← 该撒利亚的巴西流

书信集

§204#1

致新凯撒利亚人责备疏远与劝勉和解

巴西尔致信新凯撒利亚人,责备他们长期的疏远和偏听诽谤,基于共同的属灵传统与公正倾听的必要性劝勉众人归向和解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§204#1

Τοῖς Νεοκαισαρεῦσιν. Πολὺν χρόνον ἀπεσιωπήσαμεν πρὸς ἀλλήλους, ἀδελφοὶ τιμιώτατοι ἡμῖν καὶ περιπόθητοι, ὥσπερ οἱ πρὸς ὀργὴν διαναστάντες. καίτοι τίς οὕτω βαρύμηνις καὶ δυσδιάλλακτος τῷ λελυπηκότι, ὥστε ὅλῃ σχεδὸν ἀνθρώπου γενεᾷ τὴν ἐκ τοῦ μίσους ὀργὴν συμπαρεκτεῖναι; ὃ περὶ ἡμᾶς ἐστιν ἰδεῖν γινόμενον, οὐδεμιᾶς τοῦ διεζεῦχθαι δικαίας ἀφορμῆς ὑπαρχούσης, οὐκοῦν ὅσα γε ἴσμεν αὐτοί,1 ἀλλὰ τὸ ἐναντίον, πολλῶν καὶ μεγάλων πρὸς τὴν ἄκραν ἡμῖν φιλίαν καὶ ἕνωσιν ἐνυπαρχόντων τὸ ἐξ ἀρχῆς· ἑνὸς μὲν τοῦ μεγίστου καὶ πρώτου,2 τῆς ἐντολῆς τοῦ Κυρίου διαρρήδην εἰπόντος, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ πάλιν τοῦ Ἀποστόλου σαφῶς τὸ τῆς ἀγάπης καλὸν παριστῶντος ἡμῖν, τοῦτο μὲν ἐν οἷς ἀποφαίνεται πλήρωμα νόμου εἶναι τὴν ἀγάπην, τοῦτο δὲ ὅταν προτίθησι πάντων ὁμοῦ τῶν μεγάλων τὸ τῆς ἀγάπης καλόν, ἐν οἷς φησιν· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστᾷν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι· οὐχ ὡς δυναμένου ποτὲ τῶν ἀπηριθμημένων ἑκάστου δίχα τῆς ἀγάπης ἐνεργηθῆναι, ἀλλὰ βουλομένου τοῦ ἁγίου, ὡς αὐτὸς εἶπε, τῷ καθʼ ὑπερβολὴν τρόπῳ τὴν κατὰ πάντων ὑπεροχὴν προσμαρτυρῆσαι τῇ ἐντολῇ. Δεύτερον δέ, ὅτι εἴ τι μέγα συμβάλλεται πρὸς συνάφειαν καὶ τὸ τῶν αὐτῶν μετασχεῖν διδασκάλων, οἱ αὐτοὶ ὑμῖν τέ εἰσι καὶ ἡμῖν διδάσκαλοί3 τε τῶν μυστηρίων τοῦ Θεοῦ, καὶ πατέρες πνευματικοί, οἱ ἐξ ἀρχῆς τὴν Ἐκκλησίαν τὴν ὑμετέραν θεμελιώσαντες. Γρηγόριον λέγω τὸν πάνυ, καὶ ὅσοι ἐφεξῆς ἐκείνῳ τῆς παρʼ ὑμῖν ἐπισκοπῆς τὸν θρόνον διαδεξάμενοι, ἄλλος ἐπʼ ἄλλῳ ὥσπερ τινὲς ἀστέρες ἐπανατέλλοντες, κατὰ τῶν αὐτῶν ἰχνῶν ἐπέβησαν, ὥστε διάγνωστα καταλιπεῖν τῆς κατʼ οὐρανὸν πολιτείας τὰ σημεῖα τοῖς βουλομένοις. εἰ δὲ καὶ αἱ σωματικαὶ οἰκειότητες οὐκ ἀπόβλητοι, ἀλλὰ καὶ μέγα συμβαλλόμεναι πρὸς ἀρραγῆ συνάφειαν καὶ κοινωνίαν βίου, καὶ ταῦτα ἡμῖν ὑπῆρξε πρὸς ὑμᾶς τὰ δίκαια. τίνος οὖν ἕνεκεν, ὦ σεμνοτάτη πόλεων (δι’ ὑμῶν γὰρ τῇ πόλει πάσῃ διαλέγομαι), οὐ γράμμα ἥμερον αὐτόθεν, οὐ φωνὴ δεξιά, ἀλλʼ ἤνοικται μὲν ὑμῶν τὰ ὦτα τοῖς διαβάλλειν ἐπιχειροῦσιν; ὥστε τοσοῦτον πλέον στενάζειν ὀφείλω, ὅσῳπερ ἂν μᾶλλον ἴδω τὸ σπουδαζόμενον αὐτοῖς κατορθούμενον· ἐπειδὴ τὸ τῆς διαβολῆς ἔργον φανερὸν ἔχει τὸν καθηγούμενον, ὅς ἀπὸ πολλῶν ὑπάρχων ἀδικημάτων γνώριμος, ἀπὸ ταύτης μάλιστα τῆς πονηρίας χαρακτηρίζεται, ὥστε καὶ ὄνομα αὐτῷ γενέσθαι τὴν ἁμαρτίαν. πλὴν ἀλλʼ ὑμεῖς ἀνάσχεσθέ μου τῆς παρρησίας· ἀμφοτέρας τὰς ἀκοὰς τοῖς διαβάλλουσιν ἡμᾶς ἀναπετάσαντες, πάντα ἀνεξετάστως ταῖς ψυχαῖς παραδέχεσθε· καὶ οὐδεὶς ὁ τοῦ ἀληθοῦς τὸ ψεῦδος φυλοκρινῶν. τίς ἠπόρησέ ποτε πονηρῶν ἐγκλημάτων μόνος ἀγωνιζόμενος; τίς ἠλέγχθη ψευδόμενος μὴ παρόντος τοῦ συκοφαντουμένου; ποῖον ῥῆμα οὐκ ἔστι πιθανὸν τοῖς ἀκούουσιν, ἐὰν ὁ μὲν λοίδορος διατείνηται, ἦ μὴν οὕτως ἔχειν, ὁ δὲ λοιδορούμενος μήτε παρῇ, μήτε ἐπακούῃ τῶν βλασφημιῶν; οὐδὲ αὐτὴ ἡ τοῦ βίου συνήθεια παιδεύει ὑμᾶς πρὸς ταῦτα, ὅτι δεῖ τὸν μέλλοντα ἴσον καὶ κοινὸν ἀκροατὴν γενήσεσθαι, μὴ ὅλον ἀπάγεσθαι παρὰ τοῦ προλαβόντος, ἀλλʼ ἀναμένειν καὶ τὴν ἀπολογίαν τοῦ ἐναγομένου, ἵνʼ οὕτως ἐκ τῆς παραθέσεως ἑκατέρων τῶν λόγων διαδειχθῇ ἡ ἀλήθεια; κρῖμα δίκαιον κρίνατε πρόσταγμά ἐστιν ἓν τῶν ἀναγκαιοτάτων εἰς σωτηρίαν. Καὶ ταῦτα λέγω, οὐκ ἐπιλελησμένος τῶν ἀποστολικῶν ῥημάτων, ὅτι φεύγων ἐκεῖνος τὰ ἀνθρώπινα κριτήρια, ὅλον ἑαυτοῦ τὸν βίον ταῖς εὐθύναις τοῦ ἀνεξαπατήτου δικαστηρίου ἐταμιεύετο ἐν οἷς φησιν· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφʼ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. ἀλλʼ ὅμως ἐπειδὴ προλαβοῦσαι διαβολαὶ ψευδεῖς κατέσχον ὑμῶν τὰς ἀκοάς, καὶ διαβέβληται μὲν ἡμῶν ὁ βίος, διαβέβληται δὲ ἡ περὶ τὸν Θεὸν ἡμῶν πίστις, εἰδὼς ὅτι τρισὶν ὁμοῦ προσώποις τὴν βλάβην προστρίβεται ὁ διαβάλλων· τόν τε γὰρ συκοφαντούμενον ἀδικεῖ, καὶ πρὸς οὓς ὁ λόγος ἐστὶν αὐτῷ, καὶ ἑαυτόν· τῆς μὲν ἐμαυτοῦ βλάβης κἂν ἀπεσιώπησα,4 εὖ ἴστε, οὐ καταφρονῶν τῆς παρʼ ὑμῖν ὑπολήψεως,(πῶς γὰρ ὅς γε ἵνα μὴ ταύτην ζημιωθῶ, ταῦτα ἐπιστέλλω καὶ ἀγωνίζομαι νῦν;) ἀλλʼ ὁρῶν ὅτι ἐν τρισὶ τοῖς βλαπτομένοις ὁ τὰ ἐλάττονα ζημιούμενος εἰμὶ ἐγώ.

