- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:207#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔论证了批评者所指责的夜间唱诗与轮唱方式符合各普世教会的惯例,并揭露了新凯撒利亚人借大格列高利之名纠缠于外在形式、却背弃其福音美德并企图篡改三位一体教理的虚伪面目。
Πρὸς δὲ τὸ ἐπὶ ταῖς ψαλμῳδίαις ἔγκλημα, ᾧ μάλιστα πρὸς ἁπλουστέρους φοβοῦσιν1 οἱ διαβάλλοντες ἡμᾶς, ἐκεῖνο εἰπεῖν ἔχω· ὅτι τὰ νῦν κεκρατηκότα ἔθη πάσαις ταῖς τοῦ Θεοῦ ἐκκλησίαις συνῳδά ἐστι καὶ σύμφωνα. ἐκ νυκτὸς γὰρ ὀρθρίζει παρʼ ἡμῖν ὁ λαὸς ἐπὶ τὸν οἶκον τῆς προσευχῆς, καὶ ἐν πόνῳ καὶ θλίψει καὶ συνοχῇ δακρύων ἐξομολογούμενοι τῷ Θεῷ, τελευταῖον ἐξαναστάντες τῶν προσευχῶν εἰς τὴν ψαλμῳδίαν καθίστανται. καὶ νῦν μὲν διχῆ διανεμηθέντες ἀντιψάλλουσιν ἀλλήλοις, ὁμοῦ μὲν τὴν μελέτην τῶν λογίων ἐντεῦθεν κρατύνοντες, ὁμοῦ δὲ καὶ τὴν προσοχὴν καὶ τὸ ἀμετεώριστον τῶν καρδιῶν ἑαυτοῖς διοικούμενοι· ἔπειτα πάλιν ἐπιτρέψαντες ἑνὶ κατάρχειν τοῦ μέλους, οἱ λοιποὶ ὑπηχοῦσι· καὶ οὕτως ἐν τῇ ποικιλίᾳ τῆς ψαλμῳδίας τὴν νύκτα διενεγκόντες, μεταξὺ προσευχόμενοι, ἡμέρας ἤδη ὑπολαμπούσης πάντες κοινῇ, ὡς ἐξ ἑνὸς στόματος καὶ μιᾶς καρδίας, τὸν τῆς ἐξομολογήσεως ψαλμὸν ἀναφέρουσι τῷ Κυρίῳ, ἴδια ἑαυτῶν ἕκαστος τὰ ῥήματα τῆς μετανοίας ποιούμενοι. ἐπὶ τούτοις λοιπὸν εἰ ἡμᾶς ἀποφεύγετε, φεύξεσθε μὲν Αἰγυπτίους, φεύξεσθε δὲ καὶ Λίβυας ἀμφοτέρους, Θηβαίους, Παλαιστίνους, Ἄραβας, Φοίνικας, Σύρους, καὶ τοὺς πρὸς τῷ Εὐφράτῃ κατῳκισμένους, καὶ πάντας ἁπαξαπλῶς, παρʼ οἷς ἀγρυπνίαι καὶ προσευχαὶ καὶ αἱ κοιναὶ ψαλμῳδίαι τετίμηνται. Ἀλλʼ οὐκ ἦν, φησί, ταῦτα ἐπὶ τοῦ μεγάλου Γρηγορίου. ἀλλʼ οὐδὲ αἱ λιτανεῖαι ἃς ὑμεῖς νῦν ἐπιτηδεύετε. καὶ οὐ κατηγορῶν ὑμῶν λέγω· ηὐχόμην γὰρ πάντας ὑμᾶς ἐν δάκρυσι ζῇν καὶ μετανοίᾳ διηνεκεῖ. ἐπεὶ καὶ ἡμεῖς οὐδὲν ἕτερον ἢ λιτανεύομεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· πλὴν ὅσον οὐκ ἀνθρωπίνοις ῥήμασιν, ὥσπερ ὑμεῖς, ἀλλὰ τοῖς λογίοις τοῦ Πνεύματος τὸν Θεὸν ἡμῶν ἐξιλεούμεθα. ὅτι δὲ οὐκ ἦν ταῦτα ἐπὶ τοῦ θαυμαστοῦ Γρηγορίου, τίνας ἔχετε μάρτυρας, οἵ γε οὐδὲν τῶν ἐκείνου