← 该撒利亚的巴西流

书信集

§204#2

要求公开审断与辨别信仰著作

巴西尔申明自己发声是为了不让新凯撒利亚人丧失真理,要求以教会公开听证替代暗中毁谤,并指出审断信仰著作必须具备属灵的辨别力或相应的学养。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§204#2

ἐγὼ μὲν γὰρ ὑμᾶς ἀποστεροῦμαι, ὑμεῖς δὲ τὴν ἀλήθειαν ἀφαιρεῖσθε·1 καὶ ὁ τούτων αἴτιος ἐμὲ μὲν ὑμῶν διίστησιν, ἑαυτὸν δέ ἀλλοτριοῖ τοῦ Κυρίου· διότι οὐκ ἔστι Θεῷ ἐκ τῶν ἀπηγορευμένων οἰκειωθῆναι. ὑμῶν οὖν μᾶλλον ἕνεκεν ἢ ἐμαυτοῦ ποιοῦμαι τοὺς λόγους, καὶ τοῦ ὑμᾶς ἐξελέσθαι βλάβης οὐκ ἀνεκτῆς. τί γὰρ ἂν καὶ μεῖζον πάθοι κακόν τις τὸ τιμιώτατον τῶν ὄντων ζημιωθείς, τὴν ἀλήθειαν; Τί οὖν φημι, ἀδελφοί; οὐχ ὅτι ἀναμάρτητός τις ἐγώ, οὔθʼ ὅτι ὁ βίος ὁ ἐμὸς οὐχὶ πλήρης ἐστὶ μυρίων ἐλαττωμάτων· οἶδα γὰρ ἐμαυτὸν καὶ οὐ διαλείπω γε στάζων τὸ δάκρυον ὑπὲρ τῶν ἁμαρτημάτων, εἴ πως δυνηθείην ἐξιλάσασθαί μου τὸν Θεὸν καὶ διαφυγεῖν τὴν ἀπειληθεῖσαν κόλασιν· ἀλλʼ ὅτι ὁ τὰ ἡμέτερα κρίνων, εἰ μὲν καθαρὸν ἔχειν διαβεβαιοῦται τὸν ὀφθαλμόν, καρφολογείτω ἡμῶν τό ὄμμα. ὁμολογοῦμεν γὰρ δεῖσθαι πολλῆς τῆς ἐκ τῶν ὑγιαινόντων ἐπιμελείας· εἰ δὲ τοῦτο μὲν οὐκ ἂν εἴποι, καὶ τοσούτῳ γε πλέον οὐκ ἐρεῖ, ὅσῳπερ ἂν μᾶλλον ᾖ καθαρὸς, διότι ἴδιον τῶν τελείων τὸ μὴ ἑαυτοὺς ὑπεραίρειν, ἐπεὶ πάντως ὑπόδικοι τῇ ἀλαζονείᾳ τοῦ Φαρισαίου γενήσονται, ὃς ἑαυτὸν δικαιῶν κατέκρινε τὸν τελώνην, μετʼ ἐμοῦ ζητείτω τὸν ἰατρόν,2 καὶ μὴ πρὸ καιροῦ κρινέτω, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς ἀποκάλυψει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. μεμνήσθω δὲ καὶ τοῦ εἰπόντος· μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· καί, Μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε. ὅλως δέ, ἀδελφοί, εἰ μὲν ἰάσιμα ἡμῶν ἐστι τὰ πλημμελήματα, τί οὐχὶ πείθεται τῷ διδασκάλῳ τῶν ἐκκλησιῶν λέγοντι· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον; εἰ δὲ ἀνίατος ἡμῶν ἡ ἀνομία, τί οὐχὶ εἰς πρόσωπον ἡμῖν ἀντικαθίσταται καὶ δημοσιεύσας ἡμῶν τὰ ἀνομήματα ἐλευθεροῖ τῆς παρʼ ἡμῶν βλάβης τὰς ἐκκλησίας; μὴ τοίνυν ἀνάσχησθε τῆς ὑπʼ ὀδόντα λαλουμένης καθʼ ἡμῶν λοιδορίας. τοῦτο γὰρ κἂν παιδίσκη μία τῶν ἐκ μύλωνος ποιήσειε, κἂν τῶν ἀγοραίων τις μεθʼ ὑπερβολῆς ἐπιδείξαιτο, οἷς ἡ γλῶσσα πρὸς πᾶσαν ἠκόνηται λοιδορίαν. ἀλλʼ εἰσὶν ἐπίσκοποι· κληθῶσιν εἰς ἀκρόασιν. ἔστι κλῆρος κατὰ πᾶσαν τοῦ Θεοῦ παροικίαν· συναχθήτωσαν οἱ δοκιμώτατοι. λεγέτω μετὰ παρρησίας ὁ βουλόμενος, ἵνα ἔλεγχος ἦ τὸ γινόμενον, καὶ μὴ λοιδορία. ὑπʼ ὄψιν ἀγέτω τὰ λανθάνοντά μου τῆς πονηρίας· μισείτω δὲ μηδὲ τότε, ἀλλὰ νουθετείτω ὡς ἀδελφόν. ἐλεεῖσθαί που δικαιότεροί ἐσμεν παρὰ τῶν μακαρίων ἀνδρῶν καὶ ἀναμαρτήτων οἱ ἁμαρτωλοὶ ἡμεῖς μᾶλλον ἢ χαλεπαίνεσθαι.3 Εἰ δὲ περὶ πίστιν τὸ σφάλμα, δειχθήτω ἡμῖν ἡ συγγραφή· πάλιν ἴσον καὶ κοινὸν κριτήριον καθισάτω. ἀναγνωσθήτω τὸ ἔγκλημα. δοκιμασθήτω, εἰ μὴ ἀγνοίᾳ τοῦ ἐγκαλοῦντος ἔγκλημα εἶναι δοκεῖ μᾶλλον, ἢ τῇ ἑαυτοῦ φύσει κατεγνωσμένον ἐστὶ τὸ γράμμα. πολλὰ γὰρ τῶν καλῶν οὐ δοκεῖ εἶναι τοιαῦτα τοῖς τὸ κριτήριον τῆς διανοίας οὐκ ἀκριβὲς κεκτημένοις. ἐπεὶ καὶ τὰ ἰσοβαρῆ τῶν ὄγκων οὐκ ἶσα εἶναι δοκεῖ, ὅταν μὴ ἰσορρόπως ἔχωσι πρὸς ἀλλήλας αἱ πλάστιγγες. καὶ τὸ μέλι ἤδη πικρόν τισι κατεφάνη, τὴν γευστικὴν αἴσθησιν ὑπὸ τοῦ πάθους διεφθαρμένοις.4 ἀλλὰ καὶ ὀφθαλμὸς οὐχ ὑγιῶς ἔχων πολλὰ μὲν τῶν ὄντων οὐκ εἶδε, πολλὰ δὲ τῶν οὐκ ὄντων ὑπέθετο. καὶ τοίνυν καὶ ἐπὶ τῆς τῶν λόγων δυνάμεως τὸ ἴσον ὁρῶ πολλάκις γινόμενον, ὅταν τῆς τῶν συγγραψαμένων ἕξεως ὁ κριτὴς ἀπολιμπάνηται. δεῖ γὰρ σχεδὸν ἐκ τῆς αὐτῆς παρασκευῆς ὡρμῆσθαι τόν τε κρίνοντα τοὺς λόγους καὶ τὸν συγγράφοντα. ἢ τὰ μὲν γεωργίας ἔργα οὐ δυνατός ἐστι κρίνειν ὅ γε μὴ γεωργικός,5 καὶ τὸ ἐκμελές τε καὶ ἐμμελὲς τῶν κατὰ μουσικὴν ῥυθμῶν οὐ διαγνώσεται ὁ μὴ τὴν ἐπιστήμην ἔχων τῆς μουσικῆς· λόγων δὲ κριτὴς εὐθὺς ὁ βουλόμενος ἔσται, ὁ μήτε διδάσκαλον ἔχων ἑαυτοῦ δεικνύναι, οὔτε χρόνον ἐν ᾧ μεμάθηκεν, οὔτε ὅλως ἐπαΐων τι μικρὸν ἢ μεῖζον τῶν περὶ λόγους. ἐγὼ δὲ ὁρῶ, ὅτι καὶ ἐν τοῖς λογίοις τοῦ Πνεύματος οὐ παντὶ ἐξῆν ἐπιβάλλειν τῇ ἐξετάσει τῶν εἰρημένων, ἀλλὰ τῷ ἔχοντι τὸ Πνεῦμα τῆς διακρίσεως, καθὼς ἐδίδαξεν ἡμᾶς ὁ ἀπόστολος, ἐν ταῖς διαιρέσεσι τῶν χαρισμάτων εἰπών· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεῦματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων· ἄλλῳ προφητεία, ἄλλῳ διακρίσεις πνευμάτων. ὥστε εἰ μὲν πνευματικὰ τὰ ἡμέτερα, δεικνύτω ἑαυτὸν ἔχοντα τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευματικῶν ὁ τὰ ἡμέτερα κρίνειν βουλόμενος· εἰ δέ, ὡς αὐτὸς λοιδορεῖ, ἀπὸ τῆς σοφίας ἐστὶ τοῦ κόσμου τούτου, δειξάτω ἑαυτὸν ἔμπειρον τῆς σοφίας τοῦ κόσμου, καὶ τότε αὐτῷ τὰς ψήφους τῆς κρίσεως ἐπιτρέψομεν.

