- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:199#4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本信函裁定了关于父母与主人权柄下婚姻的合法性、致人死亡的攻击与女执事失足的惩戒、异端派别洗礼的无效性与再洗礼之必要,以及遭强暴者之免责与第三次婚姻之处理等教会教规。
Αἱ κόραι αἱ παρὰ γνώμην πατρὸς ἀκολουθήσασαι πορνεύουσι· διαλλαγέντων δὲ τῶν γονέων, δοκεῖ θεραπείαν λαμβάνειν τὸ γεγονός· οὐκ εὐθὺς δὲ εἰς τὴν κοινωνίαν ἀποκαθίστανται, ἀλλʼ ἐπιτιμηθήσονται τρία ἔτη. Ἡ τῷ μοιχῷ συζῶσα μοιχαλίς ἐστι πάντα τὸν χρόνον. Ἡ παρὰ γνώμην τοῦ δεσπότου ἀνδρὶ ἑαυτὴν ἐκδιδοῦσα ἐπόρνευσεν· ἡ δὲ μετὰ ταῦτα πεπαρρησιασμένῳ γάμῳ χρησαμένη ἐγήματο. ὥστε ἐκεῖνο μὲν πορνεία, τοῦτο δὲ γάμος. αἱ γὰρ συνθῆκαι τῶν ὑπεξουσίων οὐδὲν ἔχουσι βέβαιον. Ἡ ἐν τῇ χηρείᾳ ἑαυτῆς ἐξουσίαν ἔχουσα ἀνδρὶ συνοικεῖν ἀνέγκλητος, εἰ μηδείς ἐστιν ὁ διασπῶν τὸ συνοικέσιον· τοῦ ἀποστόλου εἰπόντος· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστίν ᾧ θέλει γαμηθῆναι· μόνον ἐν Κυρίῳ. Οἱ ἄνευ τῶν κρατούντων γάμοι πορνεῖαί εἰσιν. οὔτε οὖν πατρὸς ζῶντος, οὔτε δεσπότου, οἱ συνιόντες ἀνεύθυνοί εἰσιν. ὡς ἐὰν ἐπινεύσωσιν οἱ κύριοι τὴν συνοίκησιν, τότε λαμβάνει τὸ τοῦ γάμου βέβαιον.1 Ὃς θανάτου πληγὴν τῷ πλησίον ἔδωκε φονεύς ἐστιν, εἴτε ἦρξε τῆς πληγῆς εἴτε ἠμύνατο. Ἡ διάκονος ἡ τῷ Ἕλληνι συμπορνεύσασα δεκτή ἐστιν εἰς μετάνοιαν, εἰς δὲ τὴν προσφορὰν δεχθήσεται τῷ ἑβδόμῳ ἔτει, δηλονότι, ἐν ἁγνείᾳ ζῶσα. ὁ δὲ μετὰ τὴν πίστιν Ἕλλην πάλιν τῇ ἱεροσυλίᾳ προσιών, ἐπὶ τὸν ἔμετον ὑποστρέφει. ἡμεῖς δὲ τῆς διακόνου τὸ σῶμα, ὡς καθιερωμένον, οὐκέτι ἐπιτρέπομεν ἐν χρήσει εἶναι σαρκικῇ. Ἐάν τις τὸ ὄνομα λαβὼν τοῦ Χριστιανισμοῦ, ἐνυβρίζῃ τὸν Χριστόν, οὐδὲν ὄφελος αὐτῷ ἀπὸ τῆς προσηγορίας. Ἡ δὲ τῷ καταλειφθέντι πρὸς καιρὸν παρὰ τῆς γυναικὸς κατὰ ἄγνοιαν γημαμένη, εἶτα ἀφεθεῖσα διὰ τὸ ἐπανελθεῖν πρὸς αὐτὸν τὴν προτέραν, ἐπόρνευσε μέν, ἐν ἀγνοίᾳ δέ. γάμου οὖν οὐκ εἰρχθήσεται. κάλλιον δέ, ἐὰν μείνῃ οὕτως. Ἐγκρατῖται καὶ Σακκοφόροι καὶ Ἀποτακτῖται τῷ αὐτῷ οὐχ ὑπόκεινται λόγῳ, ᾧ καὶ Ναυατιανοί, ὅτι περὶ μὲν ἐκείνων κανὼν ἐξεφωνήθη, εἰ καὶ διάφορος·2 τὰ δὲ κατὰ τούτους ἀποσεσιώπηται. ἡμεῖς μέντοι ἑνὶ λόγῳ ἀναβαπτίζομεν τοὺς τοιούτους. εἰ δὲ παρʼ ὑμῖν ἀπηγόρευται τὸ τοῦ ἀναβαπτισμοῦ, ὥσπερ οὖν καὶ παρὰ Ῥωμαίοις, οἰκονομίας τινὸς ἕνεκα, ἀλλʼ ὁ ἡμέτερος λόγος ἰσχὺν ἐχέτω. ὅτι ἐπειδὴ ὥσπερ Μαρκιωνιστῶν ἐστιν ἀποβλάστημα ἡ κατʼ αὐτοὺς αἵρεσις, βδελυσσομένων τὸν γάμον, καὶ ἀποστρεφομένων τὸν οἶνον, καὶ τὴν κτίσιν τοῦ Θεοῦ μεμιασμένην εἶναι λεγόντων, οὐ δεχόμεθα αὐτοὺς εἰς τὴν Ἐκκλησίαν, ἐὰν μὴ βαπτισθῶσιν εἰς τὸ ἡμέτερον βάπτισμα. μὴ γὰρ λεγέτωσαν ὅτι Εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθημεν, οἵ γε κακῶν ποιητὴν ὑποτιθέμενοι τὸν Θεόν,3 ἐφαμίλλως τῷ Μαρκίωνι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν. ὥστε, ἐὰν ἀρέσῃ τοῦτο, δεῖ πλείονας ἐπισκόπους ἐν ταὐτῷ γενέσθαι καὶ οὕτως ἐκθέσθαι τὸν κανόνα, ἵνα καὶ τῷ ποιήσαντι τὸ ἀκίνδυνον ᾖ καὶ ὁ ἀποκρινόμενος τὸ ἀξιόπιστον ἔχῃ ἐν τῇ περὶ τῶν τοιούτων ἀποκρίσει. Ἡ δὲ ἐγκαταλειφθεῖσα παρὰ τοῦ ἀνδρός, κατὰ τὴν ἐμὴν γνώμην, μένειν ὀφείλει. εἰ γὰρ ὁ Κύριος εἶπεν, ὅτι Ἐάν τις καταλίπῃ γυναῖκα ἐκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, ἐκ τοῦ μοιχαλίδα αὐτὴν ὀνομάσαι4 ἀπέκλεισεν αὐτὴν τῆς πρὸς ἕτερον κοινωνίας. πῶς γὰρ δύναται ὁ μὲν ἀνὴρ ὑπεύθυνος εἶναι, ὡς μοιχείας αἴτιος, ἡ δὲ γυνὴ ἀνέγκλητος εἶναι, ἡ μοιχαλὶς παρὰ τοῦ Κυρίου διὰ τὴν πρὸς ἕτερον ἄνδρα κοινωνίαν προσαγορευθεῖσα; Αἱ πρὸς ἀνάγκην γενόμεναι φθοραὶ ἀνεύθυνοι ἔστωσαν. ὥστε καὶ ἡ δούλη, εἰ ἐβιάσθη παρὰ τοῦ οἰκείου δεσπότου, ἀνεύθυνός ἐστιν. Τριγαμίας νόμος οὐκ ἔστιν. ὥστε νόμῳ γάμος τρίτος οὐκ ἄγεται. τὰ μέντοι τοιαῦτα ὡς ῥυπάσματα τῆς Ἐκκλησίας ὁρῶμεν· δημοσίαις δὲ καταδίκαις οὐχ ὑποβάλλομεν, ὡς τῆς ἀνειμένης πορνείας αἱρετώτερα.
