← 该撒利亚的巴西流

书信集

§207#1

警戒异端及对禁欲操练与赞美诗歌唱的辩护

巴西尔敦促新凯撒利亚的教职人员警惕那些重提萨贝利乌斯和马尔凯鲁斯异端教理的领袖,并针对指控其赞美诗唱法与禁欲修道生活的诽谤进行驳斥,辩护真正的敬虔操练。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§207#1

Τοῖς κατὰ Νεοκαισάρειαν κληρικοῖς. Ἡ μὲν συμφωνία τοῦ καθʼ ἡμῶν μίσους, καὶ τὸ μέχρις ἑνὸς πάντας ἀκολουθῆσαι τῷ προεστῶτι τοῦ καθʼ ἡμῶν πολέμου, ἔπειθέ με ὁμοίως ἀποσιωπᾷν πρὸς ἅπαντας, καὶ μήτε γράμματος φιλικοῦ μήτε τινὸς ὁμιλίας κατάρχειν, ἀλλʼ ἐν ἡσυχίᾳ πέττειν τὴν ἐμαυτοῦ λύπην· ἐπειδὴ δὲ χρὴ πρὸς τὰς διαβολὰς μὴ ἀποσιωπᾷν, οὐχ ἵνα διὰ τῆς ἀντιλογίας ἡμᾶς αὐτοὺς ἐκδικῶμεν, ἀλλʼ ἵνα μὴ συγχωρήσωμεν εὐοδωθῆναι τῷ ψεύδει καὶ τοὺς ἠπατημένους μὴ ἐναφῶμεν τῇ βλάβῃ, ἀναγκαῖον ἐφάνη μοι καὶ τοῦτο προθεῖναι τοῖς πᾶσι, καὶ ἐπιστεῖλαι ὑμῶν τῇ συνέσει, εἰ καὶ ὅτι1 πρώην κοινῇ παντὶ τῷ πρεσβυτερίῳ γράψας, οὐδεμιᾶς παρʼ ὑμῶν ἀποκρίσεως ἠξιώθην. μὴ κολακεύετε, ὦ ἀδελφοί, τοὺς τὰ πονηρὰ δόγματα ταῖς ψυχαῖς ὑμῶν ἐπάγοντας· μηδὲ καταδέξησθε περιορᾷν ἐν γνώσει ὑμετέρᾳ τὸν λαὸν τοῦ Θεοῦ διὰ τῶν ἀσεβῶν διδαγμάτων καταστρεφόμενον. Σαβέλλιος ὁ Λίβυς καὶ Μάρκελλος ὁ Γαλάτης μόνοι ἐκ πάντων ἐτόλμησαν καὶ διδάξαι ταῦτα καὶ γράψαι, ἅπερ νῦν παρʼ ὑμῖν ὡς ἴδια ἑαυτῶν εὑρήματα ἐπιχειροῦσι προφέρειν οἱ καθηγούμενοι τοῦ λαοῦ, βαμβαίνοντες τῇ γλώσσῃ, καὶ οὐδὲ εἰς πιθανὴν κατασκευὴν ἄγειν τὰ σοφίσματα ταῦτα καὶ τοὺς παραλογισμοὺς ἐξαρκοῦντες. οὗτοι ῥητὰ καὶ ἄρρητα2 καθʼ ἡμῶν δημηγοροῦσι, καὶ πάντα τρόπον τὰς συντυχίας ἡμῶν ἐκκλίνουσι. τίνος ἕνεκεν; οὐχὶ τὸν ἐπὶ τοῖς πονηροῖς δόγμασιν ἑαυτῶν ἔλεγχον ὑφορώμενοι; οἵ γε ἐπὶ τοσοῦτον ἡμῶν κατηναισχύντησαν, ὥστε καὶ ὀνείρους τινὰς ἐφʼ ἡμᾶς συμπλάσαι, διαβάλλοντες ἡμῶν τὰς διδασκαλίας ὡς βλαβεράς· οἳ κἂν πάντα τὰ τῶν φυλλοχόων μηνῶν φαντάσματα ταῖς ἑαυτῶν κεφαλαῖς ὑποδέξωνται, οὐδεμίαν ἡμῖν βλασφημίαν δυνήσονται προστρίψασθαι, πολλῶν ὄντων τῶν ἐφʼ ἑκάστης ἐκκλησίας μαρτυρούντων τῇ ἀληθείᾳ. Κἂν τὴν αἰτίαν ἐρωτηθῶσι τοῦ ἀκηρύκτου τούτου καὶ ἀσπόνδου πολέμου, ψαλμοὺς λέγουσι καὶ τρόπον μελῳδίας τῆς παρʼ ὑμῖν κεκρατηκυίας συνηθείας παρηλλαγμένον, καὶ τοιαῦτά τινα, ἐφʼ οἷς ἐχρῆν αὐτοὺς ἐγκαλύπτεσθαι. ἐγκαλούμεθα δέ, ὅτι καὶ ἀνθρώπους ἔχομεν τῆς εὐσεβείας ἀσκητάς, ἀποταξαμένους τῷ κόσμῳ καὶ πάσαις ταῖς βιωτικαῖς μερίμναις, ἃς ἀκάνθαις παρεικάζει ὁ Κύριος, εἰς καρποφορίαν ἐλθεῖν τὸν λόγον μὴ συγχωρούσαις. οἱ τοιοῦτοι τὴν νεκρότητα τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρουσι· καὶ ἄραντες τὸν ἑαυτῶν σταυρὸν ἕπονται τῷ Θεῷ. ἐγὼ δὲ παντὸς ἂν τιμησαίμην τοῦ ἐμαυτοῦ βίου,3 ἐμὰ εἶναι τὰ ἀδικήματα ταῦτα, καὶ ἔχειν ἄνδρας παρʼ ἐμαυτῷ, ὑπʼ ἐμοὶ διδασκάλῳ, τὴν ἄσκησιν ταύτην προελομένους. νῦν δὲ ἐν Αἰγύπτῳ μὲν ἀκούω τοιαύτην εἶναι ἀνδρῶν ἀρετήν· καὶ τάχα τινὲς καὶ ἐπὶ τῆς Παλαιστίνης τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν κατορθοῦσιν. ἀκούω δέ τινας καὶ ἐπὶ τῆς Μέσης τῶν ποταμῶν τελείους καὶ μακαρίους ἄνδρας. ἡμεῖς δὲ παῖδές ἐσμεν πρός γε τὴν τῶν τελείων σύγκρισιν. εἰ δὲ καὶ γυναῖκες εὐαγγελικῶς ζῇν προελόμεναι, παρθενίαν μὲν γάμου προτιμῶσαι, δουλαγωγοῦσαι δὲ τὸ φρόνημα τῆς σαρκός, καὶ ἐν πένθει ζῶσαι τῷ μακαριζομένῳ, μακάριαι τῆς προαιρέσεως,4 ὅπου ἂν ὦσι τῆς γῆς. παρὰ δὲ ἡμῖν μικρὰ ταῦτα, στοιχουμένων ἔτι καὶ εἰσαγομένων πρὸς τὴν εὐσέβειαν.5 εἰ δέ τινα ἀκοσμίαν τῷ βίῳ τῶν γυναικῶν ἐπιφέρουσιν, ἀπολογεῖσθαι μὲν ὑπὲρ αὐτῶν οὐ καταδέχομαι· ἐκεῖνο δὲ ὑμῖν διαμαρτύρομαι, ὅτι ἃ μέχρι νῦν ὁ Σατανᾶς ὁ πατὴρ τοῦ ψεύδους εἰπεῖν οὐ κατεδέξατο, ταῦτα αἱ ἄφοβοι καρδίαι καὶ τὰ ἀχαλίνωτα στόματα ἀεὶ φθέγγεται ἀδεῶς. γινώσκειν δὲ ὑμᾶς βούλομαι, ὅτι ἡμεῖς εὐχόμεθα καὶ ἀνδρῶν καὶ γυναικῶν συντάγματα ἔχειν, ὧν τὸ πολίτευμά ἐστιν ἐν οὐρανοῖς, τῶν τὴν σάρκα σταυρωσάντων σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, οἳ οὐ μεριμνῶσι περὶ βρωμάτων καὶ ἐνδυμάτων, ἀλλʼ ἀπερίσπαστοι ὄντες καὶ εὐπάρεδροι τῷ Κυρίῳ, νυκτὸς καὶ ἡμέρας προσμένουσι ταῖς δεήσεσιν. ὧν τὸ στόμα οὐ λαλεῖ τὰ ἔργα τῶν ἀνθρώπων, ἀλλὰ ψάλλουσιν ὕμνους τῷ Θεῷ ἡμῶν διηνεκῶς, ἐργαζόμενοι ταῖς ἑαυτῶν χερσίν, ἵνα ἔχωσι μεταδιδόναι τοῖς χρείαν ἔχουσι.

