← 该撒利亚的巴西流

书信集

§203#2

借肢体之喻劝勉合一与派遣长老彼得

作者借用肢体的比喻告诫沿海主教们不可自我孤立,提议通过当面查验或指定会晤来实现和解,并通报派遣同工长老彼得作为书信的使者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§203#2

Μὴ γὰρ ἐκεῖνος ὑμᾶς ὁ λογισμὸς κατεχέτω, ὅτι οἱ τὴν παραλίαν οἰκοῦντες ἔξω ἐσμὲν τοῦ πάθους τῶν πολλῶν, καὶ οὐδὲν τῆς παρʼ ἑτέρων ἐπικουρίας δεόμεθα· ὥστε τίς ἡμῖν χρεία τῆς πρὸς ἑτέρους κοινωνίας; ὁ γὰρ Κύριος τὰς μὲν νήσους τῆς ἠπείρου διὰ θαλάσσης διέστησε, τοὺς δὲ νησιώτας τοῖς ἡπειρώταις διὰ τῆς ἀγάπης συνέδησεν. οὐδὲν ἡμᾶς χωρίζει ἀπʼ ἀλλήλων, ἀδελφοί, ἐὰν μὴ τῇ προαιρέσει τὸν χωρισμὸν ὑποστῶμεν. εἷς ἡμῶν Κύριος, μία πίστις, ἐλπὶς ἡ αὐτή. εἴτε κεφαλὴν ἑαυτοὺς τῆς καθόλου Ἐκκλησίας λογίζεσθε, οὐ δύναται ἡ κεφαλὴ εἰπεῖν τοῖς ποσί, χρείαν ὑμῶν οὐκ ἔχω· εἴτε καὶ ἐν ἄλλῃ τάξει τῶν ἐκκλησιαστικῶν μελῶν ἑαυτοὺς τάσσετε, οὐ δύνασθε λέγειν τοῖς ἐν τῷ αὐτῷ σώματι κατατεταγμένοις ἡμῖν τό, χρείαν ὑμῶν οὐκ ἔχομεν.1 αἵ τε γὰρ χεῖρες ἀλλήλων δέονται, καὶ οἱ πόδες ἀλλήλους στηρίζουσι, καὶ οἱ ὀφθαλμοὶ ἐν τῇ συμφωνίᾳ τὸ ἐναργὲς τῆς καταλήψεως ἔχουσιν. ἡμεῖς μὲν γὰρ ὁμολογοῦμεν τὸ ἑαυτῶν ἀσθενὲς καὶ ἐπιζητοῦμεν τὴν σύμπνοιαν ὑμῶν. οἴδαμεν γὰρ ὅτι κἂν μὴ παρῆτε τῷ σώματι, τῇ διὰ τῶν εὐχῶν βοηθείᾳ μέγα παρέξετε ἡμῖν ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ὄφελος. ὑμᾶς δὲ οὐκ ἔστιν οὔτε παρὰ ἀνθρώποις εὐπρεπὲς οὔτε τῷ Θεῷ εὐάρεστον ταῖς τοιαύταις κεχρῆσθαι φωναῖς, αἷς οὐδὲ τὰ ἔθνη κέχρηνται τὰ μὴ εἰδότα τὸν Θεόν. ἀλλὰ κἀκεῖνα ἀκούομεν, κἂν εἰς πάντα αὐτάρκη τὴν χώραν νέμωνται, τῆς γοῦν τῶν μελλόντων ἕνεκεν ἀδηλίας τὴν πρὸς ἀλλήλους συμμαχίαν ἀσπάζεσθαι καὶ τὴν ἐπιμιξίαν ὡς ἔχουσάν τι κέρδος μεταδιώκειν. ἡμεῖς δέ, ἐκείνων ὄντες τῶν πατέρων, οἳ ἐνομοθέτησαν διὰ μικρῶν χαρακτήρων τὰ τῆς κοινωνίας σύμβολα ἀπὸ περάτων τῆς γῆς εἰς πέρατα περιφέρεσθαι, καὶ πάντας πᾶσι πολίτας καὶ οἰκείους εἶναι, νῦν ἀποτέμνομεν ἑαυτοὺς τῆς οἰκουμένης, καὶ οὔτε ἐπαισχυνόμεθα τῇ μονώσει, οὔτε ζημίαν φέρειν τὸν διασπασμὸν τῆς ὁμονοίας τιθέμεθα· οὔτε φρίσσομεν, ὅτι εἰς ἡμᾶς φθάνει ἡ φοβερὰ τοῦ Κυρίου ἡμῶν