违背父亲意愿随从男子的少女,乃是犯了通奸之罪;但若父母与之和解,所发生之事便被视为获得了医治;然而她们不可立即恢复圣餐交通,而须接受三年的惩戒。 与奸夫同居的妇人,在整个期间始终是淫妇。 违背主人的意愿委身于男子的女奴,乃是犯了通奸之罪;但此后依循公开合法的婚姻而结合者,则是真正成婚。因此前者是通奸,后者是婚姻;因为服从于他人权柄者所立的契约,并不具备任何法定效力。 在寡居状态中拥有自主决定权的妇人,若无人破坏其结合,与男子同居便无可指责;正如使徒所说:“丈夫若死了,她就可以随意出嫁,只是要归在主里。” 未经掌权者同意的结合,皆属通奸。因此,无论在父亲健在时,还是在主人健在时,苟合者都难辞其咎。唯有当权柄拥有者对同居予以许可时,它才获得婚姻的法定效力。 给予邻人致命一击者便是杀人犯,无论他是先动手击打,还是出于自卫。 与异教徒通奸的女执事可被准许悔改,但须在第七年才被接纳参与圣体奉献——显而易见,这以她度贞洁生活为前提。而那在领受信仰之后重回神圣亵渎之事的异教徒,则是重回自己所吐之物。至于女执事的身体,因已奉献归神,我们绝不再准许用于肉体的结合。 人若承受了基督徒的名号,却侮慢基督,这称号对他毫无益处。 因无知而嫁给被妻子暂时遗弃的男子、后因前妻归来而被休弃的妇人,虽犯了通奸之过,却是在无知中犯的;因此她不受禁止结婚之罚。但若能保持现状,则更为美好。 严行派、麻布派以及绝俗派,并不适用与诺瓦天派相同的原则;因为关于后者,已有教规颁布(尽管意见有所分歧),而关于前者,历来未作明文规定。然而我们一律对这类人施行再洗礼。纵使在你们那里,正如在罗马人那里一样,因着某种教会权衡(经世宽假)而禁止施行再洗礼,但我们的原则仍当具有约束力。因为他们的异端实乃马吉安派的流毒,他们憎恶婚姻,弃绝饮酒,宣称神的被造物是污秽的,若不照我们的洗礼受洗,我们绝不接纳他们进入教会。切不可容他们妄称“我们是奉父、子、圣灵之名受洗”,因他们竟与马吉安及其他异端竞相并立,假定神是邪恶的创造者。因此,若此举可行,理当有更多的主教齐聚一处,共同颁行教规,从而使执行者安然无虞,而作答者在就此类事务作出回应时亦具权威。 被丈夫离弃的妇人,照我的意见,应当保持独身。因为主若曾说“凡休妻的,若不是为淫乱的缘故,就是叫她作淫妇了”,那么主既将她称为淫妇,便断绝了她与另一男子结合的可能。因为怎能有丈夫作为通奸的原由而承担罪责,而这因与另一男子结合而被主冠以淫妇之名的妇人却无可指摘之理? 出于强暴而致的玷辱,当免受罪责。因此,女奴若受自己主人的强暴,亦是无责的。 并不存在认可第三次婚姻的法律;因此依据法律第三次婚姻不得成立。然而我们虽视此类结合为教会的污点,却不将其交付公然定罪,因其终究胜于放荡无羁的淫乱。
- 199ὡς ἐὰν ἐπινεύσωσιν οἱ κύριοι τὴν συνοίκησιν, τότε λαμβάνει τὸ τοῦ γάμου βέβαιον.
连词 ὡς 与 ἐάν 及虚拟式 ἐπινεύσωσιν 连用,引导一个具有时间与条件性质的从句(“一旦……就……”、“当……之时”),并与主句中的副词 τότε 相呼应。相较于将其理解为原因连词或单纯的方式副词,结合后文的 τότε,此处作时间性先决条件解(“唯有当权柄拥有者对同居予以许可之时”)在构词与语义上最为妥适。
- 199εἰ καὶ διάφορος
简练的让步短语,意为“即便(各地教规)有所分歧”或“尽管意见不一”。它用以限定前句中的 περὶ μὲν ἐκείνων κανὼν ἐξεφωνήθη(“关于后者已有教规颁布”),在构词上省略了主语 κανών 与系动词 ἐστίν。
- 199οἵ γε κακῶν ποιητὴν ὑποτιθέμενοι τὸν Θεόν
带强调质词 γε 的关系代词 οἵ 引导具有原因说明性质的关系从句(相当于拉丁语的 quippe qui,“鉴于他们竟然……”),用于阐明为何绝不能容许他们声称自己受过三位一体之洗礼。分词 ὑποτιθέμενοι 在从句中充当主要谓语功能,并支配双宾格(将 τὸν Θεόν 视作 κακῶν ποιητήν)。
- 199ἐκ τοῦ μοιχαλίδα αὐτὴν ὀνομάσαι
由介词 ἐκ 搭配带冠词不定式(中性单数属格 τοῦ 加上不定式 ὀνομάσαι)构成的结构,表手段或依据:“因着将她指称为淫妇这一事实”。该短语构成了主句谓语动词 ἀπέκλεισεν(“断绝/排除了”)的判定依据。不定式 ὀνομάσαι 支配双宾格(宾语 αὐτήν 与补足语 μοιχαλίδα)。
