημένους, καὶ συνεκβοῶντας τοῖς στασιάζουσι. σὲ δὲ καὶ φόβου καὶ θεραπείας καὶ παντὸς ἀγεννοῦς πάθους ὑψηλότερον ὄντα, εἰκὸς ὀφθαλμῷ ὑγιαίνοντι καθορᾷν τὴν ἀλήθειαν. καὶ γὰρ αἰσθάνομαί σου μὴ παρέργως ἔχοντος πρὸς τὰ τῶν ἐκκλησιῶν, ὅπου γε καὶ πρὸς ἡμᾶς ἔπεμψάς τινα περὶ τούτων ἐπιστολήν, ὡς ἐν τοῖς ἔναγχος τούτοις ἐδήλους γράμμασιν, ἣν τίς ὁ παραλαβὼν ὥστε διακομίσαι, ἡδέως ἂν μάθοιμι,2 ὥστε εἰδέναι τὸν ἀδικήσαντα. οὐ γὰρ ἐνέτυχόν πω γράμμασι σοῖς πρὸς ἡμᾶς περὶ τούτων. Πόσου πότʼ ἂν οὖν οἴει πρίασθαί με τὴν ὁμιλίαν σου,3 ὑπὲρ τοῦ γνωρίσαι μέ σοι τὰ λυποῦντά με (φέρει γάρ, ὡς οἶσθα, καὶ τὸ ἐξειπεῖν ῥᾳστώνην τινὰ τοῖς ὀδυνωμένοις), ἀποκρίνασθαί τε περὶ τῶν ἐπιζητουμένων· οὐ γράμμασιν ἀψύχοις καταπιστεύσαντα, ἀλλʼ αὐτὸν δι’ ἐμαυτοῦ ἐναργῶς λέγοντα ἕκαστα, καὶ ἐπεξιόντα. οἱ γὰρ ἔμψυχοι λόγοι δραστικωτέραν ἔχουσι τὴν πειθώ· πρός τε τὸ εὐεπιχείρητον καὶ πρὸς συκοφαντίαν εὐάλωτον, οὐκέτι ὅμοιοι τοῖς γεγραμμένοις εἰσί. καὶ γὰρ οὐδὲν ἀτόλμητον λοιπὸν οὐδενί, ὅπου γε καὶ οἱ τὰ μέγιστα παρʼ ἡμῶν πιστευθέντες, οὓς ᾐσθανόμεθα μετὰ τῶν ἀνθρώπων ὁρῶντες, ὡς μεῖζόν τι ὄντας ἢ κατὰ ἄνθρωπον, οὗτοι κατεδέξαντο συγγράμματά τινος τὰ ὁποῖα δήποτε ὡς ἡμέτερα παραπέμπειν· καὶ ἐπʼ αὐτοῖς διαβάλλειν ταῖς ἀδελφότησιν, ὡς μηδὲν λοιπὸν τοῦ ἡμετέρου ὀνόματος φευκτότερον εἶναι τοῖς εὐλαβέσι. τὸ γὰρ ἀγνοηθῆναι γενόμενος ἐξ ἀρχῆς ἐπιτηδεύσας, ὡς οὐκ οἶδα εἴ τις ἄλλος τῶν ἐπεσκεμμένων τὴν ἀνθρωπίνην ἀσθένειαν, νῦν καθάπερ τὸ ἐναντίον προελόμενος πᾶσιν ἀνθρώποις γνώριμον ἐμαυτὸν καταστῆσαι, οὕτω πανταχοῦ γῆς, προσθήσω δὲ ὅτι καὶ θαλάσσης, διατεθρύλλημαι. οἵ τε γὰρ τὸν ἔσχατον ὅρον τῆς ἀσεβείας ἐπιτηδεύοντες, καὶ τὸ ἄθεον τῆς ἀνομοιότητος δόγμα ταῖς ἐκκλησίαις ἐπάγοντες, πρὸς ἐμὲ τὸν πόλεμον ἔχουσιν· οἵ τε τὴν μέσην ἐλαύνοντες, ὡς οἴονται, καὶ ἀπὸ μὲν τῶν αὐτῶν ἐκείνων ἀρχῶν ὡρμημένοι, τῇ δὲ τῶν λογισμῶν ἀκολουθίᾳ μὴ ἐφιέντες4 διὰ τὸ ὑπεναντίον ταῖς ἀκοαῖς τῶν πολλῶν, ἡμᾶς δυσχεραίνουσι καὶ πλύνουσι μὲν ταῖς λοιδορίαις, ἐφʼ ὅσον δύνανται, οὐδεμιᾶς δὲ ἀπέχονται τῆς ἐπιβουλῆς, εἰ καὶ ὅτι ὁ Κύριος ἀπράκτους αὐτῶν τὰς ἐγχειρήσεις ἐποίησε. ταῦτα πῶς οὐ λυπηρά; πῶς οὐχὶ ὀδυνηράν μοι τὴν ζωὴν κατασκευάζοντα; ὅς γε μίαν τίθεμαι τῶν κακῶν παραμυθίαν τὴν ἀσθένειαν τῆς σαρκός, ὑφʼ ἧς πέπεισμαι μὴ πολὺν χρόνον παραμένειν τῇ δυστήνῳ ταύτῃ ζωῇ. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Σὲ δὲ ἐπὶ τοῖς πάθεσι τοῦ σώματος παρακαλῶ μεγαλοφυῶς καὶ ἀξίως τοῦ καλέσαντος ἡμᾶς Θεοῦ διακεῖσθαι· ὃς ἐὰν ἴδῃ ἡμᾶς μετʼ εὐχαριστίας δεξαμένους τὰ παρόντα, ἢ ἐπανήσει τὰ λυποῦντα, ὡς ἐπὶ τοῦ Ἰώβ, ἢ τοῖς μεγάλοις στεφάνοις τῆς ὑπομονῆς ἀμείψεται ἐν τῇ μετὰ ταύτην τὴν ζωὴν ἡμῶν καταστάσει.
