- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:204#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔将针对自己的指控审查托付给读者自己,通过追溯祖母玛克丽娜的熏陶及阿塔那修等教父的裁定来辩明自身信仰的正统,并强调普世各地主教与他的一致性,从而强烈告诫对方避免教会分裂。
καὶ μηδεὶς οἰέσθω ταῦτα πρὸς ἀποφυγὴν τῶν ἐλέγχων ἐπινοεῖσθαι παρʼ ἡμῶν. ὑμῖν γὰρ ἐπιτρέπω, ποθεινότατοι ἀδελφοί, ἐφʼ ἑαυτῶν ποιήσασθαι τῶν ἐγκαλουμένων ἡμῖν τὴν ἐξέτασιν. οὕτως ἐστὲ βραδεῖς τὴν διάνοιαν, ὥστε πάντων δεῖσθαι τῶν συνηγόρων πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν; ἀλλʼ ἐὰν μὲν ἀναντίρρητα ὑμῖν φανῇ ἐφʼ ἑαυτῶν, πείσατε τοὺς ἐρεσχελοῦντας ἀφέσθαι πάσης φιλονεικίας· ἐὰν δέ τι δοκεῖ καὶ ἀμφίβολον ἔχειν, ἐρωτήσατε ἡμᾶς διά τινων μεσιτῶν δυναμένων πιστῶς διακονήσασθαι τὰ ἡμέτερα· ἢ καὶ ἐγγράφους, εἰ δοκεῖ, ἀπαιτήσατε ἡμᾶς τὰς ἀποδεῖξεις. πάντως δὲ παντὶ τρόπῳ σπουδάσατε μὴ ἀνεξέταστα ταῦτα καταλιπεῖν. Πίστεως δὲ τῆς ἡμετέρας τίς ἂν καὶ γένοιτο ἐναργεστέρα ἀπόδειξις ἢ ὅτι τραφέντες ἡμεῖς ὑπὸ τίτθῃ μακαρίᾳ γυναικί,1 παρʼ ὑμῶν ὡρμημένῃ; Μακρίναν λέγω τὴν περιβόητον, παρʼ ἧς ἐδιδάχθημεν τὰ τοῦ μακαριωτάτου Γρηγορίου ῥήματα, ὅσα πρὸς αὐτὴν ἀκολουθίᾳ μνήμης διασωθέντα αὐτή τε ἐφύλασσε, καὶ ἡμᾶς ἔτι νηπίους ὄντας ἔπλαττε καὶ ἐμόρφου τοῖς τῆς εὐσεβείας δόγμασιν. ἐπειδὴ δὲ καὶ αὐτοὶ τὴν τοῦ φρονεῖν δύναμιν ἀπελάβομεν, τοῦ λόγου ἡμῖν διὰ τῆς ἡλικίας συμπληρωθέντος, πολλὴν ἐπελθόντες γῆν τε καὶ θάλασσαν, εἴ τινας εὕρομεν τῷ παραδοθέντι κανόνι τῆς εὐσεβείας στοιχοῦντας, τούτους καὶ πατέρας ἐπεγραψάμεθα καὶ ὁδηγοὺς τῶν ψυχῶν ἡμῶν εἰς τὴν πρὸς Θεὸν πορείαν ἐποιησάμεθα. καὶ μέχρι γε τῆς ὥρας ταύτης, χάριτι τοῦ καλέσαντος ἡμᾶς κλήσει ἁγίᾳ εἰς τὴν ἑαυτοῦ ἐπίγνωσιν, οὐδένα οἴδαμεν λόγον ἐχθρὸν τῆς ὑγιαινούσης διδασκαλίας ταῖς καρδίαις παραδεξάμενοι,2 οὐδὲ μολυνθέντες ποτὲ τὰς ψυχὰς τῇ δυσωνύμῳ τῶν Ἀρειανῶν βλασφημίᾳ. ἀλλʼ εἴ τινάς ποτε ὡρμημένους ἐξ ἐκείνου τοῦ διδασκάλου εἰς κοινωνίαν προσελαβόμεθα, ἐπικρυπτομένους τὴν ἐν τῷ βάθει