- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:199#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴兹尔论述了针对因无知陷入不法婚姻的长老的停职处分、轻率或有害誓言的无效性、掠夺妇女、丈夫失踪期间妻子的再婚、神职人员的重罪、遗弃婴孩以及对待通奸妇女的教牧惩戒等教规判定。
Περὶ τοῦ πρεσβυτέρου, τοῦ κατʼ ἄγνοιαν ἀθέσμῳ γάμῳ περιπαρέντος, ὥρισα ἃ ἐχρῆν· καθέδρας μὲν μετέχειν, τῶν δὲ λοιπῶν ἐνεργειῶν ἀπέχεσθαι. ἀρκετὸν γὰρ τῷ τοιούτῳ ἡ συγγνώμη. εὐλογεῖν δὲ ἕτερον, τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον.1 εὐλογία γὰρ ἁγιασμοῦ μετάδοσίς ἐστιν. ὁ δὲ τοῦτο μὴ ἔχων, διὰ τὸ ἐκ τῆς ἀγνοίας παράπτωμα πῶς ἑτέρῳ μεταδώσει; μήτε τοίνυν δημοσίᾳ μήτε ἰδίᾳ εὐλογείτω, μήτε τὸ σῶμα τοῦ Χριστοῦ κατανεμέτω ἑτέροις, μήτε τι ἄλλο λειτουργείτω, ἀλλὰ ἀρκούμενος τῇ προεδρίᾳ προσκλαιέτω τῷ Κυρίῳ, συγχωρηθῆναι αὐτῷ τὸ ἐκ τῆς ἀγνοίας ἀνόμημα. Ἐκεῖνό γε μὴν γελοῖόν μοι κατεφάνη, τὸ εὔξασθαί τινα ὑείων ἀπέχεσθαι κρεῶν. ὥστε καταξίωσον διδάσκειν αὐτοὺς τῶν ἀπαιδεύτων προσευχῶν καὶ ἐπαγγελιῶν ἀπέχεσθαι· τὴν μέντοι χρῆσιν ἀδιάφορον εἶναι συγχώρησον. οὐδὲν γὰρ κτίσμα Θεοῦ ἀπόβλητον μετʼ εὐχαριστίας λαμβανόμενον. ὥστε ἡ εὐχὴ καταγέλαστος, οὐχ ἡ ἀποχὴ ἀναγκαία. Ἄρχοντας μέντοι ὀμνύειν, ἐπὶ τὸ κακοποιεῖν τοὺς ἀρχομένους, καὶ πάνυ θεραπεύεσθαι προσῆκε.2 θεραπεία δὲ τούτων διττή· μία μέν, μὴ ὀμνύειν αὐτοὺς διδάσκεσθαι προχείρως· ἑτέρα δέ, μὴ ἐπιμένειν ἐν ταῖς πονηραῖς κρίσεσιν. ὥστε ὅρκῳ προληφθείς τις εἰς κακοποιίαν ἑτέρου, τὴν μὲν ἐπὶ τῇ προπετείᾳ τοῦ ὅρκου μετάνοιαν ἐπιδεικνύσθω, μὴ μέντοι προσχήματι εὐλαβείας τὴν πονηρίαν ἑαυτοῦ βεβαιούτω. οὐδὲ γὰρ Ἡρώδῃ συνήνεγκεν εὐορκήσαντι, ὃς ἵνα μὴ ἐπιορκήσῃ δῆθεν, φονεὺς ἐγένετο τοῦ προφήτου. ἅπαξ δὲ ὁ ὅρκος ἀπηγόρευται· πολλῷ δὲ δήπου εἰκὸς τὸν ἐπὶ κακῷ γινόμενον κατακεκρίσθαι. ὥστε μεταφρονεῖν τὸν ὀμνύοντα χρή, οὐχὶ σπουδάζειν βεβαιοῦν ἑαυτοῦ τὸ ἀνόσιον. ἐξέτασον γὰρ πλατύτερον τὴν ἀτοπίαν. εἴ τις ὀμόσειεν ἐνεξορύξειν τοὺς ὀφθαλμοὺς τοῦ ἀδελφοῦ, εἰ καλὸν τὸ τοιοῦτον εἰς ἔργον ἀγαγεῖν