προφητεία, εἰπόντος, ὅτι Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν; Μὴ ταῦτα, ἀδελφοὶ τιμιώτατοι, μὴ ἀνάσχησθε τοῦτο, ἀλλὰ καὶ ἐπὶ τοῖς παρελθοῦσι παρακαλέσατε ἡμᾶς γράμμασιν εἰρηνικοῖς καὶ ἀγαπητικαῖς προσφωνήσεσιν, οἱονεὶ πραείᾳ τινὶ ἐπαφῇ τὸ τῆς καρδίας ἡμῶν ἕλκος, ὃ ἐκ τῆς παρελθούσης ἀμελείας ἐνεποιήσατε ἡμῖν, παραμυθούμενοι. καὶ εἴτε αὐτοὶ βούλεσθε πρὸς ἡμᾶς ἀπαντῆσαι καὶ δι’ ἑαυτῶν ἐρευνῆσαι τὰ ἀρρωστήματα ἡμῶν, εἰ ὄντως τοιαῦτά ἐστιν οἷα ἀκούετε, ἢ ταῖς ἐκ τοῦ ψεύδους προσθήκαις βαρύτερα ὑμῖν ἀπαγγέλλεται τὰ ἁμαρτήματα ἡμῶν, γενέσθω καὶ τοῦτο· ἕτοιμοι ἡμεῖς ὑπτίαις χερσὶ τὴν παρουσίαν ὑμῶν ὑποδέξασθαι, καὶ προθεῖναι ἑαυτοὺς εἰς ἀκριβῆ βάσανον· μόνον ἀγάπη ἡγείσθω τῶν γινομένων· εἴτε καὶ βούλεσθε παρʼ ἑαυτοῖς ὑποδεῖξαί τινα τόπον, ἐν ᾧ γενόμενοι καὶ ὑμῖν τὸ ὀφειλόμενον τῆς ἐπισκέψεως χρέος ἀποπληρώσομεν καὶ ἑαυτῶν τὴν ἐνδεχομένην πεῖραν παρέξομεν, ὥστε καὶ τὰ προλαβόντα ἰάσασθαι, καὶ τοῦ λοιποῦ μηδεμίαν διαβολαῖς χώραν καταλιπεῖν, καὶ τοῦτο γενέσθω. πάντως γὰρ εἰ καὶ ἀσθενῆ περιφέρομεν σάρκα, ἀλλʼ ἕως ἀναπνέωμεν, ὑπεύθυνοί ἐσμεν μηδὲν ἐλλιμπάνειν τῶν εἰς οἰκοδομὴν τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ. Μὴ οὖν παραλογίσησθε ἡμῶν τὴν παράκλησιν ταύτην, μὴ εἰς ἀνάγκην ἡμᾶς ἀγάγητε καὶ πρὸς ἄλλους ἐξειπεῖν τὴν ὀδύνην ἡμῶν. μέχρι γὰρ νῦν, γινώσκετε, ἀδελφοί, ἐν ἑαυτοῖς τὴν λύπην στέγομεν, αἰσχυνόμενοι τοῖς πόρρωθεν ἡμῶν κοινωνικοῖς τὴν πρὸς ἡμᾶς ἀλλοτρίωσιν ὑμῶν διαγγεῖλαι, ἵνα μὴ κἀκείνους θλίψωμεν καὶ χαρὰν τοῖς μισοῦσιν ἡμᾶς ἐμποιήσωμεν. ταῦτα μόνος ἐπέστειλα νῦν· γνώμῃ δὲ τῶν ἐν Καππαδοκίᾳ πάντων ἀδελφῶν ἔπεμψα, οἳ καὶ παρεκάλεσάν με, μὴ τῷ τυχόντι χρήσασθαι διακόνῳ τοῦ γράμματος, ἀλλʼ ἀνδρὶ ὃς δυνήσεται ὅσα διὰ τῆς ἐπιστολῆς παρήκαμεν φοβούμενοι μὴ εἰς ἀμετρίαν πολλὴν τὸν λόγον ἐκβάλωμεν, ταῦτα διὰ τῆς ἑαυτοῦ συνέσεως,2 ἣν ἔχει ἐκ τῆς χάριτος τοῦ Θεοῦ, ἀναπληρῶσαι. λέγομεν δὲ τὸν ποθεινότατον ἡμῖν καὶ εὐλαβέστατον ἀδελφὸν Πέτρον τὸν συμπρεσβύτερον, ὃν καὶ δέξασθε ἐν ἀγάπῃ καὶ προπέμψατε πρὸς ἡμᾶς εἰρηνικῶς, ἵνα γένηται ἡμῖν ἀγαθῶν ἄγγελος.

