← 该撒利亚的巴西流

书信集

§205-206

致埃尔皮迪乌斯:提议会面与丧亲劝慰

巴西尔派遣体弱的长老同工梅勒提乌斯前往主教埃尔皮迪乌斯处,提议召开主教碰头会(书信205);并在随后的信中(书信206)就其孙辈去世之事给予灵性与德行上的劝慰,勉励他切莫因悲痛而阻碍预期的会面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§205

Ἐλπιδίῳ ἐπισκόπῳ. Πάλιν ἡμεῖς τὸν ἀγαπητὸν καὶ συμπρεσβύτερον Μελέτιον ἐκινήσαμεν, ἐπὶ τὴν σὴν ἀγάπην προσηγορίας ἡμῶν διακομίζοντα. οὗ εἰ καὶ πάνυ ἐγνώκειμεν φείδεσθαι διὰ τὴν ἀσθένειαν, ἣν ἑκουσίως ἑαυτῷ ἐπηγάγετο, δουλαγωγῶν τὴν σάρκα διὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὅμως καὶ ἡμῖν αὐτοῖς πρέπον εἶναι κρίναντες διὰ τοιούτων προσφθέγγεσθαί σε, τῶν δυναμένων ὅσα διαφεύγει τὸ γράμμα παρʼ ἑαυτῶν ῥᾳδίως ἀναπληρῶσαι, καὶ οἱονεὶ ἀντʼ ἐπιστολῆς ἐμψύχου γενέσθαι τῷ τε γράφοντι καὶ τῷ δεχομένῳ, καὶ τὸν αὐτοῦ δὲ πόθον ἀναπληροῦντες, ὃν ἔχει ἀεὶ περὶ τὴν σὴν τελειότητα, ἀφʼ οὗ εἰς πεῖραν ἀφίκετο τῶν ἐν σοὶ καλῶν, καὶ νῦν αὐτὸν ἐλθεῖν ὡς σὲ ἐδυσωπήσαμεν·1 δι’ οὗ καὶ τὸ τῆς ἐπισκέψεως ἀποπληροῦμεν χρέος, καὶ παρακαλοῦμεν προσεύχεσθαί σε ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, ἵνα δῷ ἡμῖν ὁ Κύριος ἤρεμον καὶ ἡσύχιον βίον διάγειν, τῆς ἐκ τῶν ἐχθρῶν τοῦ εὐαγγελίου ἐπηρείας ἀπαλλαγέντας. Εἰ δὲ καὶ τῇ σῇ συνέσει ἀκόλουθον καὶ ἀναγκαῖον καταφαίνεται εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις ἐλθεῖν, καὶ συντυχεῖν καὶ τοῖς λοιποῖς τιμιωτάτοις ἀδελφοῖς τοῖς τὴν παραλίαν κατοικοῦσιν ἐπισκόποις, αὐτὸς καὶ ἡμῖν ἀπόδειξον τόπον καὶ καιρὸν καθʼ ὃν ἔσται τοῦτο, καὶ τοῖς ἀδελφοῖς ἐπίστειλον, ἵνα ἐπὶ ὡρισμένοις καταλιπόντες ἕκαστος τὴν ἐν χερσὶν ἀσχολίαν, δυνηθῶμέν τι τῶν εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ ποιῆσαι, καὶ ἀνελεῖν μὲν τὰς ἐξ ὑπονοιῶν νῦν ἡμῖν πρὸς ἀλλήλους ἐγγινομένας λύπας, κυρῶσαι δὲ τὴν ἀγάπην, ἧς ἄνευ ἀτελῆ εἶναι πάσης ἐντολῆς ἐργασίαν αὐτὸς ἡμῖν ὁ Κύριος διωρίσατο.

致主教埃尔皮迪乌斯。 我们再次促动了亲爱的长老同工梅勒提乌斯,将我们的致意带往你的仁爱之处。尽管因着他为了基督的福音克制肉体而自愿加于自身的衰弱,我们原已决意极力体恤他,然而我们断定,由能够主动补足书信未能尽言之事的这样的人来向你致候,在写信者与收信者之间充当仿佛活的书信,这对我们自己也是适宜的;同时为了满足他自从体验了你身上的美德后、对于你的完全始终怀有的渴望,我们如今恳求他前往你那里。藉着他,我们既履行了探访的本分,又恳求你为我们并为上帝的教会祈求,使主赐我们度过安静和平稳的生活,脱离福音敌人的骚扰。 若在你的睿智看来,我们彼此相会,并与沿海居住的其余最尊贵的弟兄主教们共同商榷,也显得合理且必要,就请你亲自为我们指定促成此事的地方与时刻,并写信给弟兄们,好使每个人能在约定的日子放下手中的事务,使我们能够为上帝教会的造就做些事情,消除如今因猜疑而在我们彼此之间产生的痛苦,并坚固那份爱德——若没有这份爱德,主亲自为我们判定一切诫命的施行都是不完全的。

§206

Ἐλπιδίῳ ἐπισκόπῳ παραμυθητική. Νῦν μάλιστα τῆς τοῦ σώματος ἀσθενείας αἰσθάνομαι, ὅτε ὁρῶ μοι τοσοῦτον ἐμποδίζουσαν τῇ τῆς ψυχῆς ὠφελείᾳ. εἰ γάρ μοι κατὰ νοῦν ἐχώρει τὰ πράγματα, οὐκ ἂν δι’ ἐπιστολῶν οὐδὲ διὰ μέσων ἀνθρώπων προσεφθεγγόμην ὑμᾶς, ἀλλʼ αὐτὸς ἂν δι’ ἐμαυτοῦ καὶ τὸ τῆς ἀγάπης ἀπεπλήρουν χρέος καὶ ἐγγύθεν ἀπέλαυον τοῦ πνευματικοῦ κέρδους. νῦν δὲ οὕτω διάκειμαι, ὡς ἀγαπητῶς καὶ τὰς τῆς πατρίδος κινήσεις ὑφίστασθαι,2 ἃς ἀναγκαίως ποιούμεθα ἐπισκεπτόμενοι τὰς κατὰ τὴν χώραν ἡμῶν παροικίας. ἀλλὰ παράσχοι ὁ Κύριος καὶ ὑμῖν ἰσχὺν καὶ προθυμίαν, καὶ ἐμοὶ πρὸς τῇ σπουδῇ ἣν ἔχω νῦν, καὶ δύναμιν, ὥστε, καθὼς παρεκάλεσα ὑμᾶς, πραγματεύσασθαι ἡμῖν τὴν ἀπόλαυσιν, γενομένοις ἐπὶ τῆς Κομανικῆς ἐνορίας. Φοβοῦμαι δὲ περὶ τῆς σῆς κοσμιότητος, μήπου σοι ἐμπόδιον γένηται ἡ περὶ τῶν οἰκείων λύπη. καὶ γὰρ ἔμαθον ὅτι σε ἔθλιψε παιδίου τελευτή· οὗ τὴν στέρησιν, ὡς μὲν πάππῳ, λυπηρὰν εἰκὸς εἶναι, ὡς δὲ ἀνδρὶ πρὸς τοσοῦτον ἤδη διαβεβηκότι τῆς ἀρετῆς, καὶ ἐπισταμένῳ τῶν ἀνθρωπίνων τὴν φύσιν ἐκ τῆς κατὰ τὸν χρόνον ἐμπειρίας καὶ ἐκ τῆς πνευματικῆς διδασκαλίας, ἀκόλουθον μὴ πάντη δύσφορον εἶναι τῶν οἰκειοτάτων τὸν χωρισμόν.3 καὶ γὰρ οὐ τὰ αὐτὰ ἀπαιτεῖ ἡμᾶς τε καὶ τοὺς τυχόντας τῶν ἀνθρώπων ὁ Κύριος. οἱ μὲν γὰρ συνηθείᾳ ζῶσιν, ἡμεῖς δὲ κανόνι τῆς πολιτείας τῇ ἐντολῇ τοῦ Κυρίου κεχρήμεθα, καὶ τοῖς προλαβοῦσι τῶν μακαρίων ἀνδρῶν ὑποδείγμασιν, ὧν τὸ μεγαλοφυὲς τῆς διανοίας ἐπὶ τῶν περιστατικῶν καιρῶν μάλιστα διεδείκνυτο. ἵνα οὖν καὶ αὐτὸς ὑπόδειγμα ἀνδρείας καὶ τῆς ἐπὶ τοῖς ἐλπιζομένοις ἀληθινῆς διαθέσεως καταλίπῃς τῷ βίῳ, δεῖξον σαυτὸν μὴ καμπτόμενον τῷ πάθει, ἀλλʼ ὑψηλότερον ὄντα τῶν λυπηρῶν, τῇ μὲν θλίψει ὑπομένων, τῇ δὲ ἐλπίδι χαίρων. μηδὲν οὖν τούτων γένηται κώλυμα πρὸς τὴν ἐλπιζομένην ἡμῖν συντυχίαν. τοῖς μὲν γὰρ νηπίοις αὐτάρκης ἡ ἡλικία πρὸς τὸ ἀνέγκλητον, ἡμεῖς δὲ ὑπεύθυνοί ἐσμεν τὰ διατεταγμένα ἡμῖν ὑπηρετεῖν τῷ Δεσπότῃ καὶ εἰς πάντα εὔθετοι εἶναι τῇ οἰκονομίᾳ τῶν ἐκκλησιῶν, ἧς μεγάλους τοὺς μισθοὺς τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις ὁ Κύριος ἡμῶν ἐταμιεύσατο.

