← 该撒利亚的巴西流

书信集

§1

致哲学家欧斯塔修斯:感谢与寻访

作者感谢哲学家欧斯塔修斯的来信予以抚慰,回顾了自己离开雅典后在各地追随寻访对方却屡遭错失与病痛阻碍的经历,并表达了对神之摄理的信赖。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Εὐσταθίῳ φιλοσόφῳ Ἀπειρηκότα με ἤδη πρὸς τὰς παρὰ τῆς λεγομένης τύχης ἐπηρείας,1 παρʼ ἧς ἀεί τι πρὸς τὸ μὴ συγγενέσθαι σοι ἐμπόδιον γέγονε, θαυμαστῶς πως ἀνεκαλέσω καὶ παρεμυθήσω τοῖς γράμμασι. καὶ γάρ πως ἤδη καὶ κατʼ ἐμαυτὸν ἔστρεφον, μή ποτε ἀληθές ἐστι τὸ παρὰ τῶν πολλῶν θρυλλούμενον, ὅτι ἀνάγκη τίς ἐστι καὶ εἱμαρμένη ἡ καὶ τὰ μικρὰ καὶ τὰ μείζω τῶν ἡμετέρων ἄγουσα, αὐτοὶ δὲ οὐδενός ἐσμεν οἱ ἄνθρωποι κύριοι· ἤ, εἰ μὴ τοῦτο, τύχη τις πάντως τὸν ἀνθρώπινον ἐλαύνει βίον. καὶ τούτων πολλὴν συγγνώμην ἕξεις τῶν λογισμῶν, ἐπειδὰν τὰς αἰτίας, ὑφʼ ὧν εἰς αὐτοὺς προήχθην, μάθῃς. Ἐγὼ κατέλιπον τὰς Ἀθήνας κατὰ φήμην τῆς σῆς φιλοσοφίας, ὑπεριδὼν τῶν ἐκεῖ. παρέδραμον δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ πόλιν, ὡς οὐδεὶς Ὀδυσσεὺς Σειρήνων μέλη.2 καὶ τὴν Ἀσίαν ἐθαύμασα μέν, πρὸς δὲ τὴν μητρόπολιν τῶν ἐν αὐτῇ καλῶν ἠπειγόμην. ἐπεὶ δὲ κατέλαβον τὴν πατρίδα, καὶ σὲ ἐν αὐτῇ, τὸ μέγα ὄφελος, ζητήσας οὐχ εὗρον, ἐντεῦθέν μοι λοιπὸν αἱ πολλαὶ καὶ ποικίλαι ἀφορμαὶ τῶν ἀδοκήτων ἐπιγεγόνασι κωλυμάτων. ἢ γὰρ ἀσθενεῖν πάντως ἔδει, καὶ διὰ τοῦτο ἀπολείπεσθαι, ἢ ἐπὶ τὴν ἑῴαν βαδίζοντι συναπαίρειν μὴ δύνασθαι· ὀψὲ δέ ποτε μυρίοις πόνοις τὴν Συρίαν καταλαβόντα, οὐκ ἔχειν συνεῖναι3 τῷ φιλοσόφῳ πρὸς Αἰγυπτίους ἀπάραντι. πάλιν οὖν ἔδει Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε, καὶ οὐδʼ ἐνταῦθα τὸ σπουδαζόμενον ἔχειν. ἀλλʼ οὕτω δυσέρως ἦν ὥστε ἢ τὴν ἐπὶ Πέρσας βαδίζειν ἔδει καὶ συμπροϊέναι εἰς ὅτι μήκιστον τῆς βαρβάρων (ἦλθες γὰρ δὴ κἀκεῖσε· τοσαύτη τις ἦν φιλονεικία τοῦ δαίμονος) ἢ αὐτοῦ καθῆσθαι ἐπὶ τῆς Ἀλεξάνδρου, ὅπερ οὖν καὶ συνέβη. δοκῶ γάρ μοι, εἰ μὴ ὥσπερ τι θρέμμα θαλλῷ προδεικνυμένῳ ἑπόμενος ἀπηγόρευσα, ἐπέκεινα ἄν σε καὶ Νύσσης τῆς Ἰνδικῆς ἐλθεῖν ἀγόμενον4 καί, εἴ τι ἔσχατον τῆς καθʼ ἡμᾶς οἰκουμένης χωρίον, καὶ τούτῳ ἐπιπλανηθῆναι. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἀλλὰ τὸ τελευταῖον νῦν ἐπὶ τῆς πατρίδος διάγοντι συγγενέσθαι οὐκ ἐξεγένετο, μακραῖς ἀῤῥωστίαις ἐξειργομένῳ· αἳ εἰ μὴ τοῦ γε λοιποῦ μετριώτεραι γένοιντο, οὐδὲ κατὰ τὸν χειμῶνα τῇ λογιότητί σου συνεσόμεθα. ταῦτα οὐχ εἱμαρμένης ἔργα, ὡς ἂν αὐτὸς εἴποις; ταῦτα οὐκ ἀνάγκης; ταῦτα οὐχί, μικροῦ δεῖν,5 καὶ τοὺς τῶν ποιητῶν ἐπὶ Ταντάλῳ μύθους ὑπερεβάλετο; ἀλλʼ, ὅπερ ἔφην, ῥᾴων γέγονα τοῖς γράμμασι καὶ οὐκέτι ἐπὶ τῆς αὐτῆς εἰμὶ γνώμης. φημὶ δὲ χρῆναι διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰδέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν. καὶ δὴ οὖν καὶ ἡμῖν εἰ μὲν παράσχοιτο συνεῖναί σοι, ταῦτʼ ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα. εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν. ἄμεινον γάρ που πάντως, ἢ ὡς ἂν ἡμεῖς προελοίμεθα, διοικεῖ τὰ ἡμέτερα.

