← 该撒利亚的巴西流

书信集

§2#2

藉静默净化心灵与研读圣经及祈祷之修行

巴西尔论述了静默如何藉由隔绝感官诱惑引导心灵归向神的默观与美德,并强调研读圣经中圣徒生平的典范作用,进而阐明祈祷与对神的恒常记念使人成为神的圣殿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2#2

Ἡσυχία οὖν ἀρχὴ καθάρσεως τῇ ψυχῇ, μήτε γλώττης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνθρώπων,1 ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε. νοῦς μὲν γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος ἐπάνεισι μὲν πρὸς ἑαυτόν, δι’ ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενός τε καὶ ἐλλαμπόμενος καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος, ἀλλὰ σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι· πῶς μὲν κατορθωθῇ αὐτῷ ἡ σωφροσύνη καὶ ἡ ἀνδρία· πῶς δὲ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις, καὶ αἱ λοιπαὶ ἀρεταὶ ὅσαι ταῖς γενικαῖς ταύταις ὑποδιαιρούμεναι καθηκόντως ἕκαστα ἐπιτελεῖν τῶν κατὰ τὸν βίον ὑποβάλλουσι τῷ σπουδαίῳ. Μεγίστη δὲ ὁδὸς πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν καὶ ἡ μελέτη τῶν θεοπνεύστων Γραφῶν. ἐν ταύταις γὰρ καὶ αἱ τῶν πράξεων ὑποθῆκαι εὑρίσκονται καὶ οἱ βίοι τῶν μακαρίων ἀνδρῶν ἀνάγραπτοι παραδεδομένοι, οἷον εἰκόνες τινὲς ἔμψυχοι τῆς κατὰ Θεὸν πολιτείας, τῷ μιμήματι τῶν ἀγαθῶν ἔργων πρόκεινται. καὶ τοίνυν περὶ ὅπερ ἂν ἕκαστος ἐνδεῶς ἔχοντος ἑαυτοῦ αἰσθάνηται,2 ἐκείνῳ προσδιατρίβων, οἷον ἀπό τινος κοινοῦ ἰατρείου, τὸ πρόσφορον εὑρίσκει τῷ ἀῤῥωστήματι φάρμακον. καὶ ὁ μὲν ἐραστὴς τῆς σωφροσύνης τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσει καὶ παρʼ αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδάσκεται πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον. ἀνδρίαν δὲ παιδεύεται παρὰ τοῦ Ἰώβ, ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου μεταπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτός, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασώζων· ἀλλʼ οὔτε τῶν φίλων, τῶν εἰς παραμυθίαν ἡκόντων, ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτεινόντων τὰ ἀλγεινά, παρωξύνθη.3 πάλιν σκοπῶν τις πῶς ἂν πρᾶος ἐν ταὐτῷ καὶ μεγαλόθυμος γένοιτο, ὥστε τῷ μὲν θυμῷ κατὰ τῆς ἁμαρτίας κεχρῆσθαι τῇ δὲ πραότητι πρὸς τοὺς ἀνθρώπους, εὑρήσει τὸν Δαβὶδ γενναῖον μὲν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασι, πρᾶον δὲ καὶ ἀκίνητον ἐν ταῖς τῶν ἐχθρῶν ἀντιδόσεσι. τοιοῦτος ἦν καὶ Μωσῆς, μεγάλῳ μὲν τῷ θυμῷ κατὰ τῶν εἰς Θεὸν ἐξαμαρτανόντων διανιστάμενος, πραείᾳ δὲ τῇ ψυχῇ τὰς καθʼ ἑαυτοῦ διαβολὰς ὑποφέρων. καὶ πανταχοῦ, ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες, τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως. Εὐχαὶ πάλιν τὰς ἀναγνώσεις διαδεχόμεναι νεαρωτέραν τὴν ψυχὴν καὶ ἀκμαιοτέραν τῷ πρὸς Θεὸν πόθῳ κεκινημένην παραλαμβάνουσιν. εὐχὴ δὲ καλή, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ. καὶ τοῦτό ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηΐναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράττηται, ἀλλὰ πάντα ἀποφυγὼν ὁ φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ, ἐξελαύνων τὰ προσκαλούμενα αὐτὸν εἰς ἀκρασίαν πάθη, καὶ τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβῃ.