致新凯撒利亚人。 我们最尊贵、最深切怀念的弟兄们,我们彼此之间已经沉默了许久,就像因愤怒而彼此疏远的人一样。然而,谁会如此怀恨在心、对得罪自己的人如此难以和解,以至于将仇恨所生的怒气延宕了将近人类整整一代人的时间呢?这正是发生在我们身上的情形,尽管就我们自己所知而言,根本没有任何正当的分离借口;相反,从一开始就存在着许多伟大的理由,促使我们达到极高的友谊与合一。其中第一且最重大的,是主的诫命,祂明确说道:“你们若彼此相爱,众人因此就认出你们是我的门徒了”;此外使徒也清楚地向我们昭示爱之美德,一方面是在他宣称爱是律法的成全之处,另一方面是在他将爱之美德置于一切伟大事物之上时,他说道:“我若能说万人的方言,并天使的话语,却没有爱,我就成了鸣的锣、响的钹。我若有先知讲道之能,也明白各样的奥秘,各样的知识,而且有全备的信,叫我能够移山,却没有爱,我就算不得什么。我若将所有的赒济穷人,又舍己身叫人焚烧,却没有爱,仍然与我无益。”这并不是说上述列举的每一项能够脱离爱而生效,而是圣徒如他自己所说,意在以极而言之的方式,见证该诫命超越万有的至高地位。 其次,如果共有相同的师长对联合大有助益,那么对你们和对我们而言,正是同一批人既是上帝奥秘的导师,又是属灵的父亲,他们自始奠定了你们的教会。我指的正是著名的格列高利,以及接续他继承你们当中主教宝座的诸位前辈,他们如群星般相继升起,踏着完全相同的足迹前行,从而为有心之人留下了属天国民生活的清晰印记。如果肉身的亲属关系也不当弃绝,反而对牢不可破的联合与生活的交通大有裨益,那么我们与你们之间也存在着这等权利。那么,最尊贵的城邑啊(因为我正是通过你们向全城说话),为何那里没有一封温和的来信,没有一句亲善的话语,反而你们的耳朵却向那些企图诽谤的人敞开呢?因此,我越是看到他们苦心经营的图谋得逞,就越发不得不叹息;因为诽谤的勾当有着显而易见的罪魁祸首,他因许多恶行而为人熟知,尤以此种奸恶为特征,以至于罪恶本身都成了他的名号。然而,请容忍我的坦率直言:你们向诽谤我们的人双耳大开,未经查验便将一切全盘接纳进心灵,竟无一人辨析真伪。独自争辩者何时曾匮乏过恶毒的指控?被诬告者不在场时,何人曾被揭发是在说谎?如果辱骂者坚称事情确凿如此,而被辱骂者既不在场也未听见这些毁谤之词,听众又怎会觉得哪句话不可信呢?难道世事的常理本身不曾就此教导你们吗:凡要作公正中立的听者,绝不可完全被抢先一步的人带走,而当等候被告之人的申辩,以便通过双方言辞的对照显明真理?“按公义判断”乃是通往救恩最不可或缺的诫命之一。 我说这些,并非忘记了使徒的话语;使徒逃避人的审判,将自己的一生托付于绝不受欺骗的法庭来审察,正如他所言:“我被你们论断,或被人间的日子论断,我都以为极小的事。”然而,既然先入为主的虚假诽谤已占据了你们的耳朵,我们的生活被毁谤,我们向上帝的信仰也被毁谤;且深知诽谤者同时将危害加于三方——因为他既伤害了被中伤者,又伤害了他向之进言的人,也伤害了他自己——若单就我个人的损害而言,请你们确信,我本可以保持沉默,这并非出于轻视在你们那里的名誉(我若轻视,又怎会为了不失去它而在此刻致信并竭力抗争呢?),而是因为我看到,在受害的三者之中,我所受的亏损乃是最轻的。