νόσον, καὶ ῥήματα λαλοῦντας εὐσεβῆ, ἢ τοῖς γε παρʼ ἡμῶν λεγομένοις μὴ ἀντιτείνοντας, οὕτω προσηκάμεθα, οὔτε πᾶσαν ἑαυτοῖς τὴν κατʼ αὐτοὺς κρίσιν ἐπιτρέψαντες, ἀλλὰ ταῖς προεξενεχθείσαις περὶ αὐτῶν ψήφοις παρὰ τῶν πατέρων ἡμῶν ἀκολουθήσαντες. ἐγὼ γὰρ δεξάμενος γράμματα τοῦ μακαριωτάτου πατρὸς Ἀθανασίου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου, ἃ καὶ ἔχω ἐν ταῖς χερσὶ καὶ προβάλλομαι τοῖς ἐπιζητοῦσιν, ἐν οἷς φανερῶς διηγόρευσεν, εἴ τις ἐκ τῆς τῶν Ἀρειανῶν αἱρέσεως βούλοιτο μετατίθεσθαι, ὁμολογῶν τὴν ἐν Νικαίᾳ πίστιν, τοῦτον προσίεσθαι, μηδὲν διακρινομένους ἐπʼ αὐτῷ· καὶ τούτου τοῦ δόγματος κοινωνούς μοι παρεχομένου τούς τε τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐπισκόπους ἅπαντας, νομίζων ἀναγκαῖον εἶναι ἀκολουθεῖν ἀνδρὶ τοσούτῳ διὰ τὸ ἀξιόπιστον τῶν νομοθετησάντων, ὁμοῦ δὲ καὶ ἐπιθυμῶν τὸν τῆς εἰρηνοποιίας μισθὸν ὑποδέξασθαι, τοὺς ταύτην ὁμολογοῦντας τὴν πίστιν ἐγκατέτασσον τῇ μερίδι τῶν κοινωνικῶν. Δικαιότερον δὲ τὰ καθʼ ἡμᾶς κρίνεσθαι μὴ ἐξ ἑνὸς ἢ δευτέρου3 τῶν μὴ ὀρθοποδούντων πρὸς τὴν ἀλήθειαν, ἀλλʼ ἐκ τοῦ πλήθους τῶν κατὰ τὴν οἰκουμένην ἐπισκόπων συνημμένων ἡμῖν χάριτι τοῦ Κυρίου. ἐξετασθῶσι δὲ Πισίδαι, Λυκάονες, Ἰσαῦροι, Φρύγες ἑκάτεροι, Ἀρμενίων ὅσον ὑμῖν ἐστι πρόσοικον, Μακεδόνες, Ἀχαιοί, Ἰλλύριοι, Γάλλοι, Ἱσπανοί, Ἰταλία σύμπασα, Σικελιῶται, Ἄφροι, Αἰγύπτου τὸ ὑγιαῖνον, τῆς Συρίας ὁπόσον λείψανον οἵτινες πέμπουσί τε πρὸς ἡμᾶς γράμματα καὶ πάλιν δέχονται παρʼ ἡμῶν. ὧν ἐστιν ὑμῖν ἔκ τε τῶν ἐκεῖθεν φερομένων γραμμάτων μαθεῖν καὶ ἐκ τῶν ἐντεῦθεν πάλιν ἀντιπεμπομένων αὐτοῖς διδαχθῆναι, ὅτι σύμψυχοι πάντες ἐσμέν, τὸ ἓν φρονοῦντες. ὥστε ὁ τὴν πρὸς ἡμᾶς κοινωνίαν ἀποδιδράσκων μὴ λανθανέτω ὑμῶν τὴν ἀκρίβειαν, πάσης ἑαυτὸν τῆς Ἐκκλησίας ἀπορρηγνύς. περιβλέψασθε, ἀδελφοί, πρὸς τίνας ἐστὶν ὑμῖν ἡ κοινωνία· ἐπειδὰν παρʼ ἡμῶν μὴ δεχθῆτε, τίς λοιπὸν ὑμᾶς ἐπιγνώσεται; μὴ ἀγάγητε ἡμᾶς εἰς ἀνάγκην σκυθρωπόν τι