← 该撒利亚的巴西流

书信集

§200-202

致安菲罗修论托付教务与因病推迟会面

巴西尔致信伊科尼翁的安菲罗修,解释自己因久病及教会纷扰而未能成行,托付其照管吕考尼亚及本教区事务,并恳请其提前赶赴殉道者欧普修基乌斯的纪念聚会;随后的书简中,他因双方皆染疾延期会面而彼此致歉,并委托其处理当前的紧急教务。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§200

Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου. Ἡμᾶς ἀρρωστίαι ἐξ ἀρρωστιῶν τε διαδέχονται, καὶ ἀσχολίαι ἐκκλησιαστικῶν τε ὁμοῦ πραγμάτων καὶ τῶν ταῖς ἐκκλησίαις ἐπηρεαζόντων συνέσχον παρὰ πάντα τὸν χειμῶνα, καὶ τὸν μέχρι ταύτης τῆς ἐπιστολῆς χρόνον. διὸ οὔτε ἀποστεῖλαί τινα οὔτε ἐπισκέψασθαι τὴν εὐλάβειάν σου δυνατὸν ἡμῖν ἐγένετο. εἰκάζομεν δὲ καὶ τὰ σὰ τοιαῦτα ἕτερα εἶναι· οὐ κατὰ τὴν ἀρρωστίαν λέγω, μὴ γένοιτο· παράσχοι γὰρ ὁ Κύριος ὑγείαν τῷ σώματι σου διαρκῆ πρὸς ὑπηρεσίαν τῶν ἐντολῶν αὐτοῦ· ἀλλʼ ὅτι ἡ μέριμνα τῶν ἐκκλησιῶν καὶ σοὶ τὸν αὐτὸν ἐμβάλλει περισπασμόν. καὶ νῦν ἔμελλόν τινα ἀποστέλλειν αὐτοῦ τούτου ἕνεκεν, ὥστε γνωρίσαι ἡμῖν τὰ περὶ τῆς διαθέσεώς σου. ἐπεὶ δὲ ὁ ποθεινότατος υἱὸς Μελέτιος, παραπέμπων τοὺς νεολέκτους, ὑπέμνησεν ἡμᾶς, ὅτι εἴη σε δι’ αὐτοῦ προσειπεῖν,1 ἐδεξάμεθα τὴν ὑπόθεσιν τῶν γραμμάτων ἄσμενοι, καὶ τῷ διακόνῳ τῶν ἐπιστολῶν ἐπεδράμομεν,2 ἀνδρὶ ἐξαρκοῦντι καὶ ἀντʼ ἐπιστολῆς εἶναι, διά τε τὸ τοῦ τρόπου φιλάληθες, καὶ διὰ τὸ μηδὲν ἀγνοεῖν τῶν καθʼ ἡμᾶς. δι’ οὗ παρακαλοῦμεν τὴν εὐλάβειάν σου προηγουμένως εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα δῷ Κύριος ἐμοὶ μὲν ἀπαλλαγὴν τοῦ φορτικοῦ τούτου σώματος, ταῖς δὲ ἐκκλησίαις αὐτοῦ τὴν εἰρήνην, σοὶ δὲ ἡσυχίαν καὶ ἄδειαν τοῦ, ἐπειδὰν διαθῇ τὰ κατὰ τὴν Λυκαονίαν ἀποστολικῶς, ὡς ἐνήρξω, ἐπισκέπτεσθαι καὶ τὰ ὧδε, κἄν τε ἐνδημῶμεν τῇ σαρκί, κἂν ἀποδημῆσαι ἤδη πρὸς τὸν Κύριον ἐπιταχθῶμεν, ἵνα αὐτός, ὡς ἰδίων, ὅπερ οὖν καὶ ἔστιν, ἀντέχῃ τῶν καθʼ ἡμᾶς τόπων καὶ στηρίζῃς μὲν τὰ σαθρά, ἐπεγείρῃς δὲ τὰ νωθρά, πάντα δὲ τῇ χάριτι τοῦ Πνεύματος, τοῦ ὄντος ἐν σοί, μετακοσμήσῃς πρὸς τὸ εὐάρεστον τῷ Κυρίῳ. Τοὺς δὲ τιμιωτάτους υἱοὺς ἡμῶν Μενέτιον καὶ Μελίτιον, οὓς πόρρωθεν οἶδας καὶ ἑαυτοῦ κρίνεις, ἔχε ἐν παρακαταθήκῃ, εὐχόμενος ὑπὲρ αὐτῶν. αὔταρκες γὰρ αὐτοῖς τοῦτο πρὸς πᾶσαν ἀσφάλειαν. ὥστε καὶ τοὺς συνόντας τῇ ὁσιότητί σου, καὶ πάντα τὸν κλῆρον καὶ τὸν λαὸν τὸν ὑπὸ σοῦ ποιμαινόμενον, καὶ τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργοὺς προσειπεῖν παρʼ ἡμῶν καταξίωσον. τῆς μνήμης τοῦ μακαριωτάτου μάρτυρος Εὐψυχίου μέμνησο, καὶ μὴ ἀναμείνῃς δευτέραν ὑπόμνησιν, μηδὲ ἐμπρόθεσμον σπουδάσῃς ποιήσασθαι τὴν ἀπάντησιν, ἀλλὰ προλαβεῖν3 καὶ εὐφρᾶναι ἡμᾶς, ἐὰν ἄρα ἔτι ὦμεν ἐπὶ τῆς γῆς. ἕως τότε ἐρρωμένος ἐν Κυρίῳ, ὑπερευχόμενος ἡμῶν, διαφυλαχθείης ἡμῖν καὶ ταῖς τοῦ Θεοῦ ἐκκλησίαις χάριτι τοῦ ἁγίου.