因此,静寂是灵魂净化的开端:舌头不议论人事,双眼不流连于肉体的姣好肤色与匀称体态,听觉也不在听闻为取乐而作的曲调中或轻浮诙谐之人的言语里松弛灵魂的紧致——而这本是最易使灵魂的坚韧弛废的。因为心灵若不向外涣散,亦不通过感觉器官散逸到世界中,便会归返自身,并藉由自身上升至对神的默观;它被那神圣之美内外照耀,甚至忘却了自身的本性;在灵魂上既不被拉扯于对饮食的挂虑,亦不牵缠于对衣裳的忧心,反倒从尘世的虑患中抽身出来,将自己所有的热忱转向追求永恒的美善:如何在它自身中成就节制与勇敢,如何成就正义与知虑,以及凡被归在这些枢要德性之下、引导热心者依其本分履行人生诸事的其余诸般德行。 寻求当行之分的绝佳途径,亦在于研读蒙神默示的圣经。因为在圣经中,既能寻得行为的训诫,亦能得见被载诸文字流传下来的福乐之人的生平,宛如按照神的准则生活的生动肖像,陈列于前以供善行之效法。因此,无论何人察觉自己在何事上有所欠缺,只要留心研读相应的内容,便能如从公立医所中一般,寻得医治该疾症的对症良药。热爱节制之人会不断研读关于约瑟的史迹,从他那里习得节制的行事,发现他不仅在面对快感时克己自持,而且在德性上具有恒常坚固的品性。而勇敢则可从约伯身上学得:在境遇逆转之时,他眨眼之间便由富翁沦为穷人,由子嗣满堂沦为无嗣之人,他不仅依然故我,在一切际遇中保持灵魂的志气不致屈抑,甚至在前来慰藉的朋友践踏他并加剧其痛苦时,亦未曾被激怒。再者,若有人省思如何能同时兼具温柔与豪迈——即能以义愤对抗罪恶,却以温柔待人——他将发现大卫在战场的勇武中堪称英豪,在仇敌的报复中却温柔而毫不动摇。摩西亦是如此,他以极大的忿怒对抗那些对神犯罪之人,却以柔和的心忍受针对自身的毁谤。处处皆是如此:正如画师依从画像摹绘画像时,频繁仰观范本,力求将其神韵移注于自己的艺术品中;致力于使自己在德性的各个部分达致完全的人,亦必须将圣徒的生平视若活动且行事的雕像而予以仰望,并通过效法将他们的善美化为己有。 继研读之后的祈祷,则承接了因向着神的渴望而受感触动、因而变得更加清新且充满活力的灵魂。而佳美的祈祷,乃是在灵魂中铸就关于神的清晰意象。这就是神的内住:藉由记忆将神安立于自身之中。当记忆的持续不被尘世的忧虑所打断,心灵亦不被猝不及防的情欲所扰乱,而是爱神者摆脱一切退隐归向神,驱逐引诱他陷入放荡的情欲,并致力于通向德性的操练时,我们便以此成为了神的圣殿。

语法注3 条
  1. 2μήτε ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνθρώπων

    与格 ῥήμασιν 作为手段与前置词短语 ἐν ἀκροάμασι 并列,从属于分词 ἐκλυούσης(“借由……言语松弛紧致”)。其后的中性关系代名词 ὃ 概括性地指代前文“诙谐之人言语(的听闻)”这一整项行为。

  2. 2περὶ ὅπερ ἂν ἕκαστος ἐνδεῶς ἔχοντος ἑαυτοῦ αἰσθάνηται

    感知动词 αἰσθάνηται 支配一个属格分词结构(ἑαυτοῦ ἐνδεῶς ἔχοντος)作为其宾语,意为“凡各自察觉到自身处于欠缺之境况的事”。介词短语中的关系代词 ὅπερ 则由后文主句中的 ἐκείνῳ 所承接。

  3. 2ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου μεταπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτός, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασώζων· ἀλλʼ οὔτε τῶν φίλων, τῶν εἰς παραμυθίαν ἡκόντων, ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτεινόντων τὰ ἀλγεινά, παρωξύνθη

    由 ὃς 引导的关系从句中,主要动词为 διέμεινεν 与 παρωξύνθη,二者由关联结构 οὐ μόνον ... ἀλλʼ οὔτε ...(“不仅……而且甚至未在……时被激怒”)相连。句中嵌套了两个属格独立结构:带有与格的独立属格 πρὸς τὰ ἐναντία... μεταπεσόντος αὐτῷ,以及 τῶν φίλων... ἐπεμβαινόντων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:2#2