βουλεύσασθαι περὶ τῆς φιλτάτης ἡμῖν ἐκκλησίας. μὴ ποιήσητέ με, ἃ νῦν ἐν τῇ καρδίᾳ κρύπτω τῇ ἐμαυτοῦ, κατʼ ἐμαυτὸν στενάζων καὶ ὀδυρόμενος τοῦ καιροῦ τὴν κακότητα, ὅτι αἰτίας οὐκ οὔσης, αἱ μέγισται τῶν ἐκκλησιῶν, καὶ ἐκ παλαιοῦ πρὸς ἀλλήλας ἀδελφῶν τάξιν ἐπέχουσαι, αὗται νῦν διεστήκασι· μή με ποιήσητε ταῦτα πρὸς πάντας ὁμοῦ τοὺς κοινωνικοὺς ἀποδύρασθαι.4 μὴ ἐκβιάσησθέ με ἀφεῖναι ῥήματα, ἃ μέχρι τοῦ νῦν τῷ ἐκ τοῦ λογισμοῦ χαλινῷ κεκρυμμένα ἔχω παρʼ ἐμαυτῷ. βέλτιόν ἐστιν ἡμᾶς ἐκποδῶν γενέσθαι, τὰς δὲ ἐκκλησίας ὁμονοεῖν πρὸς ἀλλήλας, ἢ διὰ τὰς μειρακιώδεις ἡμῶν μικροψυχίας κακὸν τοσοῦτον ἐπάγεσθαι τοῖς λαοῖς τοῦ Θεοῦ. ἐρωτήσατε τοὺς πατέρας ὑμῶν, καὶ ἀναγγελοῦσιν ὑμῖν, ὅτι εἰ καὶ τῇ θέσει τοῦ τόπου διῃρῆσθαι ἐδόκουν αἱ παροικίαι, ἀλλὰ τῷ γε φρονήματι ἓν ἦσαν, καὶ μιᾷ γνώμῃ ἐκυβερνῶντο. συνεχεῖς μὲν τοῦ λαοῦ αἱ ἐπιμιξίαι· συνεχεῖς δὲ τοῦ κλήρου ἐπιδημίαι· αὐτοῖς δὲ τοῖς ποιμέσι τοσοῦτον περιῆν τῆς πρὸς ἀλλήλους ἀγάπης, ὥστε ἑκάτερον αὐτῶν διδασκάλῳ τῷ ἑτέρῳ καὶ ἡγεμόνι χρῆσθαι εἰς τὰ πρὸς Κύριον.
绝不要有人以为,我们构想出这些话是为了逃避查究。因为,最亲爱的弟兄们,我将指控我们的罪状的审查托付给你们,由你们自己来做。难道你们在心智上如此迟钝,以至于在探求真理时需要各种各样的辩护人吗?相反,如果在你们自己的审查下显得无可争辩,你们就当劝导那些好生是非之人放弃一切纷争;但若似乎含有任何含混之处,你们就当通过某些能够忠实传达我们之事的中间人来询问我们;或者,如果你们认为合适,也可以向我们索取书面的证据。无论如何,务要千方百计不可让这些事情未经审查便弃置一旁。 至于我们的信仰,还能有什么比我们是由一位有福的妇女——你们本地出身的乳母——抚养长大这一事实更明显的明证呢?我指的是名扬遐迩的玛克丽娜,我们从她那里领受了至福的格列高利的言训;这些言论通过记忆的代代相传完好地保存在她那里,她不仅亲自持守,更在我们尚为幼童之时,以敬虔的教义塑造并陶冶了我们。当我们自己也获得了思辨的能力,理性随着年龄得以完备之后,我们走过了许多陆地和海洋,只要发现有人按照所传承的敬虔准则而行,就将他们认作父亲,并立为我们灵魂通往上帝之旅程的向导。直到此时此刻,因着以圣洁的呼召召唤我们认识祂自己的那位之恩典,我们自知未曾在心中接纳过任何敌视健全教导的言论,灵魂也从未被阿里乌派臭名昭著的亵渎所玷污。然而,如果我们曾接纳过任何源自那位导师的人进入团契,那也是因为他们隐瞒了深层的痼疾,口中讲说敬虔的言语,或者至少没有反对我们所说的话,我们才这样接纳了他们;这绝非我们将针对他们的全部审判权擅自揽在自己手中,而是遵循了我们的父辈此前就他们所作出的决议。因为我收到了至福的教父、亚历山大主教阿塔那修的书信——这书信我至今仍在手中持有,并向索求的人出示——他在信中明确规定,若有人愿意脱离阿里乌派的异端,承认尼西亚的信仰,就当接纳此人,不可对他有任何疑虑;并且他向我指明,马其顿和阿该亚的全体主教都是这一决定的赞同者。鉴于立法者们的可靠性,我认为跟随这样一位伟大的人物实属必要,同时我也渴望得着缔造和平的赏赐,因此我便将承认这一信仰的人归入享有团契者的行列中。 