致新凯撒利亚的教职界。 针对我们的仇恨的一致性,以及众人无一例外地追随反对我们之战的首领这一事实,本在促使我对所有人同样保持沉默,既不主动发起友好的书信,也不进行任何交谈,而是在安静中独自消化自己的悲伤。然而,既然面对诽谤不应当保持沉默——并非为了藉着争辩来为我们自己申辩,而是为了不让谎言得逞,也不将受欺骗者遗弃在损害之中——在我看来,将此事呈现在所有人面前并写信给你们的明哲是必要的,尽管先前我曾共同致信给全体长老团,却未从你们那里获得任何回复。弟兄们哪,不要奉承那些将恶毒教理带入你们灵魂的人;也不要甘心在明知的情况下坐视上帝的子民因着不虔敬的教导而遭毁灭。利比亚的萨贝利乌斯和加拉太的马尔凯鲁斯是所有人中唯一敢于既教导又写下这些事的人,如今在你们当中,百姓的领袖们竟企图将这些作为他们自己的发明提出,舌头结结巴巴,甚至没有能力将这些诡辩和谬论组合成具有说服力的论证。他们针对我们发表无所顾忌的中伤之辞,并千方百计地规避与我们相遇。这是为了什么呢?难道不是因为惧怕其恶毒教理将遭揭露与驳斥吗?他们对我们厚颜无耻到了极点,甚至捏造出某些针对我们的梦境,中伤我们的教义是有害的;然而,哪怕他们将落叶之月的全部幻影都收进自己的头脑中,也绝不能将任何亵渎的污名强加在我们身上,因为在各教会中为真理作见证的人为数众多。 假若有人询问这场不宣而战且不可调解之战争的原因,他们便提及诗篇以及与你们当中通行的习俗有所改变的旋律风格,诸如此类的事,因着这些事他们本该掩面羞愧才是。此外,我们遭受指控,乃是因为我们拥有操练敬虔之人,他们抛弃了世界以及今生的一切思虑,主将这些思虑比作荆棘,不容道结出果实来。这样的人在身上带着耶稣的死,背起自己的十字架跟从上帝。就我而言,哪怕以我一生的代价,我也情愿这些罪过是我的,情愿在我身边、在以我为师的指导下,有选择此种操练之人。然而如今据我所闻,在埃及有男子具有如此美德;或许在巴勒斯坦也有人成就了符合福音的行事为人。我还听说在美索不达米亚也有一些完全而有福的男子。但若与那些完全之人的比较而言,我们不过是孩童罢了。又若有妇人也选择按福音生活,看重童贞过于婚姻,克制肉体的意念,生活在被称赞为有福的哀恸之中,无论她们身在世上何处,因着此项抉择她们都是有福的。但在我们这里,这些事还很微小,因为人们对于敬虔仍处于依循规矩、刚刚被引入的阶段。若他们将某种不规矩归咎于妇人们的生活,我绝不屑于为她们辩护;但我向你们郑重宣告:直至如今连谎言之父撒旦都不屑于说出口的事,这些无所畏惧的心和毫无管束的口舌却始终无惧地吐露出来。但我希望你们知晓,我们所祈求的,乃是拥有其国籍在天上的男女修道团体,他们已将肉体连同邪情私欲同钉在十字架上,他们不为饮食和衣裳忧虑,而是专心致志、紧紧依附于主,昼夜恒切祈求。他们的口不说凡人的俗事,而是不住地向我们的上帝唱诗赞美,亲手劳作,以便能够分给有缺乏的人。