αὐτῷ; εἴ τις φονεύσειν; εἴ τις ὅλως δι’ ὅρκου ἐντολήν τινα παραβήσεσθαι; ὤμοσα γὰρ καὶ ἔστησα, οὐχὶ τὴν ἁμαρτίαν, ἀλλὰ τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.3 ὥσπερ δὲ τὴν ἐντολὴν ἀμεταθέτοις κρίμασι προσῆκε βεβαιοῦσθαι, οὕτω τὴν ἁμαρτίαν παντοίως καθήκει ἀκυροῦσθαι καὶ ἀφανίζεσθαι. Περὶ τῶν ἁρπαζόντων κανόνα μὲν παλαιὸν οὐκ ἔχομεν, ἰδίαν δὲ γνώμην ἐποιησάμεθα· τρία ἔτη καὶ αὐτοὺς καὶ τοὺς συναρπάζοντας αὐτοῖς ἔξω τῶν εὐχῶν γίνεσθαι. τὸ δὲ μὴ βιαίως γινόμενον ἀνεύθυνόν ἐστιν, ὅταν μὴ φθορὰ ᾖ μηδὲ κλοπὴ ἡγουμένη τοῦ πράγματος. αὐτεξουσία δὲ ἡ χήρα, καὶ ἐπʼ αὐτῇ τὸ ἀκολουθῆσαι. ὥστε τῶν σχημάτων ἡμῖν οὐ φροντιστέον. Ἡ ἀναχωρήσαντος τοῦ ἀνδρὸς καὶ ἀφανοῦς ὄντος, πρὸ τοῦ πεισθῆναι περὶ τοῦ θανάτου αὐτοῦ ἑτέρῳ συνοικήσασα, μοιχᾶται. Οἱ τὴν πρὸς θάνατον ἁμαρτίαν ἁμαρτάνοντες κληρικοὶ τοῦ βαθμοῦ κατάγονται, τῆς κοινωνίας δὲ τῶν λαϊκῶν οὐκ ἐξείργονται· οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό. Ἡ γυνὴ ἡ διὰ τῆς ὁδοῦ κυήσασα καὶ ἀμελήσασα τοῦ κυήματος τῷ τοῦ φόνου ἐγκλήματι ὑποκείσθω. Τὰς μοιχευθείσας γυναῖκας καὶ ἐξαγορευούσας δι’ εὐλάβειαν, ἢ ὁπωσοῦν ἐλεγχομένας, δημοσιεύειν οὐκ ἐκέλευσαν οἱ πατέρες ἡμῶν, ἵνα μὴ θανάτου αἰτίαν παράσχωμεν ἐλεγχθείσαις· ἵστασθαι δὲ αὐτὰς ἄνευ κοινωνίας προσέταξαν μέχρι τοῦ συμπληροῦσθαι τὸν χρόνον τῆς μετανοίας. Ἐπὶ δὲ τοῦ καταλειφθέντος ἀνδρὸς ὑπὸ τῆς γυναικὸς χρὴ σκοπεῖν τὴν αἰτίαν τῆς ἐγκαταλείψεως· κἂν φανῇ ἀλόγως ἀναχωρήσασα, ὁ μὲν συγγνώμης ἐστὶν ἄξιος, ἡ δὲ ἐπιτιμίου. ἡ δὲ συγγνώμη τούτῳ πρὸς τὸ κοινωνεῖν τῇ Ἐκκλησίᾳ δοθήσεται. Στρατιώτιδες, αἱ τῶν ἀνδρῶν ἀφανῶν ὄντων γαμηθεῖσαι, τῷ αὐτῷ ὑπόκεινται λόγῳ, ᾧπερ ἂν καὶ αἱ διὰ τὴν ἀποδημίαν τῶν ἀνδρῶν μὴ ἀναμείνασαι τὴν ἐπάνοδον· πλὴν ἔχει τινὰ συγγνώμην τὸ πρᾶγμα ἐνταῦθα διὰ τὸ μᾶλλον πρὸς θάνατον εἶναι τὴν ὑπόνοιαν. Μετὰ τὸ ἀφαιρεθῆναι τὴν ἀλλοτρίαν ὁ γαμήσας ἐπὶ μὲν τῇ πρώτῃ μοιχείαν ἐγκληθήσεται, ἐπὶ δὲ τῇ δευτέρᾳ ἀνεύθυνος ἔσται.