致主教埃尔皮迪乌斯(慰勉信)。 如今我尤其体会到了肉体的衰弱,每当我看到它如此严重地阻碍我灵魂的益处之时。因为事情若按我的心愿进展,我就不会通过书信或中间人向你们致候,而是会亲自去履行爱德的本分,近距离地得享属灵的益处。但如今我的境况却是,就连巡视我们教区各地必然要作的本地出行,也只能勉强承受。但愿主既赐给你们力量与热忱,又在我如今所有的热切之上加添力量,好使我们正如我向你们恳求的那样,在我们抵达科马纳的教区时,促成彼此相聚的喜乐。 我为你端庄的心性担忧,唯恐对亲人的悲痛会成为你的阻碍。因为我得知一个孩童的去世令你悲伤;失去他,作为祖父而言固然理当悲痛,但作为一位在德行上已达如此高度、且凭着岁月的经验和属灵的教导深知人类本性之人,与最亲近之人的诀别并非完全难以承受,才合乎情理。因为主向我们所要求的,与向普通人所要求的并不相同。凡人凭着习俗生活,我们却是将主的诫命以及往昔福人的榜样作为生活准则,那些福人宏大的心志正是在危难的时势中尤其彰显出来。因此,为了使你自己在生活中也能留下勇敢的榜样,以及对所盼望之事持有真正心志的榜样,请显明你自己不被苦情屈服,而是超乎悲伤之事,在患难中坚忍,在指望中喜乐。愿这些事没有任何一件成为我们所期盼之会面的阻碍。因为对于幼童而言,其年龄足以使他们无可指摘;而我们却有责任服事主人所吩咐我们的事,并在治理教会的职分上随时预备妥当,我们的主已为忠心有见识的管家积存了丰厚的赏赐。

语法注3 条
  1. 205οὗ εἰ καὶ πάνυ ἐγνώκειμεν φείδεσθαι διὰ τὴν ἀσθένειαν, ἣν ἑκουσίως ἑαυτῷ ἐπηγάγετο, δουλαγωγῶν τὴν σάρκα διὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὅμως καὶ ἡμῖν αὐτοῖς πρέπον εἶναι κρίναντες ... καὶ νῦν αὐτὸν ἐλθεῖν ὡς σὲ ἐδυσωπήσαμεν

    句首的关系代名词 οὗ 指向前文的 Μελέτιον,作后方动词 φείδεσθαι 的属格补足语(“体恤他”)。此句在插入了让步从句(εἰ καὶ...)以及两个分词短语(κρίναντες, ἀναπληροῦντες)等长结构后,主句动词 ἐδυσωπήσαμεν(“我们恳求”)出现时,使用代名词 αὐτόν 作为复述宾语(resumptive pronoun)使长句结构重新接续。

  2. 206ὡς ἀγαπητῶς καὶ τὰς τῆς πατρίδος κινήσεις ὑφίστασθαι

    副词 ἀγαπητῶς 在字面上可表示“乐意地”,但在希腊语后期散文中常作“勉强地”、“好不容易”解(即“仅仅能忍受便知足了”的让步性含义)。这契合上下文中巴齐尔自陈体弱、连本地教区的寻常走访也只能勉力承受的语境。

  3. 206οὗ τὴν στέρησιν, ὡς μὲν πάππῳ, λυπηρὰν εἰκὸς εἶναι, ὡς δὲ ἀνδρὶ ... ἀκόλουθον μὴ πάντη δύσφορον εἶναι τῶν οἰκειοτάτων τὸν χωρισμόν

    句首属格关系代词 οὗ 指代前文的 παιδίου,作 στέρησιν 的定语。对照结构 ὡς μὲν πάππῳ ... ὡς δὲ ἀνδρὶ ... 使用了表示立场或视角的与格,分别修饰两个带不定式的结构:前者以 τὴν στέρησιν 为宾格主语配 λυπηρὰν εἰκὸς εἶναι,后者承接省略的 ἐστί,以 ἀκόλουθον 为表语,并引出新重组的宾格主语 τῶν οἰκειοτάτων τὸν χωρισμόν 与不定式 μὴ πάντη δύσφορον εἶναι 相搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:205-206