- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:203#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔向沿海主教们解释了因病痛与教会纷争而未能探访的缘由,强调彼此相爱与和睦的本分,并呼吁他们切勿偏信毁谤直接定罪,而应促成当面对质以进行公允的审查。
Τοῖς παραλιώταις ἐπισκόποις. Ἐγένετό μοι πολλὴ ὁρμὴ τῆς συντυχίας ὑμῶν, καὶ ἀεί τι ἐπεγένετο κώλυμα, ἐμποδίζον μου τῇ προθυμίᾳ. ἢ γὰρ ἡ τοῦ σώματος ἀσθένεια συνεπόδισέ με (ἣν οὐκ ἀγνοεῖτε πάντως, ὅση μοι πάρεστιν ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου, συντραφεῖσά μοι καὶ παιδεύουσά με, κατὰ τὴν δικαίαν κρίσιν τοῦ πάντα ἐν σοφίᾳ οἰκονομοῦντος Θεοῦ), ἢ αἱ τῶν ἐκκλησιῶν ἐπιμέλειαι, ἢ οἱ πρὸς τοὺς ἐπανισταμένους τῷ λόγῳ τῆς ἀληθείας ἀγῶνες. διὸ μέχρι τοῦ παρόντος ἐν θλίψει πολλῇ καὶ λύπῃ διάγω, συνειδὼς ὅτι τὸ καθʼ ὑμᾶς ἐλλέλειπταί μοι. ἐγὼ γὰρ ἀκούσας παρὰ τοῦ Θεοῦ τοῦ διὰ τοῦτο τὴν διὰ σαρκὸς ἐπιδημίαν καταδεξαμένου, ἵνα καὶ τοῖς ὑποδείγμασι τῶν πρακτέων ῥυθμίσῃ τὸν βίον ἡμῶν καὶ διὰ τῆς ἰδίας φωνῆς ἀναγγείλῃ ἡμῖν τὸ εὐαγγέλιον τῆς βασιλείας, ὅτι Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ ὅτι ἐξιτήριον δῶρον τοῖς ἑαυτοῦ μαθηταῖς, μέλλων συμπληροῦν τὴν ἐν σαρκὶ οἰκονομίαν, τὴν ἑαυτοῦ εἰρήνην ὁ Κύριος κατέλιπεν εἰπών· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ δύναμαι πεῖσαι ἐμαυτόν, ὅτι ἄνευ τῆς ἐν ἀλλήλοις ἀγάπης καὶ ἄνευ τοῦ, τὸ εἰς ἐμὲ ἧκον, εἰρηνεύειν πρὸς πάντας δύναμαι ἄξιος κληθῆναι δοῦλος Ἰησοῦ Χριστοῦ. πολὺν μὲν γὰρ ἀνέμεινα χρόνον, εἴ ποτε καὶ παρὰ τῆς ὑμετέρας ἀγάπης γένηται τις πρὸς ἡμᾶς ἐπισκέψις. οὐ γὰρ ἀγνοεῖτε ὅτι δημοσίᾳ προκείμενοι πᾶσιν, ὥσπερ οἱ ἐν τῇ θαλάσσῃ προβεβλημένοι σκόπελοι, ἡμεῖς τὸν θυμὸν τῶν αἱρετικῶν κυμάτων ὑποδεχόμεθα, καὶ περὶ ἡμᾶς ῥηγνύμενοι, τὰ κατόπιν ἡμῶν οὐκ ἐπικλύζουσι.1 τὸ δὲ ἡμεῖς ὅταν εἴπω, οὐκ εἰς τὴν ἀνθρωπίνην ἀναφέρω δύναμιν, ἀλλʼ εἰς τὴν τοῦ Θεοῦ χάριν, τοῦ ἐν τῇ ἀσθενείᾳ τῶν ἀνθρώπων τὸ δυνατὸν ἑαυτοῦ δεικνύντος, καθά φησιν ὁ προφήτης ἐκ προσώπου Κυρίου λέγων· ἢ ἐμὲ οὐ φοβηθήσεσθε, τὸν τιθέντα ἄμμον ὅριον τῇ θαλάσσῃ; τῷ γὰρ ἀσθενεστάτῳ πάντων καὶ εὐκαταφρονήτῳ πράγματι, τῇ ψάμμῳ, τὴν μεγάλην καὶ βαρεῖαν θάλασσαν ἐπέδησεν ὁ δυνατός. ἐπεὶ οὖν τοιοῦτόν τι ἐστὶ καὶ τὸ καθʼ ἡμᾶς, ἀκόλουθον ἦν παρὰ τῆς ὑμετέρας ἀγάπης καὶ τῶν γνησίων τινὰς ἀποστέλλεσθαι συνεχῶς εἰς ἐπίσκεψιν ἡμῶν τῶν καταπονουμένων, καὶ γράμματα ἀγαπητικὰ φοιτᾷν πρὸς ἡμᾶς συνεχέστερον, τοῦτο μὲν στηρίζοντα ἡμῶν τὴν προθυμίαν, τοῦτο δέ, καὶ εἴ τι σφαλλόμεθα, ἐπανορθούμενα. οὐκ ἀρνούμεθα γὰρ μυρίοις σφάλμασιν ὑποκεῖσθαι, ἄνθρωποι ὄντες καὶ ἐν σαρκὶ ζῶντες. Ἀλλʼ ἐπειδὴ τὸν πρὸ τούτου χρόνον, ἢ διὰ τὸ μὴ συνιδεῖν τὸ πρέπον, παρελίπετε τὰ ὀφειλόμενα ἡμῖν, ἀδελφοὶ τιμιώτατοι, ἢ διὰ τὸ προληφθῆναι παρὰ τινῶν εἰς τὰς καθʼ ἡμῶν διαβολάς, οὐκ ἐνομίσατε ἡμᾶς ἀξίους εἶναι ἀγαπητικῆς ἐπισκέψεως· ἰδοὺ νῦν καὶ κατάρχομεν τοῦ γράμματος αὐτοί, καὶ τὰς ἐπιφερομένας ἡμῖν αἰτίας ὁμολογοῦμεν ἑτοίμως ἔχειν ἐφʼ ὑμῶν ἀποδύσασθαι· μόνον ἐὰν καταδέχωνται οἱ ὑβρίζοντες ὑμᾶς ἀντιπρόσωποι ἡμῖν ἐπὶ τῆς ὑμετέρας εὐλαβείας καταστῆναι. ἐλεγχθέντες μὲν γὰρ καὶ ἡμεῖς τὴν ἁμαρτίαν ἡμῶν ἐπιγνωσόμεθα, καὶ ὑμεῖς μετὰ τοὺς ἐλέγχους συγγνώμην ἕξετε παρὰ τῷ Κυρίῳ ἐκ τῆς τῶν ἁμαρτωλῶν ἡμῶν κοινωνίας ἑαυτοὺς ὑποστέλλοντες, καὶ οἱ ἐλέγξαντες μισθὸν ἕξουσιν, ὡς τὴν κεκρυμμένην ἡμῶν κακίαν δημοσιεύσαντες. ἐὰν δὲ πρὸ τῶν ἐλέγχων καταδικάζητε ἡμᾶς, ἡμεῖς μὲν οὐδὲν ἐσόμεθα ἠδικημένοι, ἐκτὸς τοῦ ζημιωθῆναι τὸ πάντων ἡμῖν τιμιώτατον κτῆμα τὴν πρὸς ὑμᾶς ἀγάπην· ὑμεῖς δὲ καὶ τοῦτο αὐτὸ πείσεσθαι ἡμᾶς οὐκ ἔχοντες,2 καὶ τῷ εὐαγγελίῳ δόξετε μάχεσθαι τῷ εἰπόντι· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον, καὶ γνῷ τί ποιεῖ; ὁ δὲ καταχέων ἡμῶν τὰς λοιδορίας, τὸν δὲ τῶν λεγομένων ἔλεγχον μὴ ἐπάγων, φανήσεται πονηρὰν ἑαυτῷ προσηγορίαν ἐπενεγκών, ἐκ τῆς ἀτόπου τῶν λόγων χρήσεως. τὸν γὰρ διαβάλλοντα πῶς ἄλλως προσῆκεν ὀνομάζειν, ἢ οὐχὶ ἣν ἐξ αὐτοῦ τοῦ πράγματος ἐπιτηδεύει προσηγορίαν αὐτῷ τιθεμένους; μήτε οὖν ὁ λοιδορῶν ἡμᾶς διάβολος ἔστω, ἀλλὰ κατήγορος· μᾶλλον δὲ μηδὲ τὸ τοῦ κατηγόρου δεχέσθω ὄνομα, ἀλλʼ ἀδελφὸς ἔστω ἐν ἀγάπῃ νουθετῶν, καὶ ἐπὶ διορθώσει ἐπάγων τὸν ἔλεγχον· μήτε ὑμεῖς λοιδοριῶν γένησθε ἀκροαταί, ἀλλʼ ἐλέγχων δοκιμασταί· μήτε ἡμεῖς ἀνιάτρευτοι καταλειφθῶμεν, μὴ φανερουμένης ἡμῖν τῆς ἁμαρτίας ἡμῶν.
