← 该撒利亚的巴西流

书信集

§2#1

致格列高利:论修道隐居与静默的意义

巴西尔向格列高利表明,仅靠迁居并不能摆脱内在的情欲,并阐述了远离俗世喧嚣、在静默(hesychia)中预备心灵,以及将祈祷与劳作结合于对神的赞颂之中的修道精神。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2#1

Βασίλειος Γρηγορίῳ Ἐπέγνων σου τὴν ἐπιστολήν, ὥσπερ οἳ τοὺς τῶν φίλων παῖδας ἐκ τῆς ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος πρὸς τοὺς τεκόντας ἐπιγινώσκουσι. τὸ γὰρ μὴ μέγα εἶναι φῆσαι τὴν τοῦ τόπου κατασκευὴν πρὸς τὸ ἐμποιῆσαι ὁρμήν τινα τῇ ψυχῇ σου εἰς τὸν μεθʼ ἡμῶν βίον πρὶν ἂν περὶ τοῦ τρόπου τι μάθῃς καὶ τῆς διαγωγῆς σὸν ἦν ὄντως τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς ἄξιον,1 τῆς πάντα τὰ τῇδε μηδὲν τιθεμένης πρὸς τὴν ἐν ἐπαγγελίαις ἡμῖν ἀποκειμένην μακαριότητα. ἐγὼ δὲ ἃ μὲν ποιῶ αὐτὸς ἐπὶ τῆς ἐσχατιᾶς ταύτης, νυκτὸς καὶ ἡμέρας, γράφειν αἰσχύνομαι. κατέλιπον μὲν γὰρ τὰς ἐν ἄστει διατριβὰς ὡς μυρίων κακῶν ἀφορμάς, ἐμαυτὸν δὲ οὔπω ἀπολιπεῖν ἠδυνήθην. ἀλλʼ ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπορουμένοις καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν ὡς πολὺν τὸν σάλον παρεχομένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον ἢ τὸ ἀκάτιον μεταβαίνοντες, πανταχοῦ ναυτιῶσι καὶ ἀποροῦνται· συμμετέρχεται γὰρ αὐτοῖς ἡ ἀηδία καὶ ἡ χολή. τοιοῦτον οὖν τι καὶ τὸ ἡμέτερον. τὰ γὰρ ἔνοικα πάθη συμπεριφέροντες πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν, ὥστε οὐδὲν μέγα τῆς ἐρημίας ἀπωνάμεθα ταύτης. ἃ μέντοι ποιεῖν ἔδει καὶ ὅθεν ὑπῆρξεν ἂν ἡμῖν τῶν ἰχνῶν ἔχεσθαι τοῦ πρὸς σωτηρίαν καθηγησαμένου (εἴ τις γάρ, φησί, θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι), ταῦτά ἐστιν. Ἐν ἡσυχίᾳ τὸν νοῦν ἔχειν πειρᾶσθαι προσήκει. ὡς γὰρ ὀφθαλμὸν περιαγόμενον συνεχῶς, καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια περιφερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρωμένῳ, εἰ μέλλοι ἐναργῆ αὐτοῦ ποιεῖσθαι τὴν θέαν· οὕτω καὶ νοῦν ἀνθρώπου ὑπὸ μυρίων τῶν κατὰ τὸν κόσμον φροντίδων περιελκόμενον ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ. ἀλλὰ τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ γάμου συνεζευγμένον λυσσώδεις ἐπιθυμίαι καὶ ὁρμαὶ δυσκάθεκτοι καὶ ἔρωτές τινες δυσέρωτες ἐκταράσσουσι· τὸν δὲ ἤδη συγκατειλημμένον ὁμοζύγῳ ἕτερος θόρυβος φροντίδων ἐκδέχεται· ἐν ἀπαιδίᾳ, παίδων ἐπιθυμία· ἐν τῇ κτήσει τῶν παίδων, παιδοτροφίας μέριμνα, γυναικὸς φυλακή, οἴκου ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας διαπληκτισμοί, αἱ ἐν τοῖς δικαστηρίοις συμπλοκαί, τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας διαπονήσεις. πᾶσα ἡμέρα ἰδίαν ἥκει φέρουσα τῆς ψυχῆς ἐπισκότησιν. καὶ αἱ νύκτες τὰς μεθημερινὰς φροντίδας παραλαμβάνουσαι, ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν. Τούτων δὲ μία φυγή, ὁ χωρισμὸς ἀπὸ τοῦ κόσμου παντός. κόσμου δὲ ἀναχώρησις, οὐ τὸ ἔξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀποῤῥῆξαι καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων, ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας διατυπώσεις. ἑτοιμασία δὲ καρδίας ἡ ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων. οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατόν, μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας· οὔτε ψυχῇ δόγματα θεῖα παραθέσθαι, μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. πρὸς δὴ τοῦτο μέγιστον ὄφελος ἡμῖν ἡ ἐρημία παρέχεται, κατευνάζουσα ἡμῶν τὰ πάθη καὶ σχολὴν διδοῦσα τῷ λόγῳ παντελῶς αὐτὰ τῆς ψυχῆς ἐκτεμεῖν. ὡς γὰρ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα, οὕτως ἐπιθυμίαι καὶ ὀργαὶ καὶ φόβοι καὶ λύπαι, τὰ ἰοβόλα τῆς ψυχῆς κακά, κατευνασθέντα διὰ τῆς ἡσυχίας καὶ μὴ ἐξαγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. ἔστω τοίνυν τὸ χωρίον τοιοῦτον, οἷόν πέρ ἐστι καὶ τὸ ἡμέτερον, ἐπιμιξίας ἀνθρώπων ἀπηλλαγμένον, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν τὸ συνεχὲς τῆς ἀσκήσεως διακόπτεσθαι.2 Ἄσκησις δὲ εὐσεβείας τὴν ψυχὴν τρέφει τοῖς θείοις διανοήμασι. τί οὖν μακαριώτερον τοῦ τὴν ἀγγέλων χορείαν ἐν γῇ μιμεῖσθαι; εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντα, ὕμνοις καὶ ᾠδαῖς γεραίρειν τὸν κτίσαντα; εἶτα ἡλίου καθαρῶς διαλάμψαντος, ἐπʼ ἔργα τρεπόμενον,3 πανταχοῦ αὐτῷ τῆς εὐχῆς συμπαρούσης, καὶ τοῖς ὕμνοις, ὥσπερ ἅλατι, παραρτύειν τὰς ἐργασίας; τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται.