致希拉里乌斯。 当我抵达达齐蒙,得知博学的您在我们到来几天后已经离开时,您以为我遭受了怎样的打击,又怀有怎样的心绪呢?这不仅是因为我自幼对您怀有的钦佩之情,使我从求学时代起就一直极度珍视与您的交谈,更是因为如今没有任何事物比一颗热爱真理、对万事持有健全判断准则的心灵更为宝贵;而我们坚信,这正是保存在您身上的品质。因为我们看到其余的大多数人正如赛马场中的看客一样,分化为支持这一方或那一方的派系,与结党营私者一同喧嚣呼喊。然而,鉴于您超越了恐惧、阿谀以及一切卑劣的情欲,自当能以健全的眼光洞察真理。事实上,我察觉到您并未将教会的事务视为无关紧要之事,正如您在最近的这封信中所表明的那样,您甚至就这些事向我们寄出了一封信;究竟是谁受托传递此信,我很想知晓,以便查明那失职妄为之人。因为关于这些事,我至今尚未读到您致我们的信函。 那么,您认为我曾愿意付出多大的代价来换取与您的交谈呢?这既是为了向您倾诉令我痛苦之事(因为正如您所知,吐露心声也能给受痛苦折磨者带来某种舒缓),也是为了就所探问的事项作出解答——不是托付给没有生命的文字,而是由我本人亲口清晰地陈述并详述每一件事。因为活生生的言语具有更为有力的说服力;而在容易受到攻击和易于招致诽谤方面,它们绝不像书面文字那样脆弱。因为确实,如今对任何人来说已没有什么不敢妄为之事了,甚至连那些曾最受我们信任、在众人之中被我们视为超越常人的人,竟然也肯将某人无论怎样的著作冒充为我们的作品四处传播;并在各弟兄会中以此诋毁我们,以致在虔诚者看来,如今再没有什么比我们的名字更当避之不及的了。我自出世以来便致力于隐姓埋名,其恳切程度不亚于任何考察过人性软弱之人,如今却仿佛反其道而行之,立意要扬名天下一般,就这样在普天之下——我还要加上甚至在四海之上——被众人议论纷纷。因为那些推行极度不敬之恶行、将“非相似”这一无神论教义引入教会的人固然与我为敌;而那些自以为走中间路线的人,虽然从与那些人相同的原则出发,却因顾忌大众的视听而不敢顺从其推论的必然逻辑,他们同样憎恶我们,竭尽所能地用辱骂冲刷我们,并且不放弃任何阴谋暗算,纵然主使他们的企图化为了乌有。这些事怎能不令人痛心?又怎能不使我的生活充满痛苦呢?我唯独将肉体的软弱视为对这些苦难的慰藉,因这软弱使我确信,自己不会在这悲惨的生命中停留太久。这些事就谈到这里吧。 至于您,我劝勉您在肉体的苦患中,当以高尚且配得上召我们的上帝的胸怀来处之;祂若见我们存着感恩之心领受眼前的境遇,或将如对待约伯那样减轻患难,或将在我们来世的境遇中,以忍耐的崇高冠冕作为赏报赐予我们。
- 211ἡδίων ἐμαυτοῦ
比较级形容词与反身代词属格连用的习语,意为“比平时的自己更高兴”或“比往常更为开朗”。
- 212ἣν τίς ὁ παραλαβὼν ὥστε διακομίσαι, ἡδέως ἂν μάθοιμι
该结构中,关系代词 ἣν(指代前文的 ἐπιστολήν)置于句首,逻辑上从属于主句的潜在希求法(ἡδέως ἂν μάθοιμι),并与内嵌的间接疑问句(τίς ὁ παραλαβὼν...)交织在一起。
- 212Πόσου πότʼ ἂν οὖν οἴει πρίασθαί με τὴν ὁμιλίαν σου
Πόσου 为代价属格。思考动词 οἴει 后接带有 ἄν 的不定式 πρίασθαι,构成潜在语气(“您认为我曾愿意付出多大的代价买下……”);其后出现的分词 καταπιστεύσαντα、λέγοντα 和 ἐπεξιόντα 均作宾格,与不定式的逻辑主语 με 保持一致。
- 212τῇ δὲ τῶν λογισμῶν ἀκολουθίᾳ μὴ ἐφιέντες
动词 ἐφίημι 支配与格(τῇ ἀκολουθίᾳ),意为“不顺从/不降服于其推论的必然逻辑”,指那些不愿承认由其前提所必然推导出的结论的人。