因为我被剥夺了你们,而你们被剥夺了真理;造成这些事的人,一方面使我与你们分离,另一方面使他自己与主疏远,因为靠着被禁止的事物绝不可能与上帝亲近。因此,我发表这些言论,与其说是为了我自己,倒不如说是为了你们,并为了将你们从不堪忍受的危害中解救出来。因为一个人若是遭受了万有中最尊贵之物——即真理——的亏损,还能遭受什么比这更大的恶事呢? 弟兄们,那么我要说什么呢?我绝非说自己是没有罪的人,也并非说我的生活没有充满万般缺陷;因为我了解我自己,并且我为自己的罪愆不断流泪,看是否能以某种方式挽回我的上帝,并逃脱那所警告的刑罚。然而,审断我们之事的人,如果他确实断言自己的眼睛纯洁,那就让他拔除我们眼中的木屑吧;因为我们承认,我们亟需健康之人极大的照料。但是,如果他不能这样说——而且他越是纯洁,就越发不会这样说,因为不自高自大正是完全之人的固有特征,否则他们必将完全受制于法利赛人的自负,那法利赛人自以为义却定税吏的罪——那么就让他与我一同寻找医生,不要在时候未到之前论断,只等主来,祂要照亮黑暗中隐秘的事,显明人心的计谋。他也当记念那位曾说过的话:“你们不要论断人,免得你们被论断”;以及“你们不要定人的罪,免得你们被定罪”。弟兄们,总而言之,如果我们的过犯是可以医治的,他为何不听从教会导师所言:“责备、警戒、劝勉”?如果我们的不法乃是不治之症,他为何不当面与我们对抗,公开宣布我们的不法行径,从而将诸教会从我们的危害中解救出来呢?因此,你们不可容忍那暗中咬牙切齿针对我们的辱骂;因为这种事连磨坊里的一个婢女也能做,市井之徒中任何一个人也能过甚其辞地展示,他们的舌头磨快正是为了施行各种毁谤。然而,主教们尚在,当召集他们前来进行听证;上帝的每个教区都有圣职团,当召集其中最受考验之人;愿说话的人当坦然直言,好使所发生的事成为辩驳与查究,而非辱骂。让他将我隐藏的奸恶昭示于人前吧;但即便在那时,也不当仇恨,而当如弟兄般劝诫。我们这等罪人,蒙受福乐无罪之人的怜悯,岂不比遭受严苛对待更有正当的理由吗? 然而,如果过错是关乎信仰的,那就将那著作展示给我们看吧;让他再次设立公正公明的法庭。让控词宣读出来,当予查验:究竟是由于控告者的无知而显得像是过犯,还是那篇文字凭其自身的本性就当受谴责。因为在那些不具备精确的知性判断准则的人看来,许多美好的事物并不显得美好;正如同当秤盘彼此不平衡时,同等重量的重物看起来也并不相等。对于那些因疾病而味觉败坏的人来说,蜂蜜甚至早已显得苦涩;不仅如此,不健康的眼睛看不见许多存在的事物,反而臆想出许多不存在的事物。因此,我也屡次看到在言论的才能上发生同样的情形,每当审判者达不到著作者所具有的修养时便会如此;因为审断言辞者与撰写言辞者,几乎必须出自相同的准备。难道说农业的劳作非务农之人不能评判,音乐节奏的走调与合调非通晓音乐之人不能分辨,而言辞的审判者却立即可由任何愿意的人充任,甚至此人既指不出自己的老师,也说不出学过的岁月,更对言辞之事毫无大小长短的领会吗?而我看到,即便在圣灵的圣谕中,也并非允许所有人着手查考所说之话,而是单单允许拥有辨别之灵的人,正如使徒在论及恩赐的区分时教导我们所说:“这人蒙圣灵赐他智慧的言语,那人也蒙这位圣灵赐他知识的言语,又有一人蒙这位圣灵赐他信心,还有一人蒙赐行异能的恩赐,又有一人蒙赐先知的讲道,又有一人蒙赐辨别诸灵。”因此,如果我们的事物是属灵的,那么想要审断我们事物的人就当表明自己具有辨别属灵事物的恩赐;但如果像他所辱骂的那样,是出于这世界的智慧,那么就让他表明自己谙熟这世界的智慧,到那时我们自当将审判的投票权托付于他。