致沿海主教们。 我内心曾极其渴望与你们相聚,然而总有某种阻碍接踵而至,妨碍了我的热切心愿。因为要么是肉身的软弱拦阻了我(关于这软弱,即它从我的幼年直到如今的暮年,如何一直伴随着我、与我一同长大,并按照凡事以智慧筹划之神的公义审判管教着我,你们绝非不知),要么是诸教会的重托,要么是与那些反抗真理之道者的斗争。因此直到如今,我都在极大的苦难与悲痛中度日,深知自己在对待你们的事上有所亏欠。因为我从那为了以当行之事作榜样来规范我们的生活、并以自己的声音向我们宣讲天国福音而甘愿取了肉身降临的神那里听闻:“你们若彼此相爱,众人因此就认出你们是我的门徒了”;并且听闻主在即将成就肉身经纶之际,留给门徒的临别赠礼便是祂自己的平安,说道:“我留下平安给你们,我把我的平安赐给你们”;因而在没有彼此相爱、并且没有在我力所能及的范围内与众人和睦相处的情况下,我实在无法说服自己能够配被称为耶稣基督的仆人。因为我曾等候了许久,期盼着从你们的爱心中也会有某次探访临到我们。你们绝不会不知道,我们如同耸立于海中的礁石一般,公开面对着众人,承受着异端狂澜的怒气;它们虽在我们周围碎裂,却未曾淹没我们身后的地带。而当我言及“我们”时,我并非指归于人的力量,而是归于神的恩典——祂正是在人的软弱中彰显祂的大能,正如先知以主的身份开口说道:“你们岂不惧怕我么?我以沙为海的界限。”因为至能者正是用万物中最孱弱且易受藐视的微物,即细沙,束缚住了庞大沉重的海洋。既然我们的情形也是如此,那么从你们的爱心出发,理当不断派遣一些忠实的同人前来探视我们这些身负重压之人,并使满怀爱意的书信更频繁地通达我们,一方面坚固我们的热忱,另一方面若我们有所过失,亦能加以纠正。因为我们并不否认自己会犯下无数过失,毕竟我们也是人,且活在肉身之中。 然而,既然在此前的时间里,至尊贵的弟兄们,你们或许因未能洞察何为合宜而忽视了欠我们的分,或许因在听信他人对我们的毁谤时先入为主,以致不认为我们配得爱心的探视;那么看哪,如今由我们亲自开笔修书,并声明我们欣然准备好在你们面前洗清强加于我们身上的指控——只要那些辱骂你们的人愿意在你们的敬虔面前与我们当面对质。因为若是被指正,我们自己也会认清自身的罪愆;而你们在指正之后,若从我们这等罪人的交通中抽身退步,在主面前也将得蒙宽宥;至于那些揭发检举之人,也将因公之于众了我们隐蔽的邪恶而得其奖赏。但若你们在指正之前就定我们的罪,我们固然不会遭受任何伤害,唯独失去对我们而言最为宝贵的产业——即对你们的爱;而你们既无法使我们确信此事,又将显得抵触了那如此宣示的福音:“不先听,不知道他所做的事,难道我们的律法就定他的罪么?”而那向我们倾泻诽谤、却不为其所言之事提出确证弹劾的人,必将显明是因言辞的不当滥用而为自己招致了恶劣的称谓。因为对那谗谤之人,若不根据其实际行径所追求的恶名加以称呼,又当如何命名呢?因此,愿辱骂我们的人不要成为谗谤者(恶魔),而当作告发者;或者更确切地说,连告发者的名号也不当领受,而应当作以爱心劝诫、并为使之归正而提出弹劾的“弟兄”;愿你们不要作辱骂的倾听者,而作弹劾的审查者;也愿我们不致因自己的罪愆未向我们显明而被遗弃于无法救治的境地。
- 203καὶ περὶ ἡμᾶς ῥηγνύμενοι, τὰ κατόπιν ἡμῶν οὐκ ἐπικλύζουσι.