μέχρι νῦν διεσώσασθε; Γρηγόριος οὐ κατεκαλύπτετο ἐπὶ τῶν προσευχῶν. πῶς γάρ; ὅ γε τοῦ ἀποστόλου γνήσιος μαθητὴς τοῦ εἰπόντος· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων2 καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· καί, Ἀνὴρ μὲν οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν αὐτοῦ, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. ἔφευγε τοὺς ὅρκους ἡ καθαρὰ ἐκείνη ψυχή, καὶ ἀξία τῆς τοῦ ἁγίου Πνεύματος κοινωνίας, ἀρκουμένη τῷ ναὶ καὶ τῷ οὔ, διὰ τὸ πρόσταγμα τοῦ Κυρίου τοῦ εἰπόντος· Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως. οὐκ ἠνείχετο εἰπεῖν τὸν ἑαυτοῦ ἀδελφὸν μωρὸν ἐκεῖνος· ἐφοβεῖτο γὰρ τὴν ἀπειλὴν τοῦ Κυρίου. θυμὸς καὶ ὀργὴ καὶ πικρία ἐκ τοῦ στόματος ἐκείνου οὐκ ἐξεπορεύετο. λοιδορίαν ἐμίσει ὡς εἰς βασιλείαν οὐρανῶν οὐκ εἰσάγουσαν. φθόνος καὶ ὑπερηφάνεια τῆς ἀδόλου ψυχῆς ἐκείνης ἀπελήλατο. οὐκ ἂν παρέστη τῷ θυσιαστηρίῳ, πρὶν καταλλαγῆναι τῷ ἀδελφῷ.3 ψευδῆ λόγον καὶ τεχνικὸν ἐπὶ διαβολῇ τινων μεμηχανημένον οὕτως ἐβδελύττετο, ὡς εἰδὼς ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου γεγένηται, καὶ ὅτι Κύριος ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. τούτων εἰ μηδέν ἐστιν ἐν ὑμῖν, ἀλλὰ καθαρεύετε πάντων, τῷ ὄντι ἐστὲ μαθηταὶ τοῦ μαθητοῦ τῶν ἐντολῶν τοῦ Κυρίου. εἰ δὲ μή, σκοπεῖτε μὴ τὸν κώνωπα διυλίζετε,4 περὶ μὲν ἤχου φωνῆς τοῦ κατὰ τὰς ψαλμῳδίας ἀκριβολογούμενοι, τὰς δὲ μεγίστας τῶν ἐντολῶν παραλύοντες. εἰς τούτους με τοὺς λόγους ἤγαγεν ἡ ἀνάγκη τῆς ἀπολογίας, ἵνα διδαχθῆτε ἐκβάλλειν τὴν δοκὸν τῶν ὀφθαλμῶν ὑμῶν, καὶ τότε ἐξαίρειν τὰ ἀλλότρια κάρφη. πλὴν ἀλλὰ πάντα συγχωροῦμεν, εἰ καὶ ὅτι οὐδὲν ἀνεξέταστον παρὰ τῷ Θεῷ. μόνον ἐρρώσθω τὰ προηγούμενα, καὶ τὰς περὶ τὴν πίστιν καινοτομίας κατασιγάσατε. τὰς ὑποστάσεις μὴ ἀθετεῖτε. τὸ ὄνομα τοῦ Χριστοῦ μὴ ἀπαρνεῖσθε. τὰς τοῦ Γρηγορίου φωνὰς μὴ παρεξηγεῖσθε. εἰ δὲ μή, ἕως ἂν ἐμπνέωμεν καὶ δυνώμεθα φθέγγεσθαι, ἀμήχανον ἡμᾶς ἐπὶ τοσαύτῃ λύμῃ ψυχῶν σιωπᾷν.
