- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:210#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔驳斥了异端分子曲解寄给梅勒提乌斯与安提穆斯的书信及格列高利的对话篇以复活萨贝利乌斯主义谬误的行为,阐明确立各本体位格真实性的必要性,并告诫信徒防范其虚妄梦境的欺骗。
Ἤδη δὲ καὶ ἐν συντάγμασιν οἰκείοις κατεβάλοντο τοὺς λόγους τούτους, οὕσπερ καὶ ἀπέστειλαν πρῶτον τῷ ἀνθρώπῳ τοῦ Θεοῦ Μελετίῳ τῷ ἐπισκόπῳ, καὶ λαβόντες παρʼ αὐτοῦ τὰς προσηκούσας ἀποκρίσεις, ὡς αἱ τῶν τεράτων μητέρες ἐπαισχυνόμεναι τοῖς πηρώμασι τῆς φύσεως, οὕτω καὶ αὐτοὶ τὰς αἰσχρὰς ἑαυτῶν ὠδῖνας τῷ προσήκοντι σκότῳ κατακρύψαντες τιθηνοῦνται. καθῆκαν δέ τινα πεῖραν δι’ ἐπιστολῆς καὶ πρὸς τὸν ὁμόψυχον ἡμῶν Ἄνθιμον τὸν Τυάνων ἐπίσκοπον, ὡς ἄρα Γρηγορίου εἰπόντος1 ἐν ἐκθέσει Πίστεως, Πατέρα καὶ Υἱὸν ἐπινοίᾳ μὲν εἶναι δύο, ὑποστάσει δὲ ἕν. τοῦτο δὲ ὅτι οὐ δογματικῶς εἴρηται, ἀλλʼ ἀγωνιστικῶς2 ἐν τῇ πρὸς Αἰλιανὸν διαλέξει, οὐκ ἠδυνήθησαν συνιδεῖν οἱ ἐπὶ λεπτότητι τῶν φρενῶν ἑαυτοὺς μακαρίζοντες. ἐν ᾗ πολλὰ τῶν ἀπογραψαμένων ἐστὶ σφάλματα, ὡς ἐπʼ αὐτῶν τῶν λέξεων δείξομεν ἡμεῖς, ἐὰν ὁ Θεὸς θέλῃ. ἔπειτα μέντοι τὸν Ἕλληνα πείθων, οὐχ ἡγεῖτο χρῆναι ἀκριβολογεῖσθαι περὶ τὰ ῥήματα· ἀλλʼ ἔστιν ὅπη καὶ συνδιδόντα3 τῷ ἔθει τοῦ ἐναγομένου, ὡς ἂν μὴ ἀντιτείνοι πρὸς τὰ καίρια. διὸ δὴ καὶ πολλὰς ἂν εὕροις ἐκεῖ φωνάς, τὰς νῦν τοῖς αἱρετικοῖς μεγίστην ἰσχὺν παρεχομένας· ὡς τὸ κτίσμα, καὶ τὸ ποίημα, καὶ εἴ τι τοιοῦτον. πολλὰ δὲ καὶ περὶ τῆς πρὸς τὸν ἄνθρωπον συναφείας εἰρημένα, εἰς τὸν περὶ τῆς θεότητος ἀναφέρουσι λόγον οἱ ἀπαιδεύτως τῶν γεγραμμένων ἀκούοντες· ὁποῖόν ἐστι καὶ τοῦτο, τὸ παρὰ τούτων περιφερόμενον. εὖ γὰρ εἰδέναι χρή, ὅτι ὥσπερ ὁ τὸ κοινὸν τῆς οὐσίας μὴ ὁμολογῶν εἰς πολυθεΐαν ἐκπίπτει, οὕτως ὁ τὸ ἰδιάζον τῶν ὑποστάσεων μὴ διδοὺς εἰς τὸν Ἰουδαϊσμὸν