← 该撒利亚的巴西流

书信集

§17-19

护教之赞赏迫害中之勉励与致格列高利书

巴西尔在第17封信中赞扬奥利振捍卫信仰的高德并降福其家族;在第18封信中勉励马卡里乌与约翰不惧世俗的逼迫与欺瞒,当以永恒天国为盼望坚忍到底;在第19封信中则就未能及时回复同窗格列高利那言简意深的手书作出解释,并期盼再次通函。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

Ὠριγένει Καὶ ἀκουόμενος εὐφραίνεις, καὶ ἀναγινωσκόμενος δι’ ὧν γράφεις ἐνεργεστέρας ἡμῖν παρέχεις εὐφροσύνας. καὶ χάρις πολλὴ τῷ ἀγαθῷ Θεῷ, τῷ μηδὲν ἐλαττωθῆναι ποιήσαντι τὴν ἀλήθειαν ἐν τῇ προδοσίᾳ τῶν δῆθεν ὑπερκρατούντων, ἀλλὰ δι’ ὑμῶν τὴν συνηγορίαν τοῦ λόγου τῆς εὐσεβείας ἀναπληρώσαντι. ἐκεῖνοι μὲν οὖν, ὡς τὸ κώνειον ἢ τὸ ἀκόνιτον, καὶ εἴ τις ἄλλη ἀνδροφόνος βοτάνη, πρὸς ὀλίγον ἀνθήσαντες ταχὺ ἀποξηρανθήσονται. ὑμῖν δὲ ἀνθηρὸν καὶ ἀεὶ νέον ὁ Κύριος τὸν μισθὸν τῶν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ λαληθέντων παρέξει. Ἀνθʼ ὧν καὶ παράσχοι ὑμῖν ὁ Κύριος πᾶσαν εὐθηνίαν οἴκου, καὶ εἰς παῖδας παίδων τὴν εὐλογίαν διαβιβάσαι.1 τὰ δὲ εὐγενέστατα παιδία, τοὺς ἐναργεῖς τῆς σῆς χρηστότητος χαρακτῆρας, εἶδον ἡδέως καὶ περιεπτυξάμην, καὶ εὔχομαι αὐτοῖς ὅσα ἂν αὐτὸς ὁ πατὴρ εὔξῃ.

致奥利振 聆听你的声音令人欣喜,而阅读你所写的文字,更给我们带来充沛的喜悦。由衷感谢至善的天主,祂未使真理因那些所谓的当权者的背叛而有丝毫减损,反而通过你们圆满成全了对虔敬之道的辩护。那些人正如毒参或乌头,或是其他任何致人死命的毒草,短暂开花之后便会迅速枯萎;而主必将赐予你们繁茂而常新的赏报,以酬报为了祂的名所说的言辞。 为此,愿主亦赐予你们全家一切的昌盛,并将这降福延绵至子子孙孙。至于你那些高贵无比的孩子,他们正是你美德的鲜明写照,我十分欣喜地见到了他们并予以拥抱,我更为他们祈求那身为人父的你自己所会祈求的一切恩福。

§18

Μακαρίῳ καὶ Ἰωάννῃ Οὔτε γεωργοὺς οἱ κατὰ γεωργίαν ξενίζουσι πόνοι, οὔτε ναύταις ὁ κατὰ θάλασσαν χειμὼν ἀπροσδόκητος, οὔτε τοῖς μισθαρνοῦσιν ὁ ἱδρὼς παράδοξος, οὔτε μὴν τοῖς εὐσεβῶς ζῇν ἑλομένοις αἱ κατὰ τὸν ἐνεστῶτα κόσμον θλίψεις ἀμελέτητοι. ἀλλʼ ἑκάστῳ τῶν εἰρημένων οἰκεῖος καὶ γνώριμος τοῖς μετιοῦσι συνέζευκται πόνος, οὐ δι’ ἑαυτὸν αἱρετός, ἀλλὰ δι’ ἀπόλαυσιν ἀγαθῶν προσδοκωμένων. ἐλπίδες γάρ, πάντα τὸν τῶν ἀνθρώπων συνέχουσαι καὶ συγκροτοῦσαι βίον, τὴν ἐφʼ ἑκάστῳ τούτων παραμυθοῦνται δυσκολίαν. Τῶν μὲν οὖν ὑπὲρ γῆς καρπῶν ἢ τῶν κατὰ γῆν πονούντων, οἱ μὲν παντάπασιν ἐψεύσθησαν τῶν ἐλπίδων, μέχρι μόνης φαντασίας τῶν προσδοκωμένων τὴν ἀπόλαυσιν ἔχοντες, οἷς δὲ καὶ κατὰ γνώμην ἐκβῆναι συνέβη τὸ τέλος, δευτέρας ἐδέησε πάλιν ἐλπίδος,2 παραδραμούσης καὶ μαρανθείσης ἐν τάχει τῆς προτέρας. μόνοις δὲ τοῖς ὑπὲρ εὐσεβείας καμοῦσιν οὐ ψεῦδος ἠφάνισε τὰς ἐλπίδας, οὐ τέλος ἐλυμήνατο τοὺς ἄθλους, βεβαίας καὶ μονίμου διαδεχομένης τῆς τῶν οὐρανῶν βασιλείας. Μὴ τοίνυν ὑμᾶς ταραττέτω διαβολὴ ψευδής, μηδὲ φοβείτω τῶν κρατούντων ἀπειλή· μὴ γέλως λυπείτω καὶ ὕβρις τῶν γνωρίμων, μηδὲ κατάγνωσις παρὰ τῶν κήδεσθαι προσποιουμένων, ἰσχυρότατον πρὸς ἀπάτην δέλεαρ προβαλλομένων παραινέσεως προσποίησιν, ἕως ἂν ὁ τῆς ἀληθείας ἡμῖν συναγωνίζηται λόγος. ἀντιμαχέσθω δὲ τοῖς πᾶσι λογισμὸς ὀρθός, σύμμαχον παρακαλῶν γενέσθαι καὶ βοηθὸν αὐτῷ τὸν τῆς εὐσεβείας διδάσκαλον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι’ ὃν καὶ τὸ κακοπαθεῖν ἡδὺ καὶ τὸ ἀποθανεῖν κέρδος.

致马卡里乌与约翰 耕作中的劳苦不致使农夫惊异,海上的风暴不为水手所始料不及,汗水于佣工而言并非怪事,而在现世之中的患难对于立志虔敬度日的人来说,也决非毫无思想准备。相反,对于上述每一种人而言,与从事这些行业者相伴随的,都是固有的、熟知的劳苦;这劳苦非因其自身而受人选择,而是为了享受所期望的美好事物。因为希望维系并支撑着人类的全部生命,抚慰着面对这每一项事务时的艰辛。 在那些为了地上的果实或在地上劳作的人当中,有的人彻底被希望所欺骗,对所盼望之物的享受仅止于虚幻的想象;而对于那些结局恰好顺遂己意的人而言,由于先前的希望迅速消逝凋零,他们又不得不再次需要第二种希望。唯有对于为了虔敬而受苦的人,虚妄未能抹除其希望,终局亦未曾毁损其辛劳,因为那坚固而永恒的天国将继之而来。 因此,切勿让虚假的诽谤扰乱你们,亦切勿让当权者的威吓使你们畏惧;莫要因熟人的嘲笑与侮辱而忧伤,亦莫要因那些佯装关心之人所下的断罪而动摇——他们抛出劝诫的幌子,作为欺骗的极强诱饵——只要真理的圣言依然与我们并肩作战。倒应以正确的理性抗击这一切,祈求虔敬的导师、我们的主耶稣基督成为理性的同盟与助手;为了祂,即便是遭受苦难亦是甘甜,即便是死亡亦是获利。

§19

Γρηγορίῳ ἑταίρῳ Γράμμα ἦλθέ μοι πρῴην παρὰ σοῦ, ἀκριβῶς σόν, οὐ τοσοῦτον τῷ χαρακτῆρι τῆς χειρός, ὅσον τῷ τῆς ἐπιστολῆς ἰδιώματι. ὀλίγα γὰρ ἦν τὰ ῥήματα πολλὴν διάνοιαν παριστῶντα. πρὸς ἃ εὐθὺς μὲν οὐκ ἀπεκρινάμεθα, διότι αὐτοὶ μὲν ἀπεδημοῦμεν, ὁ δὲ γραμματηφόρος ἑνὶ τῶν ἐπιτηδείων ἡμῖν ἐπιδοὺς τὴν ἐπιστολὴν ἀπιὼν ᾤχετο. ἀλλὰ νῦν διὰ Πέτρου προσφθεγγόμεθά σε, ὁμοῦ μὲν ἀποτίννυντες τῆς προσηγορίας τὸ χρέος, ὁμοῦ δὲ ἀφορμὴν δευτέρων γραμμάτων παρέχοντες. πάντως δὲ οὐδεὶς πόνος Λακωνικῆς ἐπιστολῆς,3 ὁποῖαί εἰσιν αἱ παρὰ σοῦ ἑκάστοτε πρὸς ἡμᾶς ἀφικνούμεναι.

致学友格列高利 前些日子我收到了你的来信,那确凿是出自你手,不仅在于字迹的特征,更在于信件本身的风格;因为言语简练,却展现出深邃的思想。我们当时未能立即回复,是因为我们自己出了远门,而送信人在将信交给一位我们的亲友后便已离去。但如今我们借着彼得向你致意,既是偿清问候的亏欠,同时也为你提供写第二封信的契机。无论如何,写一封拉哥尼亚式的简短手书绝非任何难事,正如你屡次寄给我们的那些信函一样。

语法注3 条
  1. 17διαβιβάσαι

    διαβιβάζω 的不定过去时主动态希求语气第三人称单数(词形上与不定过去时主动态不定式同形),与前面的希求语气 παράσχοι 并列,共用主语 ὁ Κύριος 表示祈愿,意为“愿主将这降福传至子孙后代”。

  2. 18οἷς δὲ καὶ κατὰ γνώμην ἐκβῆναι συνέβη τὸ τέλος, δευτέρας ἐδέησε πάλιν ἐλπίδος

    与格关系代词 οἷς 作无人称动词 συνέβη 的间接宾语(“对他们而言结果得以实现……”),主句则由无人称动词 ἐδέησε 接属格 δευτέρας ἐλπίδος(“需要第二种希望”),整句结构为“而对于那些结局恰好顺遂己意的人而言,又不得不再次需要第二种希望”。

  3. 19οὐδεὶς πόνος Λακωνικῆς ἐπιστολῆς

    省略系词 ἐστί 的紧凑句式,属格 Λακωνικῆς ἐπιστολῆς 作名词 πόνος 的宾格性属格(或表示关涉的属格),意为“对于(写一封)拉哥尼亚式的简短手书而言,绝无任何困难/劳苦”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:17-19