因为切莫让这种念头占据你们的心:“我们居住在沿海的人置身于众人的苦难之外,丝毫不需他人的援助;因此我们何需与他人相交?”因为主虽以海洋将诸岛屿与大陆隔开,却藉着爱将岛民与大陆之民紧密联结。弟兄们,除非我们出于自身的意志承受了分裂,否则没有任何事物能将我们彼此分开。我们的主是一位,信仰是一个,指望亦同。无论你们自视为普世教会的头,头也不能对脚说“我用不着你”;抑或你们将自己列在教会肢体的其他等次中,你们也不能对安置在同一身体内的我们说“我们用不着你们”。因为双手彼此需要,双脚相互支持,双目亦在调和协调中方有明晰的观察与把握。事实上,我们承认自身的软弱,并切求你们同心合意。因为我们深知,即使你们肉身不在,藉着祈祷的相助,在最危急的时节你们亦能给我们带来极大的益处。但对你们而言,使用甚至连不认识神的异教之邦都不曾采用的言辞,既在人前不体面,亦不蒙神喜悦。反之,我们听闻甚至他们即便据有一切皆能自足的土地,至少出于对未来未定之事的考量,亦会欢迎彼此结盟,并将相互交往视为有所益处而加以追求。可是我们,身为那些制定规例让相通的凭证以微小的文字从地极运送至地极、使众人对众人皆为同胞与亲人的列祖之属,如今竟将自己与整个世界隔绝开来,既不以孤立为耻,又不认为和睦的瓦解会带来损失,甚至对于我们主可畏的预言——祂曾说“只因不法的事增多,许多人的爱心才冷淡了”——临到我们身上,也不感到战兢么? 绝不可如此,至尊贵的弟兄们,切莫容忍此事!倒要在过去的事情上,以和平的书信与慈爱的问安来劝慰我们,犹如以温和的抚触,抚慰你们因过去的疏忽而给我们造成的内心创伤。并且,无论你们是希望亲自前来与我们相会,亲身查验我们的疾患是否真如你们所听闻的那样,抑或我们的过失因虚假捏造的增添而被向你们报告得更加严重,那么也请照此实行吧;我们准备以张开的双手迎接你们的到来,并将自己置于严格的审察之下;唯愿爱心引导一切事情的进行。抑或你们希望在你们那里指定某个地点,让我们前往该处,既能向你们偿还应尽的探访之债,又能就自身提供力所能及的检验,以便既医治既往之事,又为日后不再给毁谤留下任何余地,那么也请照此实行吧。因为无论如何,即使我们带着软弱的肉躯,但只要尚存一息,我们就有责任在建立基督诸教会的事上毫无懈怠。 因此,切莫蔑视我们的这番恳求,不要逼得我们不得不在其他人面前也吐露我们的苦痛。因为直到如今,弟兄们,你们当知,我们始终将悲伤隐藏在自己心中,羞于向远方与我们交通的人通报你们对我们的疏远,免得使他们也同受忧伤,并使恨我们的人产生欢喜。这些话如今虽由我一人修书,却是根据卡帕多细亚全体弟兄的一致意愿寄出的;他们亦曾恳求我,切莫使用任何偶然的使者来传递这封书信,而要选用这样一位人选:凡我们因唯恐篇幅过于冗长而在信中略去未提的事,他都能凭借从神的恩典中所领受的悟性加以补足。我们所指的乃是我们最亲爱、最虔敬的弟兄同工长老彼得;愿你们在爱中接纳他,并平安地送他归回我们这里,使他成为向我们传报佳音的使者。

语法注2 条
  1. 203τό, χρείαν ὑμῶν οὐκ ἔχομεν

    中性单数宾格定冠词 τό 将直接引语(χρείαν ὑμῶν οὐκ ἔχομεν)名词化,作为动词 λέγειν 的直接宾语。间接宾语则是由与格短语 τοῖς ἐν τῷ αὐτῷ σώματι κατατεταγμένοις ἡμῖν 充当。

  2. 203ὅσα διὰ τῆς ἐπιστολῆς παρήκαμεν φοβούμενοι μὴ εἰς ἀμετρίαν πολλὴν τὸν λόγον ἐκβάλωμεν, ταῦτα διὰ τῆς ἑαυτοῦ συνέσεως

    由关系代词 ὅσα 引导的关系从句先于主句的指示代词先行词 ταῦτα 出现,充当不定式 ἀναπληρῶσαι 的宾语。在关系从句内部,还嵌套了表示担忧的分词短语 φοβούμενοι μὴ... ἐκβάλωμεν(“唯恐……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:203#2