ὑποφέρεται. δεῖ γὰρ τὴν διάνοιαν ἡμῶν οἱονεὶ ἐπερεισθεῖσαν ὑποκειμένῳ τινὶ καὶ ἐναργεῖς αὐτοῦ ἐντυπωσαμένην τοὺς χαρακτῆρας, οὕτως ἐν περινοίᾳ γενέσθαι τοῦ ποθουμένου. μὴ γὰρ νοήσαντες τὴν πατρότητα, μηδὲ περὶ ὃν ἀφώρισται τὸ ἰδίωμα τοῦτο ἐνθυμηθέντες, πῶς δυνατὸν Θεοῦ Πατρὸς ἔννοιαν παραδέξασθαι; οὐ γὰρ ἐξαρκεῖ διαφορὰς προσώπων ἀπαριθμήσασθαι, ἀλλὰ χρὴ ἕκαστον πρόσωπον ἐν ὑποστάσει ἀληθινῇ ὑπάρχον ὁμολογεῖν. ἐπεὶ τόν γε ἀνυπόστατον τῶν προσώπων ἀναπλασμὸν οὐδὲ ὁ Σαβέλλιος παρῃτήσατο, εἰπὼν τὸν αὐτὸν Θεόν, ἕνα τῷ ὑποκειμένῳ ὄντα, πρὸς τὰς ἑκάστοτε παραπιπτούσας χρείας μεταμορφούμενον, νῦν μὲν ὡς Πατέρα, νῦν δὲ ὡς Υἱόν, νῦν δὲ ὡς Πνεῦμα Ἅγιον διαλέγεσθαι. ταύτην πάλαι κατασβεσθεῖσαν τὴν πλάνην ἀνανεοῦνται νῦν οἱ τῆς ἀνωνύμου ταύτης αἱρέσεως ἐφευρεταί, οἱ τὰς ὑποστάσεις ἀθετοῦντες, καὶ τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀπαρνούμενοι. οὓς ἐὰν μὴ παύσωνται λαλοῦντες κατὰ τοῦ Θεοῦ ἀδικίαν, ὀδύρεσθαι χρὴ μετὰ τῶν ἀρνησιχρίστων. Ταῦτα ἀναγκαίως ὑμῖν διεστειλάμεθα, ἵνα τὰς ἀπὸ τῶν πονηρῶν διδαγμάτων βλάβας φυλάξησθε. τῷ ὄντι γάρ, εἰ χρὴ τὰς πονηρὰς διδασκαλίας τοῖς ὀλεθρίοις φαρμάκοις ἐξομοιοῦν, ὡς οἱ παρʼ ὑμῖν ὀνειροσκόποι φασί, ταῦτα ἐστι καὶ κώνειον, καὶ ἀκόνιτον, καὶ εἴ τι ἕτερον φάρμακον ἀνδροφόνον. ταῦτα ψυχῶν δηλητήρια, οὐχ οἱ ἡμέτεροι λόγοι, ἅπερ αἱ οἰνόπληκτοι μήνιγγες ἐκβοῶσι, πολυφάνταστοι οὖσαι διὰ τὸ πάθος· οὕς εἴπερ ἐσωφρόνουν, ἐχρῆν εἰδέναι,4 ὅτι ταῖς ἀχράντοις καὶ πάσης κηλῖδος κεκαθαρμέναις ψυχαῖς τὸ προφητικὸν ἐναυγάζει χάρισμα. οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς προειλημμένην μερίμναις καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσι δυνατὸν ὑποδέξασθαι τοῦ Ἁγίου Πνεύματος τὰς ἐλλάμψεις. οὐ γὰρ πᾶν ἐνύπνιον εὐθὺς προφητεία, ὥς φησι Ζαχαρίας· κύριος ἐποίησε φαντασίαν, καὶ ὑετὸν χειμερινόν, διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν. οὗτοι δὲ κἀκεῖνο ἀγνοοῦσιν, οἱ κατὰ τὸν Ἠσαΐαν ἐνυπνιαζόμενοι καὶ κοίτην φιλοῦντες νυστάξαι, ὅτι πολλάκις ἐνέργεια πλάνης ἀποστέλλεται ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. καὶ ἔστι πνεῦμα ψευδές, ὃ ἐν τοῖς ψευδοπροφήταις γενόμενον τὸν Ἀχαὰβ ἐξηπάτησε. ταῦτα εἰδότες, ἔδει μὴ τοσοῦτον ὑπεραρθῆναι, ὥστε ἑαυτοῖς προφητείαν προσμαρτυρεῖν, οἵ γε δείκνυνται καὶ τοῦ οἰωνοσκόπου Βαλαὰμ τῆς ἀκριβείας ἀπολειπόμενοι. ὃς ὑπὸ τοῦ βασιλέως τῶν Μωαβιτῶν ἐπὶ μεγίσταις δωρεαῖς μετακληθείς, οὐκ ἠνέσχετο ἀφεῖναι φωνὴν παρὰ τὸ βούλημα τοῦ Θεοῦ, οὐδὲ ἀράσασθαι τὸν Ἰσραήλ, ὃν οὐκ ἀρᾷται Κύριος. εἰ μὲν οὖν ταῖς ἐντολαῖς τοῦ Κυρίου αἱ κατὰ τὸν ὕπνον αὐτῶν φαντασίαι συντρέχουσιν, ἀρκείσθωσαν τοῖς Εὐαγγελίοις, οὐδεμιᾶς βοηθείας ἐκ τῶν ὀνείρων εἰς τὴν ἀξιοπιστίαν προσδεομένοις· εἰ δὲ ὁ μὲν Κύριος τὴν ἑαυτοῦ εἰρήνην ἀφῆκεν ἡμῖν, καὶ ἐντολὴν καινὴν ἔδωκεν ἡμῖν, ἵνα ἀγαπῶμεν ἀλλήλους, τὰ δὲ ὀνείρατα μάχην καὶ διάστασιν καὶ ἀγάπης ἀφανισμὸν ὑφηγεῖται, μὴ διδότωσαν καιρὸν τῷ διαβόλῳ διὰ τοῦ ὕπνου ταῖς ψυχαῖς αὐτῶν ἐπιβαίνειν, μηδὲ κυριώτερα ποιείτωσαν τὰ παρʼ ἑαυτῶν φαντάσματα τῶν σωτηρίων διδαγμάτων.
他们甚至已经将这些言论载入了自己的著述之中,并首先将它们寄给了属上帝之人梅勒提乌斯主教;在收到他应有的答复之后,正如怪胎的母亲对天生的残疾感到羞耻一样,他们也将自己可耻的分娩所产之物隐藏在应有的黑暗中暗自哺乳。他们还通过书信向与我们同心的蒂亚纳主教安提穆斯进行试探,声称格列高利在信仰陈述中曾说,父与子在思惟上为二,但在自立存在上为一。然而,那些因思维敏锐而自鸣得意的人却未能领会,这并非教理性的陈述,而是在反驳埃利安的对话中所作的论战之语。如果上帝愿意,正如我们将根据原话所表明的那样,在这篇对话中有许多抄写者的错误。况且在劝服希腊人时,他并不认为必须在字句上咬文嚼字,反而在某种程度上顺应受训导者的习惯,以免对方在关键问题上产生抵触。因此,你在那里确实能找到许多如今给异端分子提供极大依凭的词句,诸如“受造物”与“制作之物”以及诸如此类的表述。那些未经训练而听闻经卷的人,往往将许多论及与人性联合的言论归入关于神性的讨论;如今被他们四处传播的言论也正属此类。