关于因无知而陷入不法婚姻的长老,我已规定了当行的事:他可保留其坐席之荣,但须免除其余的圣职职分。因为对于这样的人,获得宽恕便已足够。一个应当医治自身创伤的人去祝福他人,这是不合情理的。因为祝福乃是圣化的分赐;因无知而犯罪致使自己不再拥有圣化之人,又怎能将其分赐给他人呢?因此,无论在公开还是私下,他都不可施行祝福,不可将基督的身体分发给他人,亦不可执行任何其他礼仪;而当满足于其坐席之位,向主哀求泣祷,使其因无知而犯的不法之罪得蒙赦免。 然而,有人竟然起誓戒绝吃猪肉,这在我看来实属可笑。因此,请屈尊教导他们戒绝这种缺乏教养的祈祷和誓愿;但请准许他们将食用此类食物视为无关紧要之事(中性之事)。因为凡神所造之物,若存着感恩的心领受,就没有一样是可弃绝的。所以,这种誓愿是荒唐可笑的,而戒绝也毫无必要。 至于统治者们起誓要加害于治下的臣民,这确实是极需加以医治之事。对此的医治有二:其一,是教导他们不可轻率起誓;其二,是不可固执于恶意的决意。因此,凡因誓言而陷入加害他人之境者,当为自己起誓时的鲁莽显出悔改,切不可借敬虔的伪装来坚固自己的邪恶。因为坚守誓言并没有给希律带来任何益处,他表面上仿佛是为了不违背誓言,却成了杀害先知的凶手。起誓既已被一概禁止,那么因作恶而立的誓言显然更应当受到定罪。因此,起誓之人应当转变意念,不可竭力贯彻其不敬之举。请更为宽广地审视其荒谬之处:若有人起誓要挖出兄弟的眼睛,将此举付诸实行对他而言难道是美事吗?若起誓要杀人呢?总之,若因誓言而要违背某条诫命呢?经上说“我曾起誓立定”,并非立定犯罪,而是“遵守你公义的典章”。正如诫命应当以不可动摇的决意来坚固,照样,罪恶理当在各方面被废除和消灭。 关于掠夺妇女者,我们虽无古代教规,却作出了自己的裁决:掠夺者本人及协助其掠夺的人,均须被排除在祈祷之外三年。但若非施暴而成之事,只要事前未发生诱奸或盗取,便不承担责任。因为寡妇拥有自主决定权,跟随与否取决于她自己。因此我们无须理会外在的伪装形式。 丈夫离去且杳无音信,妇人在确信其死亡之前与他人同居者,乃是犯了通奸罪。 犯了至于死的罪的神职人员,须被废除圣职阶品,但不得被剥夺平信徒的圣餐交通;因为“不可就同一过犯惩治两次”。 在路途中生产而遗弃其胎儿(婴孩)的妇人,当按谋杀罪论处。 对于犯了通奸之罪而因敬虔主动坦白、或以某种方式被证实有罪的妇人,我们的先祖教父们并未吩咐予以公开曝光,免得我们给被证实有罪之人招致死罪;教父们吩咐她们在领受圣餐之外侍立,直到忏悔的期限届满。 至于被妻子离弃的丈夫,应当查究其被离弃的原因;若查明妻子是无故离去,则丈夫配得宽恕,而妻子当受惩戒。对丈夫所给予的宽恕,在于准许他与教会保持圣餐交通。 在军人丈夫生死不明期间再嫁的军属妇人,当适用与那些因丈夫外出远行而不等候其归来之妇人相同的原则;然而,此处的处境稍有可宽恕之处,因为更倾向于推测其已死亡。 掠占他人之妻者在该女子被夺回之后再行结婚,就前一段关系而言他将被指控为通奸,但就第二段婚姻而言则不承担罪责。
- 199εὐλογεῖν δὲ ἕτερον, τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον
本句以中性形容词 ἀνακόλουθον 为表语,主语是不定式短语 εὐλογεῖν δὲ ἕτερον。宾格分词短语 τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα 并非宾语 ἕτερον 的同位语,而是作为不定式 εὐλογεῖν 的逻辑主语(宾格主语),意为“一个应当照料自身创伤的人去祝福他人,这是不合情理的”。
- 199Ἄρχοντας μέντοι ὀμνύειν, ἐπὶ τὸ κακοποιεῖν τοὺς ἀρχομένους, καὶ πάνυ θεραπεύεσθαι προσῆκε
由非人称动词 προσῆκε 引导的宾格加不定式结构。Ἄρχοντας ὀμνύειν 与 θεραπεύεσθαι 结合,构成主干意义“统治者起誓加害被统治者这件事,确实理当受到医治(纠正)”。介词短语 ἐπὶ τὸ κακοποιεῖν 带有冠词不定式,用以表示目的。
- 199ὤμοσα γὰρ καὶ ἔστησα, οὐχὶ τὴν ἁμαρτίαν, ἀλλὰ τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου
化用了《诗篇》119:106(七十士译本118:106,ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι...)。作者在引文中对动词 ἔστησα(我立定)插入了对比性的宾语(“并非立定犯罪,而是……”),并与经文原有的带属格冠词的不定式 τοῦ φυλάξασθαι(为了遵守/遵守……)紧密相连。
