← 该撒利亚的巴西流

书信集

§199#2

关于违背誓愿与婚姻过犯的教会惩规

巴西尔阐述了关于男修士的誓愿、在异端中守贞之女受洗后所蒙赦免、对待男女不忠行为在传统惯例上的差异、针对掠夺婚与诱奸的四年惩戒分期、近亲通婚的禁令以及受资助寡妇再婚的规定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§199#2

Ἀνδρῶν δὲ ὁμολογίας οὐκ ἔγνωμεν, πλὴν εἰ μή τινες ἑαυτοὺς τῷ τάγματι τῶν μοναζόντων ἐγκατηρίθμησαν· οἳ κατὰ τὸ σιωπώμενον δοκοῦσι παραδεδέχθαι τὴν ἀγαμίαν. πλὴν καὶ ἐπʼ ἐκείνων ἐκεῖνο ἡγοῦμαι προηγεῖσθαι προσήκειν· ἐρωτᾶσθαι αὐτούς, καὶ λαμβάνεσθαι τὴν παρʼ αὐτῶν ὁμολογίαν ἐναργῆ, ὥστε, ἐπειδὰν μετατίθενται πρὸς τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον, ὑπάγειν αὐτοὺς τῷ τῶν πορνευόντων ἐπιτιμίῳ. Ὅσαι γυναῖκες, ἐν αἱρέσει οὖσαι, παρθενίαν ὡμολόγησαν, εἶτα μετὰ ταῦτα γάμον ἀνθείλοντο, οὐχ ἡγοῦμαι χρῆναι καταδικάζεσθαι ταύτας. ὅσα γὰρ ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. αἱ δὲ μήπω ὑπελθοῦσαι τὸν ζυγὸν τοῦ Χριστοῦ οὐδὲ τὴν νομοθεσίαν ἐπιγινώσκουσι τοῦ Δεσπότου. ὥστε δεκταί εἰσι τῇ Ἐκκλησίᾳ μετὰ πάντων καὶ τὴν ἐπὶ τούτοις ἄφεσιν ἔχουσαι ἐκ τῆς πίστεως τῆς εἰς Χριστόν. καὶ καθόλου τὰ ἐν τῷ κατηχουμένῳ βίῳ γενόμενα εἰς εὐθύνας οὐκ ἄγεται. τούτους δὲ δηλονότι ἄνευ βαπτίσματος ἡ Ἐκκλησία οὐ παραδέχεται. ὥστε ἀναγκαιότατον ἐπὶ τούτοις τὰ πρεσβεῖα τῆς γενέσεως.1 Εἰ ἀνὴρ γυναικὶ συνοικῶν, ἐπειδὰν μὴ ἀρκεσθεὶς τῷ γάμῳ εἰς πορνείαν ἐκπέσῃ, πόρνον κρίνομεν τὸν τοιοῦτον, καὶ πλεῖον αὐτὸν παρατείνομεν ἐν τοῖς ἐπιτιμίοις· οὐ μέντοι ἔχομεν κανόνα, τῷ τῆς μοιχείας αὐτὸν ὑπαγαγεῖν ἐγκλήματι, ἐὰν εἰς ἐλευθέραν γάμου ἡ ἁμαρτία γένηται· διότι ἡ μοιχαλὶς μέν, Μιαινομένη, φησί, μιανθήσεται,2 καὶ οὐκ ἀναστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς· καὶ Ὁ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. ὁ μέντοι πορνεύσας οὐκ ἀποκλεισθήσεται τῆς πρὸς γυναῖκα ἑαυτοῦ συνοικήσεως. ὥστε ἡ μὲν γυνὴ ἀπὸ πορνείας ἐπανιόντα τὸν ἄνδρα αὐτῆς παραδέξεται, ὁ δὲ ἀνὴρ τὴν μιανθεῖσαν τῶν οἴκων ἑαυτοῦ ἀποπέμψει. καὶ τούτων δὲ ὁ λόγος οὐ ῥᾴδιος· ἡ δὲ συνήθεια οὕτω κεκράτηκε. Τοὺς ἐξ ἁρπαγῆς ἔχοντας γυναῖκας, εἰ μὲν ἄλλοις προμεμνηστευμένας εἶεν