针对关于唱诗的指控——中伤我们的人正是以此特别恐吓纯朴之人——我可以说这一点:即如今通行的习俗与上帝的众教会是协调一致的。因为在我们这里,信众从夜间起便清早前往祈祷之所,在劳苦、患难和眼泪的哀痛中向上帝认罪,最后从祈祷中起身转向唱诗。他们有时分成两队,彼此轮唱,藉此一方面深化对圣言的默想,另一方面也使自己的心灵保持专注而不浮躁;接着他们又委托一人领唱,其余的人随声应和。他们就这样在多样的唱诗中度过夜晚,其间穿插着祈祷,直到天色微明时,所有人都一同如同一口一心,向主献上认罪的诗篇,每个人都使忏悔之言成为自己由衷之语。因此,若因这些事你们疏远我们,你们就当疏远埃及人,疏远两利比亚人、底比斯人、巴勒斯坦人、阿拉伯人、腓尼基人、叙利亚人,以及居住在幼发拉底河畔的人,简言之,疏远所有重视彻夜守祷、祈祷和共同唱诗的人。 有人说:“但在大格列高利的时代并没有这些事。”然而,你们如今所行的连祷也同样未曾有过!我说这话并非为了指责你们;因为我曾祈求你们众人都生活在眼泪与不绝的悔改之中。因为我们也无非是在为我们的罪过行连祷,唯一的区别只在于我们并非像你们那样使用人的言语,而是以圣灵的圣言来求告我们的上帝息怒。但关于这些在奇妙的格列高利时代未曾有过的说法,你们有什么见证人呢——你们这些人直至如今甚至连他的遗范都未曾保存任何一点!格列高利在祈祷时不蒙头。怎能蒙头呢?他乃是那位使徒的真正门徒,使徒曾说:“凡男人祷告或讲道,若头顶覆物,就是羞辱自己的头”;又说:“男人本不该蒙头,因为他是上帝的形象和荣耀。”那纯洁且配与圣灵相通的灵魂远离誓言,只满足于“是”与“否”,因为那位主曾命令说:“只是我告诉你们,什么誓都不可起。”那个人不能容忍称自己的弟兄为蠢人,因他惧怕主的威吓。忿怒、恼恨与毒辣未曾从那口中发出。他憎恶谩骂,视其为不能领人进入天国之物。嫉妒与骄傲早已从那纯全的灵魂中被驱除。在与弟兄和好之前,他绝不肯侍立在祭坛前。对于捏造用以毁谤他人的虚假与机巧之词,他极尽厌弃,深知谎言出于魔鬼,且主必灭绝一切说谎话的人。若这些事在你们中间毫无踪影,而你们在一切事上都是洁净的,那你们就真是主的诫命之门徒的门徒了。若非如此,你们当省察自己是否正在滤出牛虻,在唱诗的声音语调上过分苛求,却废弃了诫命中最大的事。申辩的紧迫性迫使我说出这些话,好使你们受教,先除掉自己眼中的梁木,然后才能除去他人的刺。然而,尽管在上帝面前没有任何事不受查问,我们仍宽宥这一切。只要根本之事得以确立,并请平息有关信仰的新奇之举。不要废弃位格;不要否认基督之名;不要曲解格列高利的言论。若不然,只要我们尚存一口气且还能发声,面对灵魂遭受如此重大的毁坏,我们是绝不可能保持沉默的。
- 207ᾧ μάλιστα πρὸς ἁπλουστέρους φοβοῦσιν
关系代词ᾧ为方式或工具与格(“借此”),先行词为τὸ ἐπὶ ταῖς ψαλμῳδίαις ἔγκλημα。动词φοβοῦσιν(“使恐慌、恐吓”)通常接宾格,在此处与介词短语πρὸς ἁπλουστέρους(“对较为纯朴的人”)连用,表示以此指控在质朴信众中制造恐慌。
- 207κατὰ κεφαλῆς ἔχων
引用自《哥林多前书》11:4的惯用句。κατὰ κεφαλῆς(“自头上垂下”)与分词ἔχων(“带有[蒙头之物]”)搭配,构成表示“蒙头”或“头上有覆物”的定型表达,后文的κατακαλύπτεσθαι τὴν κεφαλήν即为其同义解释。
- 207οὐκ ἂν παρέστη τῷ θυσιαστηρίῳ, πρὶν καταλλαγῆναι τῷ ἀδελφῷ
由ἄν与不定过去时直陈式(παρέστη)结合构成的句式。形式上可视为过去虚拟(“他本不会立于”),但在描述格列高利一贯品行的语境中,表过去习惯或坚决态度(“他在与弟兄和好之前,决不会侍立于坛前”)。从属从句由πρίν搭配不定过去时被动不定词(καταλλαγῆναι)构成,意为“在与弟兄和好之前”。
- 207σκοπεῖτε μὴ τὸν κώνωπα διυλίζετε
由表示警惕的命令式(σκοπεῖτε)引导、后接μή与现在时直陈式(διυλίζετε)的从属从句。与表示将来预防的虚拟式不同,接直陈式强调对当前已在发生之现实状态的担忧或反省:“当心你们是否正在滤出牛虻”。