致伊科尼翁主教安菲罗修。 疾病在我们身上接踵而至,而教会事务以及侵扰教会之人所引发的纷扰,使我们在整个冬天乃至直到写这封信的当下都脱身不得。因此,我们既不可能遣人前往,也不可能探望您的虔敬。我们推想您那里的情况亦是如此——我并不是指疾病,断乎不是!愿主赐予您的身体持久的健康,以服侍祂的诫命——而是指对诸教会的挂虑同样使您分心劳碌。刚才我还打算为此专门派遣一人,以便让我们获知您的近况。但因最思慕的儿子梅勒提乌在护送新兵时提醒我们,可以通过他向您问候,我们便欣然抓住了修书的机会,找到了这位负责传递信件的执事;因着他秉性热爱真理,也因着他对我们的一切境况了如指掌,此人足以代书信而立。我们借着他恳请您的虔敬首要为我们祈求,愿主赐我摆脱这沉重肉身的解脱,赐祂的教会以和平,并赐您以安宁与从容,待您如已着手的那样以使徒风范安排好吕考尼亚的事务后,也能巡视此地的情况——不论我们仍存留于肉身之中,还是已被吩咐离世归向主——以便您自己能将我们这一地域视如己有(事实亦确乎如此)而加以执掌,坚固破损者,唤醒迟钝者,并借着居于您内之圣灵的恩典,将一切重整为讨主喜悦的样式。 至于我们极尊贵的儿子梅内提乌和梅里提乌,您早已熟知他们,并将他们视作自己人,求您为他们代祷,将他们视如托付看顾;因为这对他们一切的平安已完全足够。并请屈尊代我们向常伴您圣德左右之人、以及受您牧养的全体教士与信众,还有我们最蒙神所爱的弟兄及同工致意。请记念极有福的殉道者欧普修基乌斯的纪念日,切勿等待第二次提醒,亦勿仅拘泥于如期(恰在正日)赴会,而当提前莅临,使我们欢喜——倘若那时我们仍存留于世间。愿您在此之前在主里刚健,为我们代祷,借着圣者之恩典为我们并为神的诸教会得蒙保守。

§201

Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου. Πολλῶν ἕνεκεν ἐπιθυμῶ συντυχεῖν σοι, ἵνα καὶ συμβούλῳ χρήσωμαι περὶ τῶν ἐν χερσὶ πραγμάτων, καὶ ὅλως ἵνα διὰ μακροῦ θεασάμενός σε ἔχω παραμυθίαν τινὰ τῆς ἀπολείψεως. ἐπειδὴ δὲ τὰ αὐτὰ ἀμφοτέρους ἐπέσχεν, ἥ τε ὑμῖν συμβᾶσα ἀσθένεια, καὶ ἡ παλαιοτέρα ἡμῶν ἀρρωστία, μήπω ἀπολείψασα, ἀμφοτέροις δῶμεν συγγνώμην, εἰ βούλει, ἀμφότεροι, ὥστε δι’ ἑαυτῶν ἀλλήλους ἀφεῖναι τοῦ ἐγκλήματος.

