- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:199#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔就复信迟延致歉并称赞安菲洛基乌谦逊的好学之心,随后阐明了因起誓受累的长老比阿诺尔重新任职的教规处理方式,并论述了背誓处女应当按通奸定罪的严厉法则,同时明确了誓愿生效所需的适龄与自愿条件。
ΚΑΝΟΝΙΚΗ β· Ἀμφιλοχίῳ περὶ κανόνων. Πάλαι πρὸς τὰς παρὰ τῆς εὐλαβείας σου προταθείσας ἡμῖν ἐρωτήσεις ἀποκρινάμενος, οὐκ ἀπέστειλα τὸ γράμμα, τοῦτο μὲν ὑπὸ τῆς ἀρρωστίας τῆς μακρᾶς καὶ ἐπικινδύνου ἀσχοληθείς, τοῦτο δὲ ὑπὸ τῆς ἀπορίας τῶν διακονουμένων. ὀλίγοι γὰρ παρʼ ἡμῖν καὶ ὁδοῦ ἔμπειροι καὶ παρεσκευασμένοι πρὸς τὰς τοιαύτας ὑπηρεσίας. ὥστε μαθὼν τὰς αἰτίας τῆς βραδυτῆτος, δὸς ἡμῖν τὴν συγγνώμην. Ἐθαυμάσαμεν δέ1 σου τὴν φιλομάθειαν ὁμοῦ καὶ τὴν ταπεινοφροσύνην, ὅτι καὶ μαθεῖν καταδέχῃ, τὴν τοῦ διδάσκειν τάξιν πεπιστευμένος,2 καὶ μανθάνειν παρʼ ἡμῶν, οἷς οὐδὲν μέγα πρόσεστι πρὸς γνῶσιν. ἀλλʼ ὅμως, ἐπειδὴ καταδέχῃ διὰ τὸν φόβον τοῦ Θεοῦ ποιεῖν πρᾶγμα οὐ ῥᾳδίως παρʼ ἑτέρου γινόμενον, χρὴ καὶ ἡμᾶς τῇ προθυμίᾳ σου καὶ τῇ ἀγαθῇ σπουδῇ συναίρεσθαι καὶ ὑπὲρ δύναμιν. Ἠρώτησας ἡμᾶς περὶ Βιάνορος τοῦ πρεσβυτέρου, εἰ δεκτός ἐστιν εἰς τὸν κλῆρον, διὰ τὸν ὅρκον. ἐγὼ δὲ ἤδη τινὰ κοινὸν ὅρον περὶ πάντων ὁμοῦ τῶν μετʼ αὐτοῦ ὀμωμοκότων τοῖς κατʼ Ἀντιόχειαν κληρικοῖς οἶδα ἐκτεθεικώς· ὥστε τῶν μὲν δημοσίων αὐτοὺς ἀπέχεσθαι συλλόγων, ἰδίᾳ δὲ ἐνεργεῖν τὰ τῶν πρεσβυτέρων. τὸ αὐτὸ δὲ τοῦτο καὶ πρὸς τὴν ἑαυτοῦ ὑπηρεσίαν ἄδειαν αὐτῷ παρέχει, διότι οὐκ ἐν Ἀντιοχείᾳ ἐστὶν ἡ ἱερωσύνη, ἀλλʼ ἐν Ἰκονίῳ· ἥν, ὡς αὐτὸς ἐπέστειλας ἡμῖν, τῆς Ἀντιοχείας εἰς οἴκησιν ἀντηλλάξατο. ἔστιν οὖν δεκτὸς ἐκεῖνος ὁ ἀνήρ, ἀπαιτούμενος παρὰ τῆς εὐλαβείας σου μεταμέλεσθαι ἐπὶ τῇ εὐκολίᾳ τοῦ ὅρκου, ὃν ἐπὶ τοῦ ἀπίστου ἀνδρὸς ἐξωμόσατο, βαστάσαι τὴν ἐνόχλησιν τοῦ μικροῦ ἐκείνου κινδύνου μὴ δυνηθείς. Περὶ τῶν ἐκπεσουσῶν παρθένων τῶν καθομολογησαμένων τὸν ἐν σεμνότητι βίον τῷ Κυρίῳ, εἶτα διὰ τὸ ὑποπεσεῖν τοῖς πάθεσι τῆς σαρκὸς ἀθετουσῶν τὰς ἑαυτῶν συνθήκας, οἱ μὲν πατέρες ἡμῶν ἁπλῶς καὶ πράως συμπεριφερόμενοι ταῖς ἀσθενείαις τῶν κατολισθαινόντων, ἐνομοθέτησαν δεκτὰς εἶναι μετὰ τὸν ἐνιαυτόν, καθʼ ὁμοιότητα τῶν διγάμων διαταξάμενοι. ἐμοὶ δὲ δοκεῖ, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι προϊοῦσα