ἀφῃρημένοι, οὐ πρότερον χρὴ παραδέχεσθαι, πρὶν ἢ ἀφελέσθαι αὐτῶν, καὶ ἐπʼ ἐξουσίᾳ τῶν ἐξ ἀρχῆς μνηστευσαμένων ποιῆσαι, εἴτε βούλοιντο λαβεῖν αὐτάς, εἴτε ἀποστῆναι· εἰ δὲ σχολάζουσάν τις λάβοι, ἀφαιρεῖσθαι μὲν δεῖ, καὶ τοῖς οἰκείοις ἀποκαθιστᾷν, ἐπιτρέπειν δὲ τῇ γνώμῃ τῶν οἰκείων, εἴτε γονεῖς εἶεν, εἴτε ἀδελφοί, εἴτε οἱτινεσοῦν προεστῶτες τῆς κόρης· κἂν μὲν ἕλωνται αὐτῷ παραδοῦναι, ἵστασθαι τὸ συνοικέσιον· ἐὰν δὲ ἀνανεύσωσι, μὴ βιάζεσθαι. τὸν μέντοι ἐκ διαφθορᾶς εἴτε λαθραίας εἴτε βιαιοτέρας γυναῖκα ἔχοντα ἀνάγκη τὸ τῆς πορνείας ἐπιγνῶναι ἐπιτίμιον. ἔστι δὲ ἐν τέσσαρσιν ἔτεσιν ὡρισμένη τοῖς πορνεύουσιν ἡ ἐπιτίμησις. χρὴ τῷ πρώτῳ ἐκβάλλεσθαι τῶν προσευχῶν, καὶ προσκλαίειν αὐτοὺς τῇ θύρᾳ τῆς ἐκκλησίας· τῷ δευτέρῳ δεχθῆναι εἰς ἀκρόασιν· τῷ τρίτῳ εἰς μετάνοιαν· τῷ τετάρτῳ εἰς σύστασιν μετὰ τοῦ λαοῦ, ἀπεχομένους τῆς προσφορᾶς· εἶτα αὐτοὺς ἐπιτρέπεσθαι τὴν κοινωνίαν τοῦ ἀγαθοῦ.3 Περὶ δὲ τῶν δύο ἀδελφὰς γαμούντων, ἢ ἀδελφοῖς δυσὶ γαμουμένων, ἐπιστολίδιον ἡμῖν ἐκπεφώνηται, οὗ τὸ ἀντίγραφον ἀπεστείλαμέν σου τῇ εὐλαβείᾳ. ὁ δὲ ἀδελφοῦ ἰδίου γυναῖκα λαβὼν οὐ πρότερον δεχθήσεται πρὶν ἀποστῆναι αὐτῆς. Χήραν, τὴν καταλεγεῖσαν εἰς τὸν ἀριθμὸν τῶν χηρῶν, τουτέστι, τὴν διακονουμένην ὑπὸ τῆς Ἐκκλησίας, ἔκρινεν ὁ ἀπόστολος γαμουμένην παρορᾶσθαι. ἀνδρὶ δὲ χηρεύσαντι οὐδεὶς ἐπίκειται νόμος, ἀλλʼ ἱκανὸν τῷ τοιούτῳ τὸ τῶν διγάμων ἐπιτίμιον. ἡ μέντοι χήρα ἑξηκονταετὴς γεγονυῖα, ἐὰν ἕληται πάλιν ἀνδρὶ συνοικεῖν, οὐ καταξιωθήσεται τῆς τοῦ ἀγαθοῦ κοινωνίας, ἕως ἂν τοῦ πάθους τῆς ἀκαθαρσίας παύσηται. ἐὰν μέντοι πρὸ ἑξήκοντα ἐτῶν ἀριθμήσωμεν αὐτήν, ἡμέτερον τὸ ἔγκλημα, οὐ τοῦ γυναίου. Ὁ τὴν διεφθαρμένην ὑφʼ ἑαυτοῦ εἰς γυναῖκα κατέχων τὸ μὲν ἐπὶ τῇ φθορᾷ ἐπιτίμιον ὑποστήσεται, τὴν δὲ γυναῖκα ἔχειν συγχωρηθήσεται. Ἡ πορνεία γάμος οὐκ ἔστιν· ἀλλʼ οὐδὲ γάμου ἀρχή. ὥστε, ἐὰν ᾖ δυνατὸν τοὺς κατὰ πορνείαν συναπτομένους χωρίζεσθαι, τοῦτο κράτιστον. ἐὰν δὲ στέργωσιν ἐκ παντὸς τρόπου τὸ συνοικέσιον, τὸ μὲν τῆς πορνείας ἐπιτίμιον γνωριζέτωσαν· ἀφιέσθωσαν δέ, ἵνα μὴ χεῖρόν τι γένηται.