致伊科尼翁主教安菲罗修。 因着诸多缘由,我渴望与您相会,既为就眼前事务以您为谋士,更因久别相见能使我获得慰藉以消解相思之苦。但既然同一阻碍扣留了我们双方——即降临于您的孱弱,以及仍未离我们而去的旧疾——若您愿意,便让我们双方彼此给予宽恕,从而由我们自己免去彼此的责难。

§202

Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου. Καὶ ἄλλως μέν ποι πολλοῦ ἄξιον τὸ συντυγχάνειν τῇ σεμνότητί σου, νῦν δὲ καὶ μάλιστα, ὅτε τοιοῦτόν ἐστι τὸ συνάγον ἡμᾶς πρᾶγμα. ἀλλʼ ἐπειδὴ τὰ λείψανα τῆς ἀρρωστίας μου τοιαῦτα, ὡς μηδὲ τὴν βραχυτάτην μοι κίνησιν συγχωρεῖν, ὅς γε ἵνα τὴν μέχρι τῶν μαρτύρων ὁδὸν ὀχήματι πορευθῶ πάλιν μικροῦ πρὸς τὴν αὐτὴν ὑπέστρεψα νόσον,4 ἀνάγκη συγγνώμης τυχεῖν παρʼ ὑμῶν. κἂν μὲν ᾖ δυνατὸν ὑπερτεθῆναι τὸ πρᾶγμα ὀλίγαις ὕστερον ἡμέραις, καὶ συνέσομαι ὑμῖν τῇ τοῦ Θεοῦ χάριτι καὶ κοινωνήσω τῶν φροντίδων. ἐὰν δὲ ἐπείγῃ τὰ σπουδαζόμενα, πράξατε μὲν τῇ τοῦ Θεοῦ συνεργίᾳ τὰ χερσί, συναριθμήσατε δέ με ἑαυτοῖς ὡς παρόντα καὶ τῶν καλῶς γινομένων συνεφαπτόμενον. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου, φυλαχθείης τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ ἁγίου.

致伊科尼翁主教安菲罗修。 在平时与您的尊严相聚亦极具价值,而在促成我们相会之事如此重大的当下,更是尤为如此。然而,我病后余症仍是这般,甚至容不得我作片刻的移动——我不过是想乘车走通往殉道者圣所的路,便险些再次退回到旧疾之中——因此必须从您那里求得宽恕。若此事能推迟至数日之后,借着神的恩典,我当与你们同在,分担劳虑。但若所着手之事甚为迫切,愿你们在神的襄助下办理眼前之事务,并将我视作在场、且与你们共同分担善工之人而算入你们之中。愿您在主里安康喜乐,为我代祷,借着圣者之恩典为神的教会得蒙保守。

语法注4 条
  1. 200ὅτι εἴη σε δι’ αὐτοῦ προσειπεῖν

    间接引语中的斜度希求法(optativus obliquus)。承接主句过去时动词(ὑπέμνησεν),从属从句中的动词转为希求法 εἴη(代表原话中的非人称动词 ἔξεστι / ἔνεστι 或潜在结构),表示经由信使向安菲罗修致意是可能或适宜的。

  2. 200τῷ διακόνῳ τῶν ἐπιστολῶν ἐπεδράμομεν

    动词 ἐπιτρέχω(急趋于、欣然抓住)支配与格 τῷ διακόνῳ。τῶν ἐπιστολῶν 是依附于 διακόνῳ 的宾格性或关系性属格(意为“传递书信的执事/信差”)。其后的同位语短语 ἀνδρὶ ἐξαρκοῦντι... 进一步修饰 τῷ διακόνῳ。

  3. 200μηδὲ ἐμπρόθεσμον σπουδάσῃς ποιήσασθαι τὴν ἀπάντησιν, ἀλλὰ προλαβεῖν

    形容词 ἐμπρόθεσμον 作 τὴν ἀπάντησιν 的表语性修饰语(“使会面恰好在指定日期/勉强按期到达”)。否定小词 μή 与不定过去虚拟式 σπουδάσῃς 构成禁止祈使句,并由 ἀλλά 与其后的不定式 προλαβεῖν(“提前到达”)构成对照。

  4. 202ὅς γε ἵνα τὴν μέχρι τῶν μαρτύρων ὁδὸν ὀχήματι πορευθῶ πάλιν μικροῦ πρὸς τὴν αὐτὴν ὑπέστρεψα νόσον

    带强调小词 γε 的关系代词 ὅς 引导原因性/说明性从句(“鉴于我竟然……”)。目的从句(ἵνα ... πορευθῶ)通过倒装(hyperbaton)插入在关系代词与主句动词 ὑπέστρεψα 之间。μικροῦ 为属格副词用法,意为“几乎、差一点”(相当于 μικροῦ δεῖν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:200-202