语法注5 条
  1. 204ἐγὼ μὲν γὰρ ὑμᾶς ἀποστεροῦμαι, ὑμεῖς δὲ τὴν ἀλήθειαν ἀφαιρεῖσθε

    动词 ἀποστερέω 与 ἀφαιρέω 在主动语态中支配双宾格(人和物)。此处为被动语态,被剥夺的对象仍保留为宾格(ὑμᾶς 与 τὴν ἀλήθειαν),属保留宾格结构。

  2. 204εἰ δὲ τοῦτο μὲν οὐκ ἂν εἴποι, καὶ τοσούτῳ γε πλέον οὐκ ἐρεῖ, ὅσῳπερ ἂν μᾶλλον ᾖ καθαρὸς, διότι ἴδιον τῶν τελείων τὸ μὴ ἑαυτοὺς ὑπεραίρειν, ἐπεὶ πάντως ὑπόδικοι τῇ ἀλαζονείᾳ τοῦ Φαρισαίου γενήσονται, ὃς ἑαυτὸν δικαιῶν κατέκρινε τὸν τελώνην, μετʼ ἐμοῦ ζητείτω τὸν ἰατρόν

    承接条件从句 εἰ δὲ τοῦτο μὲν οὐκ ἂν εἴποι... 的归结句主要动词是相隔甚远的命令式 ζητείτω。其间插入了相关句(τοσούτῳ... ὅσῳπερ)、原因句(διότι...)以及关于法利赛人傲慢的解释(ἐπεὶ...),构成长距离的倒装与嵌插结构(hyperbaton)。

  3. 204ἐλεεῖσθαί που δικαιότεροί ἐσμεν παρὰ τῶν μακαρίων ἀνδρῶν καὶ ἀναμαρτήτων οἱ ἁμαρτωλοὶ ἡμεῖς μᾶλλον ἢ χαλεπαίνεσθαι

    δίκαιός εἰμι + 不定词(“理当……”)的人称构式在此采用比较级 δικαιότεροί ἐσμεν,并通过 μᾶλλον ἤ 将两个被动不定词 ἐλεεῖσθαι 与 χαλεπαίνεσθαι(被动义:“遭受严苛对待/被发怒”)加以对照。比较级形容词与 μᾶλλον 重叠使用以表强调。

  4. 204τὴν γευστικὴν αἴσθησιν ὑπὸ τοῦ πάθους διεφθαρμένοις

    与格分词 διεφθαρμένοις 与前文的 τισί 一致。宾格短语 τὴν γευστικὴν αἴσθησιν 用作依附于被动分词的关系宾格/方面宾格(限定受损的感官部分),意为“在味觉方面受损的人”。

  5. 204ἢ τὰ μὲν γεωργίας ἔργα οὐ δυνατός ἐστι κρίνειν ὅ γε μὴ γεωργικός

    句首的 ἤ 引导反问修辞(归谬法),提出一个荒谬的对立假定:“难道说……?”它与后文关于音乐的比喻一道,突显了毫无资格之人妄自充任言论审判者的荒谬性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:204#2