致哲学家欧斯塔修斯: 对于所谓的命运的侵害——正因它,我总遇到阻碍,未能与你相聚——我已经陷入绝望,你却通过来信以惊人的方式唤回并抚慰了我。事实上,我此前已经在独自思忖,众人常说的那句话是否当真属实:即存在着某种必然与宿命,主宰着我们或大或小的一切事务,而我们人类自身对任何事情都无能为主;或者,即使不是如此,也必定是某种运气在驱赶着人的一生。一旦你得知促使我产生这些念头的原由,你便会对这些想法大加宽恕。 我因仰慕你的哲学声誉而离开了雅典,视那里的事物为不足道。我疾速掠过赫勒斯滂畔的城邦,就如没有任何一位奥德修斯曾如此掠过塞壬的歌声一般;我虽然赞叹亚细亚,却急切奔向其间美好事物的母邦。然而,当我抵达故乡,并在那里寻觅你——那巨大的裨益——却未能寻见时,从此以后,意想不到的阻碍的诸多各异缘由便纷纷降临在我身上。因为我或者无论如何都会病倒并因此被抛下,或者无法与前往东方的你一同启程;而历尽万般辛劳终于抵达叙利亚后,我却又未能与已动身前往埃及的哲学家相聚。因此,我又必须前往埃及,这是一条漫长而艰难的旅程,并且即便在那里,我也未能得到一心追求的目标。不仅如此,我在爱慕之中竟是这般不幸,以致我或者不得不走向波斯人的土地,并在蛮族之地尽可能深入同行(因为你确实也去到了那里;神灵的作对竞争竟至于此),或者就此停留在亚历山大城,而这正是后来发生的事。因为依我看来,要不是我像被在前展示的树枝所引诱的牲畜一样跟随着却最终放弃了的话,你本会被牵引着走得比印度的尼萨还要遥远,并且倘若在我们的已知世界有任何极偏远之地,你也必会漂泊到那里去。 又何须多费口舌呢?但到了最后,对于如今正客居故邦的你,我仍未能相聚,因为我被长期的疾患所阻隔;这些疾患在日后若不变得温和些,我们在冬日里甚至也无法与你这位博学之士相聚了。这难道不是宿命的作为吗,正如你自己所会说的那样?这难道不是必然的作为吗?这难道不是差一点就超越了诗人们关于坦塔罗斯的神话了吗?然而,正如我所说,由于你的来信,我心情已然舒畅,不再持相同的看法了。我说,在神赐予善物时应当心怀感激,在神有所节制留存时不应心怀不满。因此,如果神赐予我们与你相处的机会,我们自当认为这是至善至悦之事;如果神将其推延,我们也将平心静气地承受这一缺憾。因为无论如何,神管理我们的事务,总比我们自己所能选择的方式好得多。

语法注5 条
  1. 1Ἀπειρηκότα με ἤδη πρὸς τὰς παρὰ τῆς λεγομένης τύχης ἐπηρείας

    Ἀπειρηκότα 是宾格完成时主动分词,与代词宾格 με 一同充当主动词 ἀνεκαλέσω καὶ παρεμυθήσω 的直接宾语。介词 πρός 表示“面对……/针对……”产生精疲力竭或绝望的对象。

  2. 1ὡς οὐδεὶς Ὀδυσσεὺς Σειρήνων μέλη

    承前省略了动词 παρέδραμον 的比较从句,直译为“犹如没有任何一位奥德修斯曾如此[掠过]塞壬的歌声”。此句以夸张手法表明自己急于赶路,甚至比当年停下来倾听塞壬歌声的奥德修斯更决绝地不作停留。

  3. 1μυρίοις πόνοις τὴν Συρίαν καταλαβόντα, οὐκ ἔχειν συνεῖναι

    宾格分词 καταλαβόντα 与不定式暗示的主语(我,ἐμέ)一致,属于由前文非人称动词 ἔδει 所管辖(或延续其语义框架)的“宾格加不定式”结构。οὐκ ἔχειν 搭配不定式表示“不能/无法”。

  4. 1δοκῶ γάρ μοι, εἰ μὴ ... ἀπηγόρευσα, ἐπέκεινα ἄν σε καὶ Νύσσης τῆς Ἰνδικῆς ἐλθεῖν ἀγόμενον

    主节动词 δοκῶ μοι(“在我看来”)引出间接引语。条件从句为与过去事实相反的虚拟(εἰ μὴ ... ἀπηγόρευσα,直陈式过去时),其结论句则转换为 ἄν 搭配不定式(ἐλθεῖν 及 ἐπιπλανηθῆναι)。σε 是不定式 ἐλθεῖν 及 ἐπιπλανηθῆναι 的逻辑主语(宾格),ἀγόμενον 则是修饰 σε 的被动分词宾格。

  5. 1μικροῦ δεῖν

    成语性的绝对不定式短语,意为“几乎”、“差一点”,修饰主要直陈式动词 ὑπερεβάλετο。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:1