更公正的做法,应当是判定我们的事情并非取决于一两个不行在真理正道上的人,而是取决于因着主的恩典与我们相联结的普世主教群体的多数。让皮西迪亚人、吕考尼亚人、伊索里亚人、两个弗吕家的人、在你们邻近区域的亚美尼亚人、马其顿人、阿该亚人、伊利里亚人、高卢人、伊斯帕尼亚人、整个意大利、西西里人、非洲人、埃及的健全部分、叙利亚的余留者——正是他们既向我们寄送书信,又从我们这里接收书信——接受查验吧。你们尽可以从自彼处寄来的书信中得知,并从自此处回寄给他们的书信中受到教导:我们全体同心合意,思念同一件事。因此,凡逃避与我们相交的人,绝不可瞒过你们缜密的明察,他实际上正在将自己从全教会中割裂出去。弟兄们,环顾四周吧,看你们是与谁相交;一旦不被我们接纳,今后还有谁会认同你们呢?请不要逼迫我们不得不对我们最珍爱的教会采取某种沉痛的决断。请不要迫使我将如今隐藏在自己心中、独自叹息并哀悼时势之险恶的事——即在毫无缘由的情况下,那些自古以来互为姊妹之列的至大教会如今竟然分裂了——向所有处于团契中的人们一同痛陈。请不要强迫我吐露那些直到如今我仍用理性的缰绳隐藏在自己身内的言辞。我们退让一旁而使诸教会彼此和睦,远比因我们孩子气的狭隘心胸而给上帝的子民招致如此巨大的灾祸要好得多。去询问你们的父辈吧,他们必会告诉你们:教区虽然在地理位置上看似分隔,但在心志上却原为一体,并且受着同一个意旨的引导。信徒的往来络绎不绝,圣职人员的造访接连不断;牧者们彼此之间的爱心更是丰充洋溢,以至于在归向主的事情上,他们每一个人都将对方视作自己的导师和领路人。
- 204Πίστεως δὲ τῆς ἡμετέρας τίς ἂν καὶ γένοιτο ἐναργεστέρα ἀπόδειξις ἢ ὅτι τραφέντες ἡμεῖς ὑπὸ τίτθῃ μακαρίᾳ γυναικί
比较级 ἐναργεστέρα 之后接连接词 ἤ(“比”),并引出说明性的 ὅτι 从句。在 ὅτι 从句内部,τραφέντες ἡμεῖς... 采用分词短语形式,既可视为省略了限定动词(如 ἐτράφημεν)的省略句,也可视为表达客观事实的名词性结构(“我们由……抚养长大这一事实”)。主句 τίς ἂν ... γένοιτο 是带有 ἄν 的希求语气构成的修辞性反问(“还能有什么证明呢?”)。
- 204οὐδένα οἴδαμεν λόγον ἐχθρὸν τῆς ὑγιαινούσης διδασκαλίας ταῖς καρδίαις παραδεξάμενοι
动词 οἴδαμεν(“我们知道”)带有指称主语自身行为的主格补充分词 παραδεξάμενοι,表达自我意识:“我们自知未曾接纳过”。λόγον ἐχθρόν 是 παραδεξάμενοι 的直接宾语,τῆς ὑγιαινούσης διδασκαλίας 是形容词 ἐχθρόν 所要求的属格(敌对性属格),ταῖς καρδίαις 则是表示地点/接受者的与格。
- 204Δικαιότερον δὲ τὰ καθʼ ἡμᾶς κρίνεσθαι μὴ ἐξ ἑνὸς ἢ δευτέρου
系动词省略的非人称句(Δικαιότερόν [ἐστι] κρίνεσθαι)。中性单数比较级形容词 δικαιότερον 作表语,带宾格的不定式短语 τὰ καθʼ ἡμᾶς κρίνεσθαι(“我们之事受到审断”)作实质主语。表示依据的前置词短语 μὴ ἐξ ἑνὸς ἢ δευτέρου 与后面的 ἐκ τοῦ πλήθους 构成了鲜明的对比。
- 204μὴ ποιήσητέ με, ἃ νῦν ἐν τῇ καρδίᾳ κρύπτω ... μή με ποιήσητε ταῦτα πρὸς πάντας ὁμοῦ τοὺς κοινωνικοὺς ἀποδύρασθαι.
由致使动词 ποιέω + 宾格(με)+ 不定式(ἀποδύρασθαι)构成的使役句,意为“不要迫使我痛陈……”。在最初的 μὴ ποιήσητέ με 之后,插入了长篇的关系从句(ἃ νῦν...)、分词短语(κατʼ ἐμαυτὸν στενάζων...)以及 ὅτι 从句,导致句法中断;因此在后文通过重新重复 μή με ποιήσητε ταῦτα ... ἀποδύρασθαι 来恢复句子的主干,其中的 ταῦτα 是对前面关系从句内容的概括。