ἡ Ἐκκλησία, κραταιοτέρα γίνεται, καὶ πληθύνεται νῦν τὸ τάγμα τῶν παρθένων, προσέχειν ἀκριβῶς τῷ τε κατʼ ἔννοιαν φαινομένῳ πράγματι, καὶ τῇ τῆς Γραφῆς διανοίᾳ, ἣν δυνατὸν ἐξευρεῖν ἀπὸ τοῦ ἀκολούθου. χηρεία γὰρ παρθενίας ἐλάττων· οὐκοῦν καὶ τὸ τῶν χηρῶν ἁμάρτημα πολλῷ δεύτερόν ἐστι τοῦ τῶν παρθένων. ἴδωμεν τοίνυν τί γέγραπται Τιμοθέῳ παρὰ τοῦ Παύλου. Νεωτέρας δὲ χήρας παραιτοῦ. ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. εἰ τοίνυν χήρα κρίματι ὑπόκειται βαρυτάτῳ, ὡς τὴν εἰς Χριστὸν ἀθετήσασα πίστιν, τί χρὴ λογίζεσθαι ἡμᾶς περὶ τῆς παρθένου, ἥτις νύμφη ἐστὶ τοῦ Χριστοῦ καὶ σκεῦος ἱερὸν ἀνατεθὲν τῷ Δεσπότῃ; μέγα μὲν ἁμάρτημα καὶ δούλην λαθραίοις γάμοις ἑαυτὴν ἐπιδιδοῦσαν φθορᾶς ἀναπλῆσαι τὸν οἶκον, καὶ καθυβρίζειν διὰ τοῦ πονηροῦ βίου τὸν κεκτημένον· πολλῷ δὲ δήπου χαλεπώτερον τὴν νύμφην μοιχαλίδα γενέσθαι καί, τὴν πρὸς τὸν νυμφίον ἕνωσιν ἀτιμάσασαν, ἡδοναῖς ἀκολάστοις ἑαυτὴν ἐπιδοῦναι. οὐκοῦν ἡ μὲν χήρα, ὡς δούλη διεφθαρμένη, καταδικάζεται, ἡ δὲ παρθένος τῷ κρίματι τῆς μοιχαλίδος ὑπόκειται. ὥσπερ οὖν τὸν ἀλλοτρίᾳ γυναικὶ συνιόντα μοιχὸν ὀνομάζομεν, οὐ πρότερον παραδεξάμενοι εἰς κοινωνίαν, πρὶν ἢ παύσασθαι τῆς ἁμαρτίας, οὕτω δῆλον ὅτι καὶ ἐπὶ τοῦ τὴν παρθένον ἔχοντος διατεθησόμεθα. ἐκεῖνο δὲ νῦν προδιομολογεῖσθαι ἡμῖν ἀναγκαῖον, ὅτι παρθένος ὀνομάζεται ἡ ἑκουσίως ἑαυτὴν προσαγαγοῦσα τῷ Κυρίῳ, καὶ ἀποταξαμένη τῷ γάμῳ, καὶ τὸν ἐν ἁγιασμῷ βίον προτιμήσασα. τὰς δὲ ὁμολογίας τότε ἐγκρίνομεν, ἀφʼ οὗπερ ἂν ἡ ἡλικία τὴν τοῦ λόγου συμπλήρωσιν ἔχῃ. οὐδὲ γὰρ τὰς παιδικὰς φωνὰς πάντως κυρίας ἐπὶ τῶν τοιούτων ἡγεῖσθαι προσῆκεν, ἀλλὰ τὴν ὑπὲρ τὰ δέκα ἓξ ἢ δέκα καὶ ἑπτὰ γενομένην ἔτη, κυρίαν οὖσαν τῶν λογισμῶν, ἀνακριθεῖσαν ἐπὶ πλεῖον εἶτα παραμείνασαν, καὶ λιπαροῦσαν διὰ ἱκεσιῶν πρὸς τὸ παραδεχθῆναι, τότε ἐγκαταλέγεσθαι χρὴ ταῖς παρθένοις,3 καὶ τὴν ὁμολογίαν τῆς τοιαύτης κυροῦν, καὶ τὴν ἀθέτησιν αὐτῆς ἀπαραιτήτως κολάζειν. πολλὰς γὰρ γονεῖς προσάγουσι καὶ ἀδελφοὶ καὶ τῶν προσηκόντων τινὲς πρὸ τῆς ἡλικίας, οὐκ οἴκοθεν ὁρμηθείσας πρὸς ἀγαμίαν, ἀλλά τι βιωτικὸν ἑαυτοῖς διοικούμενοι. ἃς οὐ ῥᾳδίως προσδέχεσθαι δεῖ, ἕως ἂν φανερῶς τὴν ἰδίαν αὐτῶν ἐρευνήσωμεν γνώμην.