因为人们应当切实明白,正如不承认本体的共通性会陷入多神论一样,不承认诸自立存在的独特性也会被卷入犹太教之中。因为我们的理智必须仿佛依托于某个基体,并将其清晰的特征铭刻于己,方能形成对所探求之物的完备认知。因为若不领会父性,也不深思这一特质专属于谁,又怎能接受父上帝的概念呢?仅罗列位格的区别是不足够的,必须承认每个位格都实存于真实的自立存在之中。因为哪怕是萨贝利乌斯也未曾拒绝过那毫无自立存在的位格编造,他说同一位上帝在基体上为一,却根据各次出现的需要变换形态,有时作为父、有时作为子、有时作为圣灵与人对话。如今,这一早已被扑灭的谬论正被这无名异端的发明者们重新拾起,他们废弃诸自立存在,并否认上帝之子的名。他们若不止息对上帝说不义之言,便应当与弃绝基督者一同受悲悼。 我们向你们作出这些必要的吩咐,是为了让你们防范邪恶教训所带来的危害。因为诚然,若真如你们那里的解梦者所言,应当将恶毒的教训比作致命的毒药,那么这些说法才是毒芹、乌头草以及任何其他杀人的毒药。这些才是灵魂的鸩毒,绝非我们的话语;而他们那些受酒精击打的脑膜因其病态而充满妄想,才大声呼叫出这些话。他们若是清醒,本该知晓预言的恩赐只会照亮纯洁无瑕、洗净了一切污秽的灵魂。因为正如污秽的镜子不可能映照出影像,一颗被世俗忧虑所占据、被肉体意念所生之情欲所遮蔽的灵魂,也绝不可能领受圣灵的光照。并非所有的梦境都径直成为预言,正如撒迦利亚所说:“耶和华制造幻象与冬雨,因为占卜者所说的是劳苦,梦境所讲的是假话。”而这些正如以赛亚所言“做梦且喜爱躺卧打盹的人”,竟不知常常有错谬的运行被差遣到悖逆之子身上,亦不知有谎言的灵进入假先知之中欺骗了亚哈。他们若明晓这些,本不该狂妄自大到为自己作证拥有预言,他们显出自己甚至连占卜者巴兰的严谨都未能企及。巴兰虽被摩押王以厚礼召请,却不敢违背上帝的旨意发出一言,亦不敢咒诅耶和华所未咒诅的以色列。因此,若他们在梦中的幻象与主的诫命相合,就当满足于福音书,因为福音的可靠性绝不需要梦境的协助;但若主留给我们祂自己的平安,并赐给我们彼此相爱的新诫命,而梦境却引致争斗、分裂与爱心的消亡,他们便不可给魔鬼留出趁睡眠踏入他们灵魂的机会,亦不可使出于他们自身的幻象凌驾于拯救的教训之上。
- 210ὡς ἄρα Γρηγορίου εἰπόντος
连词 ὡς 与小辞 ἄρα 结合属格独立结构(Γρηγορίου εἰπόντος),以批判和转述的口吻引出论敌的主张或借口(“声称格列高利曾说……”)。这表明该说法是对立方的片面主张,而非既定事实。
- 210τοῦτο δὲ ὅτι οὐ δογματικῶς εἴρηται, ἀλλʼ ἀγωνιστικῶς
句首的 τοῦτο 是前置的指示代名词,用以先指并强调后随的 ὅτι 从句(先取/同位语)。整个句子的主干为:主句主语与动词 οἱ ἐπὶ λεπτότητι τῶν φρενῶν ἑαυτοὺς μακαρίζοντες(主语) οὐκ ἠδυνήθησαν συνιδεῖν(谓语)统领前置的宾语 τοῦτο ὅτι...(“未能领会这一点,即……”)。
- 210ἀλλʼ ἔστιν ὅπη καὶ συνδιδόντα
ἔστιν ὅπη 是习语性副词短语,意为“在某种程度上”或“在某些方面”。现在分词 συνδιδόντα 为阳性单数宾格,与前文不定式结构(χρῆναι ἀκριβολογεῖσθαι)中未明言的逻辑主语(格列高利)一致,表示“在某种程度上作出让步”。
- 210οὕς εἴπερ ἐσωφρόνουν, ἐχρῆν εἰδέναι
非真实条件句(与现在事实相反的假定)。主句谓语 ἐχρῆν 是表示义务的未完成过去时无人称动词,通常不加小辞 ἄν 即可表达未实现的当为(“本应当知晓,但事实并非如此”)。关系代词 οὕς 指代前文的异端者,充当不定式 εἰδέναι 的宾格主语(逻辑主语)。