意合一致(constructio ad sensum)结构。尽管前句中的“τῶν αἱρετικῶν κυμάτων”(“异端的波浪”)是中性名词,但分词 ῥηγνύμενοι(“碎裂/破裂”)却采用了阳性复数主格。这是由于作者将隐喻背后的异端分子(αἱρετικοί)视作实际施动主体,或者将波浪拟人化为阳性施动者。限定动词 ἐπικλύζουσι(“它们/他们未曾淹没”)的主语亦由此 ῥηγνύμενοι 承接。
- 203ὑμεῖς δὲ καὶ τοῦτο αὐτὸ πείσεσθαι ἡμᾶς οὐκ ἔχοντες
ἔχω 加不定式(意为“能够……”)与“宾格加不定式”结构的结合。πείσεσθαι 为 πείθω 的将来时中动/被动态不定式(意为“被说服、确信”),ἡμᾶς 为其逻辑主语,τοῦτο αὐτὸ(“正是此事/此罪”)为其同格/内宾语,整句意为“你们既无法使我们确信此事”。尽管从形态上 πείσεσθαι 亦可源于 πάσχω(“遭受”),但在前后文辨正控告与论辩的语境下,取 πείθομαι(“使认罪/确信”)在逻辑上更为贯通。
- 203ἐγὼ γὰρ ἀκούσας παρὰ τοῦ Θεοῦ τοῦ διὰ τοῦτο τὴν διὰ σαρκὸς ἐπιδημίαν καταδεξαμένου, ἵνα καὶ τοῖς ὑποδείγμασι τῶν πρακτέων ῥυθμίσῃ τὸν βίον ἡμῶν καὶ διὰ τῆς ἰδίας φωνῆς ἀναγγείλῃ ἡμῖν τὸ εὐαγγέλιον τῆς βασιλείας, ὅτι Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ ὅτι ἐξιτήριον δῶρον τοῖς ἑαυτοῦ μαθηταῖς, μέλλων συμπληροῦν τὴν ἐν σαρκὶ οἰκονομίαν, τὴν ἑαυτοῦ εἰρήνην ὁ Κύριος κατέλιπεν εἰπών· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ δύναμαι πεῖσαι ἐμαυτόν, ὅτι ἄνευ τῆς ἐν ἀλλήλοις ἀγάπης καὶ ἄνευ τοῦ, τὸ εἰς ἐμὲ ἧκον, εἰρηνεύειν πρὸς πάντας δύναμαι ἄξιος κληθῆναι δοῦλος Ἰησοῦ Χριστοῦ.
长周期句结构。主句的核心骨架为“ἐγὼ... οὐ δύναμαι πεῖσαι ἐμαυτόν, ὅτι...”(“我……实在无法说服自己……”)。修饰主语 ἐγὼ 的分词 ἀκούσας 统辖了两个由 ὅτι 引导的并列从句(“ὅτι Ἐν τούτῳ...”与“καὶ ὅτι ἐξιτήριον...”),引述了基督的福音训诫以确立神学依据,最终引出主句动词。插入的“τὸ εἰς ἐμὲ ἧκον”是惯用宾格结构,意为“就我力所能及而言/就关涉我者而言”。
未在正文中定位