巴西尔致格列高利: 我认出了你的来信,正如人们从朋友的孩子身上显现的与双亲的相似之处认出他们一样。因为你声称,在了解到关于我们的生活方式与举止之前,此地的设施对于激起你的灵魂与我们共同生活的冲动并不算什么大事,这确实是切合你且配得上你灵魂的思想,你的灵魂将此地的一切事物与在应许中为我们存留的福乐相比视若无物。至于我自己在这荒僻之所日夜所做的事,我实觉难以启齿。因为我虽已将城里的生活作为万般邪恶的根由而抛弃,却尚未能抛弃我自己。相反,我恰如那些因缺乏航海经验而在海上陷于困窘且晕船的人:他们抱怨船体庞大导致剧烈颠簸,于是从大船转移到舢舨或小艇上,却依然在各处晕船并陷入困窘,因为他们的恶心与胆汁始终与他们相伴。因此,我们的处境亦大致如此。我们无论走到哪里都带着内住的情欲,处于同样的扰攘之中,以致我们并未从这片旷野中获得什么重大的益处。然而,我们本应做的事,以及本可使我们藉以跟随那位引向救恩者的脚踪的事(因为祂说:“若有人要跟从我,就当舍己,背起他的十字架,来跟从我”),乃是如下这些。 当努力使心灵保持于平静之中。因为正如一只不断转动的眼睛,一会儿偏向两侧,一会儿又频繁上下转动,便不可能看清呈现在眼前的物体,若要使对它的观察清晰,就必须将视线固定在所见之物上;同样,被世俗的万般忧虑牵引的人的心灵,也无法清晰地凝视真理。对于尚未被婚姻纽带所结合的人,狂暴的欲望、难以抑制的冲动以及某些不顺遂的恋情会扰乱他;而对于已被配偶束缚的人,另一种忧虑的喧嚣则等待着他:在无子时渴慕子嗣,在得子后忧心抚育,守护妻子,照料家务,管辖奴仆,契约中的损失,与邻里的争执,法庭上的纠纷,经商的凶险,务农的劳瘁。每一天都带来其特有的使灵魂昏暗的阴霾。而黑夜则承接白昼的忧虑,以同样的幻象欺瞒心灵。 摆脱这些的唯一逃径,乃是与整个世界的分离。然而退隐脱俗,并非肉体上处于其外,而是使灵魂脱离对肉体的同情依恋,变得无城邦、无房屋、无私产、不恋同伴、无财产、无生计、不理俗务、不事交游、不谙人类的学问,预备好在心中领受由神圣教导所铸就的形相。而心灵的预备,乃是忘却因不良习俗而预先占据它的教导。因为正如不先抹平嵌在其中的字迹就无法在蜡板上书写一样,若不先除掉灵魂中源于习俗的成见,亦不可能向其交付神圣的信条。正因如此,旷野为我们提供了最大的裨益,它抚平我们的情欲,使理性有闲暇将其完全从灵魂中斩除。正如野兽在被抚摩后容易被驯服一样,欲望、忿怒、恐惧和悲伤这些灵魂的含毒之恶,一旦被静默所抚慰且不再因持续的刺激而变得狂暴,便在理性的力量下变得更容易被征服。因此,居所当如我们此地一般,隔绝与人的交游,以使修练的持续不被任何外在之物打断。 敬虔的修练以神圣的思想滋养灵魂。那么,有什么比在地上效仿天使的舞蹈更为有福呢?在黎明伊始便奔赴祈祷,以赞歌和颂诗尊崇创造者;继而在阳光普照之时转向劳作,祈祷在各处与自身相伴,并以赞歌如盐一般调味工作。因为赞歌的慰藉赐予了灵魂明朗且无忧的安宁心境。