第二教规书信:就教规致安菲洛基乌。 关于您敬虔之身向我们提出之疑问,我早已作答,却未曾寄出书信;这一方面是因漫长而危险的疾病使我分身乏术,另一方面则是由于缺少供差遣的使者。因为我们这里既有行路经验又预备好承担此类差役的人寥寥无几。因此,在得知延误的原委后,请宽恕我们。 然而,我们赞赏您的好学与谦卑,因为您虽被托付了施教之职,却仍肯受教,并且是从我们这些在知识上并无甚长处的人这里求教。不过,既然您因敬畏神而肯行此常人不易为之事,我们亦当襄助您的热忱与美好切愿,哪怕超出己力。 您曾询问我们关于长老比阿诺尔的事,问及他因那誓言之故是否可被接纳进入圣职人员行列。我知道,我此前已针对所有与他一同起誓之人,向安提阿的圣职人员颁布过一项通用规定:即他们须回避公众集会,但可私下执行长老之圣职。而这一规定本身亦为他本人的事奉提供了许可,因为他的祭司职分并不在安提阿,而是在以哥念;正如您亲自致信告知我们的那样,他换得在以哥念居住以替代安提阿。因此,此人是可被接纳的,但须由您敬虔之身要求他为当初因无力承受那点微小危机的困扰而在不信之人面前轻率立誓一事进行忏悔。 至于那些曾向主立誓过庄重生活、其后却因屈服于肉体情欲而废弃自身盟誓的堕落处女,我们的教父们朴素而温和地体谅跌倒者的软弱,曾立规准许她们在一整年之后重获接纳,参照再婚者的规程予以处置。但依我之见,既然因着神的恩典,教会正不断前进并日益壮大,如今处女的行列亦在增多,我们便应当严格关注事物概念本身所显明之本质,以及可从逻辑推论中寻得的圣经意旨。因为寡居低于守贞,所以寡妇之过犯远逊于处女之过犯。那么,让我们来看保罗对提摩太所写的是什么:“年轻的寡妇,你要拒绝;因为她们一旦情欲发动而背叛基督,便想要嫁人,受审判是因为废弃了最初的诺言。”因此,倘若一个寡妇因废弃对基督的信约尚且要承受极重的审判,那么对于身为基督的新娘、献给主人的神圣器皿的处女,我们又该如何看待呢?女奴委身于暗通款曲、使家中充斥败坏并通过邪恶生活羞辱其主人,固然是重大罪过;然而新娘沦为淫妇、羞辱与新郎的结合并委身于放荡之享乐,无疑严重得多。因此,寡妇作为败坏的女奴受定罪,而处女则承受淫妇的审判。正如我们将与他人之妻苟合者称为通奸者、在他停止犯罪之前绝不接纳其领圣餐一样,显然我们对于占有处女之人亦将秉持同样态度。然而我们眼下必须预先取得共识的是:唯有自愿将自身奉献给主、放弃婚姻并选择圣洁生活之人,才被称为处女。唯有当年岁使理性达于完全之时起,我们才承认其誓愿有效。因为在此类事上绝不应将孩童之言视为具有约束力;唯有年逾十六或十七岁、能够主宰自身思虑之人,在经过更充分的审查后依然坚持、且以祈求恳请被接纳者,届时方可将她列入处女行列,确认此等人员之誓愿,并对其毁约施以不可通融之惩治。因为许多人在未及适龄之时,便被父母、兄弟或某些亲属引来,她们并非出于本心走向独身,而是其家人在为自身谋划某种世俗利益;在明确探明她们自身意愿之前,绝不可轻率予以接纳。
- 199τοῦτο μὲν ... τοῦτο δέ
中性单数宾格 τοῦτο 的副词性宾格呼应结构(τοῦτο μέν ... τοῦτο δέ),意为“一方面……另一方面……”,引出信件迟延的两个并列原因(疾病与使者匮乏)。
- 199τὴν τοῦ διδάσκειν τάξιν πεπιστευμένος
被动分词(πεπιστευμένος)所带的保留宾格(τὴν ... τάξιν)。主动语态下 πιστεύω 支配人的与格和事物的宾格(πιστεύω τινί τι);转为被动语态后,人作主语,事物的宾格得以保留。
- 199ἀλλὰ τὴν ὑπὲρ τὰ δέκα ἓξ ἢ δέκα καὶ ἑπτὰ γενομένην ἔτη, κυρίαν οὖσαν τῶν λογισμῶν, ἀνακριθεῖσαν ἐπὶ πλεῖον εἶτα παραμείνασαν, καὶ λιπαροῦσαν διὰ ἱκεσιῶν πρὸς τὸ παραδεχθῆναι, τότε ἐγκαταλέγεσθαι χρὴ ταῖς παρθένοις
由非人称动词 χρή 所统辖的带不定式宾格构式(A.c.I.)。被动不定式 ἐγκαταλέγεσθαι 的逻辑主语为宾格短语 τὴν ... γενομένην(年逾十六或十七岁者),其后连续插入了修饰性的分词短语(οὖσαν, ἀνακριθεῖσαν, παραμείνασαν, λιπαροῦσαν),导致主语与不定式之间产生较长距离的隔开。