语法注5 条
  1. 207εἰ καὶ ὅτι

    让步连词 εἰ καί 与表示事实或原因的 ὅτι 结合的惯用表达,意为“即便……尽管事实是”。随后的分词 γράψας 带有让步意味,修饰谓语动词 ἠξιώθην,表示“尽管先前写过信……却未蒙答复”。

  2. 207ῥητὰ καὶ ἄρρητα

    成对出现的成语性修辞(两极归纳法),原义为“可说的与不可说的话”,引申为“说尽各种难听的话”“不论青红皂白、口无遮拦地中伤”。

  3. 207παντὸς ἂν τιμησαίμην τοῦ ἐμαυτοῦ βίου

    价格属格(παντὸς ... τοῦ ἐμαυτοῦ βίου)与带 ἄν 的中动语气祈愿式(τιμησαίμην ἄν)构成的潜势表达,意为“我哪怕愿以毕生为代价来估价/换取……”。评价或期盼的内容由随后的宾格不定式短语(ἐμὰ εἶναι τὰ ἀδικήματα ταῦτα...)给出。

  4. 207μακάριαι τῆς προαιρέσεως

    形容词 μακάριαι 带原因属格(τῆς προαιρέσεως)的句式,意为“因其志向/抉择而有福”。表示福祉或情感状态的形容词常带原因属格。

  5. 207στοιχουμένων ἔτι καὶ εἰσαγομένων πρὸς τὴν εὐσέβειαν

    没有明确标出意义主语的属格绝对结构(genitive absolute)。结合语境,它指代当地信众或信仰上的初学者:“鉴于人们仍在依循初阶、刚被引入敬虔之时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:207#1