语法注3 条
  1. 2τὸ γὰρ μὴ μέγα εἶναι φῆσαι τὴν τοῦ τόπου κατασκευὴν πρὸς τὸ ἐμποιῆσαι ὁρμήν τινα τῇ ψυχῇ σου εἰς τὸν μεθʼ ἡμῶν βίον πρὶν ἂν περὶ τοῦ τρόπου τι μάθῃς καὶ τῆς διαγωγῆς σὸν ἦν ὄντως τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς ἄξιον

    该句的主干为冠词引导的不定式短语 τὸ ... φῆσαι 作主语,谓语部分为带有 ἦν 的 σὸν ... τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς ἄξιον。不定式 φῆσαι 带有一个宾语从句构型(对格加不定式 μὴ μέγα εἶναι τὴν τοῦ τόπου κατασκευὴν ...),其内部又嵌套了表示目的/结果的介词短语 πρὸς τὸ ἐμποιῆσαι ... 以及由 πρὶν ἂν ... μάθῃς 引导的时间从句。

  2. 2ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν τὸ συνεχὲς τῆς ἀσκήσεως διακόπτεσθαι

    连词 ὡς 在此处同 ὥστε,表示结果或目的,接对格加不定式结构(τὸ συνεχές ... διακόπτεσθαι)。否定词使用 μηδενός 而非 οὐδενός,符合不定式句的标准否定规则。

  3. 2εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντα, ὕμνοις καὶ ᾠδαῖς γεραίρειν τὸν κτίσαντα; εἶτα ἡλίου καθαρῶς διαλάμψαντος, ἐπʼ ἔργα τρεπόμενον

    对格分词 ὁρμῶντα 与 τρεπόμενον 与前文修辞反问句(τί οὖν μακαριώτερον τοῦ ... μιμεῖσθαι)中未明言的泛指主体(τινά)在格上一致,与并列的不定式(γεραίρειν, παραρτύειν)相配合,修饰该施事者在行动中的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:2#1