← 该撒利亚的巴西流

书信集

§208-209

致欧兰奇乌与友人的信:重续通信与辩解

在第208封信中,巴西尔敦促长久沉默的欧兰奇乌恢复通信并坚守友谊;在第209封信中,他赞赏一位无名友人与他同甘共苦的忠诚,并欣然接纳对方因书信稀疏而提出的朋友式的指责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§208

Εὐλαγκίῳ. Μακρὸν ἀπεσιώπησας χρόνον, καὶ ταῦτα λαλίστατος ὤν,1 καὶ μελέτην τοῦτο καὶ τέχνην ποιησάμενος ἀεί τι λαλεῖν καὶ σεαυτὸν δεικνύναι διὰ τῶν λόγων. ἀλλʼ ἔοικεν ἡ Νεοκαισάρεια αἰτία εἶναί σοι τῆς πρὸς ἡμᾶς σιωπῆς. καὶ ἐοίκαμεν ἀντὶ χάριτος δέχεσθαι τὸ μὴ μνημονεύεσθαι παρὰ τοῖς αὐτοῦ· ἐπειδὴ ἡμῖν ἡ μνήμη οὐκ ἀγαθή ἐστιν, ὡς ὁ τῶν ἀκουόντων λόγος. ἀλλὰ σὺ πάλαι τῶν μισουμένων ἦσθα δι’ ἡμᾶς, οὐ τῶν δι’ ἑτέρους ἡμᾶς μισεῖν ἀνεχομένων. ὁ αὐτὸς τοίνυν ἔσο, καὶ ἐπιστέλλων οὗπερ ἂν ᾖς, καὶ μεμνημένος ἡμῶν τὰ εἰκότα, εἴ τί σοι μέλει τοῦ δικαίου. δίκαιον δήπου τῆς ἀγάπης τοῖς ἴσοις ἀμείβεσθαι τοὺς ὑπάρξαντας.2

致欧兰奇乌。 你沉默了许久,况且你本是最善言辞之人,并一直将不断言说、借言语展现自己视为练习与技艺。然而看来涅奥凯撒利亚正是你对我们保持沉默的原因。我们似乎也把在当地人中不被提及当作一种恩惠来领受,因为据听闻者所言,我们在那里的声名并不好。但你从前就是因我们的缘故遭人怨恨的人,而不是那些因别人的缘故甘于憎恨我们的人。因此,愿你始终如一:无论身在何处都来信致意,若你对正义尚有几分顾念,便以合宜的方式记念我们。回报那些先行施爱之人以同等的爱,这原是理所当然的。

§209

Ἀνεπίγραφος ἐπὶ ἀπολογίᾳ. Συνεκληρώθης ταῖς λύπαις καὶ τοῖς ὑπὲρ ἡμῶν ἀγῶσι. τοῦτο δὲ ἀπόδειξιν ἔχει νεανικῆς ψυχῆς. ὁ γὰρ τὰ ἡμέτερα οἰκονομῶν Θεὸς τοῖς τὰ μεγάλα διαφέρειν δυναμένοις ἀγωνίσματα μείζονας ὑποθέσεις εὐδοκιμήσεων προξενεῖ. καὶ σὺ τοίνυν βάσανον τῆς περὶ τοὺς φίλους ἀρετῆς, ὥσπερ τὴν κάμινον τῷ χρυσίῳ, τὸν σαυτοῦ βίον προέθηκας. εὐχόμεθα οὖν τῷ Θεῷ καὶ τοὺς λοιποὺς βελτίους γενέσθαι, καί σε ὅμοιον ἑαυτῷ διαμεῖναι, καὶ τὰ τοιαῦτα ἐγκαλοῦντα μὴ παύσασθαι, οἷα νῦν ἐνεκάλεσας, τὴν τῶν γραμμάτων ἔνδειαν ἀντὶ μεγίστης ἀδικίας ἡμῖν προφέρων. φίλου γὰρ τὸ ἔγκλημα, καὶ ἀνάμενε τῷ τὰ τοιαῦτα ἀπαιτεῖν ὀφλήματα.3 οὐ γὰρ οὕτω τις ἄτοπός εἰμι φιλίας χρήστης.

无题:关于申辩。 你分担了我们的忧患,参与了为我们而战的斗争;这显出了英勇灵魂的凭据。因为掌管我们境遇的上帝,正是为那些能承受巨大拼搏的人预备了获取更大声誉的机会。因此,你也正如炉火于黄金一般,献出自己的生命作为对待朋友之德行的试金石。所以我们向上帝祈求,既愿其余之人变得更好,又愿你始终保持本色,不停止像如今这样责备,将缺少书信当作最大的不公来指责我们。因为这是朋友特有的责难;请继续索要这样的债务吧,因为在友谊之事上,我并非如此不讲道理的债务人。

语法注3 条
  1. 208καὶ ταῦτα λαλίστατος ὤν

    短语 καὶ ταῦτα 与分词 ὤν 连用,是表示让步或强调性伴随情况的惯用句式(“况且是在……之时 / 尽管是……”),以此突出收信人素善雄辩与如今长久沉默之间的对比。

  2. 208τῆς ἀγάπης τοῖς ἴσοις ἀμείβεσθαι τοὺς ὑπάρξαντας

    动词 ὑπάρχω 搭配属格 τῆς ἀγάπης,具有“在……上倡导、率先做出”的固定用法。实质化分词 τοὺς ὑπάρξαντας 作 ἀμείβεσθαι 的直接宾格宾语,并由手段与格 τοῖς ἴσοις 修饰,意为“以同等之物回报那些率先示爱的人”。

  3. 209ἀνάμενε τῷ τὰ τοιαῦτα ἀπαιτεῖν ὀφλήματα

    祈使语气动词 ἀνάμενε(“坚持”、“立足”、“等待”)搭配冠词定语化的与格不定词短语 τῷ ... ἀπαιτεῖν,表示坚持某种行动(“继续/坚持索要此类债务”)。这一用法与紧接着出现的比喻——自称并非不讲理的友谊之债务人(χρήστης)——紧密相连。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:208-209