关于男子的誓愿,我们未曾知晓,除非有人已将自己列入修道者的行列;这些人似乎在默示中接受了独身。然而,我认为在他们身上亦当以此为先:对他们进行查问,并从他们那里获得明确的誓言,以便当他们转向贪恋肉体与享乐的生活时,能将他们置于行淫者的惩戒之下。 凡在异端之中立下守贞之誓、其后又选择婚姻的妇女,我认为不应当定她们的罪。因为“律法所说的话,都是对律法之下的人说的”。而那些尚未负起基督之轭的人,甚至不知晓主人的律法。因此,她们可被教会接纳,因着对基督的信仰,连同〔其他〕一切事也蒙得在这些事上的赦免。总的来说,在慕道生活中发生之事是不受问责的。显然,教会不会在没有洗礼的情况下接纳这些人;因此,对他们而言,重生的特权是至关重要的。 与妻子同居的男子,若不满足于婚姻而堕入淫行,我们将这样的人判定为行淫者,并延长其领受惩戒的时间;然而,若其罪过是与未婚女子所犯,我们并无教规将其置于通奸的罪名之下。因为经上论及淫妇说:“玷污之妇必被玷污,且不可归回其丈夫”;又说:“留置淫妇者愚妄而不敬虔。”然而,行淫的男子却不会被剥夺与其自身妻子同居的权利。因此,妻子当接纳从淫行中归来的丈夫,而丈夫却须将玷污之妻逐出家门。这些规定的理据虽不易阐明,但习俗历来便是如此相沿成习。 至于那些通过掠夺占有妇女之人,若是劫夺了已与他人订婚之女,在将她们从其身边带走、并交由起初订婚者全权决定——无论其愿意接纳她们抑或放弃——之前,绝不可予以接纳。若有人掠夺的是无婚约拘束之女子,则必须将女子带走并归还其亲属,听凭其亲属裁夺,无论亲属是其父母、兄弟还是任何监护该女之人;若他们愿将她交付该男子,同居便告确立;若他们拒绝,则不可强求。然而,无论通过暗地诱奸还是施暴而占有妇女之人,必须承受淫行之惩戒。淫行者的惩罚定为四年:第一年须被排除在祈祷之外,并在教堂门前哀求;第二年获准听道;第三年获准忏悔;第四年获准与信众一同侍立,但不得领受圣餐;此后方准许他们领受至善的圣餐交通。 关于娶姊妹二人者,或嫁兄弟二人者,我们已另发有一篇短简,其抄本已寄送给您敬虔之身。至于娶自己兄弟之妻者,在他与该妇人分离之前,绝不可予以接纳。 凡被列入寡妇名册之人,即受教会资助之人,使徒判定她若再嫁便当被漠视(予以革除)。对于鳏夫则无任何法则加以约束,对这样的人而言,再婚者的惩戒便已足够。然而,年满六十岁的寡妇若再次选择与男子同居,在她停止不洁之情欲前,不得被视为堪当领受至善的圣餐交通。不过,若我们在她未满六十岁时便将她列入名册,其罪责在我们,而不在那妇人。 将自己所诱奸之女留为妻子者,须承受因玷污而受的惩戒,但准许其保留该女子为妻。 淫行并非婚姻,甚至不是婚姻的开端。因此,若能将因淫行结合之人分开,那是最好的。但若他们执意要维系同居,便让他们承受淫行之惩戒;且任由他们在一起,免得产生更坏的结果。

语法注3 条
  1. 199τὰ πρεσβεῖα τῆς γενέσεως

    字面意为“出生的特权”,此处的 γένεσις 指通过洗礼获得的属灵重生。承接前文“慕道期间的行为不受追究”之原则,指出正是受洗重生所赋予的特权,使得她们在异端中所犯的违誓得以完全免责。

  2. 199Μιαινομένη, φησί, μιανθήσεται

    引用自七十士译本(耶利米书3:1)。该句采用了七十士译本特有的希伯来式构词法,以同源现在分词搭配将来时陈述语气动词,模仿希伯来语的绝对不定词加强句式,意为“她必全然受玷污”。

  3. 199αὐτοὺς ἐπιτρέπεσθαι τὴν κοινωνίαν τοῦ ἀγαθοῦ

    位于受 χρή 统辖的不定词序列末尾的“对格+不定词”结构。动词 ἐπιτρέπεσθαι 作中被动态(表被动意义),以 αὐτούς 为逻辑主语对格,并保留宾格补足语 τὴν κοινωνίαν(领受至善的圣餐交通),意为“准许他们领受交融/圣餐”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:199#2