语法注4 条
  1. 204οὐκοῦν ὅσα γε ἴσμεν αὐτοί

    紧承前句的否定属格独立结构(οὐδεμιᾶς... δικαίας ἀφορμῆς ὑπαρχούσης),这里的 οὐκοῦν(在否定语境中常作 οὔκουν)与限制性关系从句 ὅσα γε ἴσμεν αὐτοί 连用,表示限制性否定强化:“至少就我们自己所知而言(绝无此事)”。此处不应作推论小辞“因此”解,而是对前述否定的限定性补充。

  2. 204ἑνὸς μὲν τοῦ μεγίστου καὶ πρώτου

    同格性/部分属格,呼应前文属格独立结构中的 πολλῶν καὶ μεγάλων... ἐνυπαρχόντων,引出列举的第一项。后文的 τῆς ἐντολῆς τοῦ Κυρίου...(主的诫命)与 τοῦ Ἀποστόλου...(使徒)均与其构成同格并列关系。

  3. 204Δεύτερον δέ, ὅτι εἴ τι μέγα συμβάλλεται πρὸς συνάφειαν καὶ τὸ τῶν αὐτῶν μετασχεῖν διδασκάλων, οἱ αὐτοὶ ὑμῖν τέ εἰσι καὶ ἡμῖν διδάσκαλοί

    开头的 Δεύτερον δέ, ὅτι(“第二,[我要说的是]……”)是引导性的习惯表达,省略了主句动词(如 λέγω)。ὅτι 从句内部为一个条件句:εἰ 条件从句以冠词加不定词 τὸ... μετασχεῖν 为主语(“若分享同一导师大有助益”),归结从句则为 οἱ αὐτοὶ ὑμῖν τέ εἰσι καὶ ἡμῖν διδάσκαλοί(“这些导师对于你们和我们乃是同一批人”)。

  4. 204τῆς μὲν ἐμαυτοῦ βλάβης κἂν ἀπεσιωπήσα

    κἂν 为 καὶ ἄν 的混成缩略(crasis),与不定过去时直陈式 ἀπεσιώπησα 连用,构成与过去事实相反或潜在的虚拟语气归结(“我本可以保持沉默”)。这是承接前面冗长的从属结构(ἀλλʼ ὅμως ἐπειδὴ... εἰδὼς ὅτι...)的主句,而其后的分词结构 οὐ καταφρονῶν... ἀλλʼ ὁρῶν ὅτι...(“并非轻视……而是看到……”)则成对说明就个人损害而言本可保持沉默的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:204#1