← 该撒利亚的巴西流

书信集

§198

致尤西比乌:解释通信延误与自陈病情

巴西尔向尤西比乌解释了因严冬及教士不惯远行导致信件延误的原因,说明了派遣使者一事,并陈述了自己病危的境况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§198

Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων. Μετὰ τὴν ἐπιστολήν, τὴν διὰ τῶν ὀφφικιαλίων κομισθεῖσαν ἡμῖν, μίαν ἄλλην ἐδεξάμην μετὰ ταῦτα πρὸς ἡμᾶς ἀποσταλεῖσαν. αὐτοὶ δὲ ἐπεστείλαμεν, οὐ πολλὰς μέν, διὰ τὸ μηδὲ ἐπιτυχεῖν τῶν πρὸς ὑμᾶς ἀφικνουμένων, πλὴν πλείους τῶν τεσσάρων, ἐν αἷς καὶ τὰς ἀπὸ Σαμοσάτων κομισθείσας ἡμῖν ἐπὶ τοῖς πρώτοις γράμμασι τῆς σῆς θεοσεβείας ἐσφραγισμένας διεπεμψάμεθα τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Λεοντίῳ τῷ ἐξισωτῇ τῆς Νικαίας, παρακαλέσαντες δι’ ἐκείνου τῷ φροντίζοντι τῆς οἰκίας τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Σωφρονίου ἀποκομισθῆναι, ὥστε ἐκεῖνον ἐπιμεληθῆναι τῆς πρὸς ὑμᾶς διακομιδῆς. ἐπεὶ οὖν πολλὰς διαβαίνουσι χεῖρας αἱ ἐπιστολαί, εἰκὸς τὴν παρὰ ἕνα ἀσχολίαν ἢ ῥᾳθυμίαν αἰτίαν γενέσθαι τοῦ μὴ ὑποδέχεσθαι τὴν σὴν εὐλάβειαν. ὥστε συγγνώμην ἔχε, παρακαλοῦμεν, τῇ σπάνει τῶν γραμμάτων. Τὸ δέ, ὅτι ἀποστεῖλαί τινα δέον1 ἐξ ἡμῶν αὐτῶν, οὐκ ἐποιήσαμεν τοῦτο, αὐτὸς μὲν τῇ σεαυτοῦ συνέσει ὀρθῶς ἐπεζήτησας καὶ καθήψω ἡμῶν· γίνωσκε δὲ τὸν παρʼ ἡμῖν χειμῶνα τοσοῦτον γεγενῆσθαι, ὥστε πάσας μὲν ὁδοὺς ἐγκλεισθῆναι μέχρι τῶν ἡμερῶν τοῦ Πάσχα, μηδένα δὲ ἡμᾶς ἔχειν τὸν εὐθαρσῶς πρὸς τὰ τῆς ὁδοῦ δυσχερῆ διακείμενον. καὶ γάρ, εἰ καὶ πολυάνθρωπόν πως εἶναι δοκεῖ τὸ ἱερατεῖον ἡμῶν, ἀλλὰ ἀνθρώπων ἀμελετήτως ἐχόντων2 πρὸς τὰς ὁδοιπορίας, διὰ τὸ μήτε ἐμπορεύεσθαι μήτε τὴν ἔξω διατριβὴν αἱρεῖσθαι, τὰς δὲ ἑδραίας τῶν τεχνῶν μεταχειρίζεσθαι τοὺς πολλούς, ἐκεῖθεν ἔχοντας τὴν ἀφορμὴν τοῦ ἐφημέρου βίου. αὐτίκα καὶ τὸν ἀδελφὸν τοῦτον, ὃν νῦν ἀπεστείλαμεν πρὸς τὴν εὐλάβειάν σου· ἐκ τῆς χώρας μεταστειλάμενοι, ἐχρησάμεθα αὐτῷ διακόνῳ τῶν πρὸς τὴν σὴν ὁσιότητα γραμμάτων, ἵνα καὶ τὰ ἡμέτερα σαφῶς διαγγείλῃ, καὶ τὰ αὐτόθεν ἡμῖν ἐναργῶς καὶ ταχέως τῇ τοῦ Θεοῦ χάριτι διακομίσῃ. καὶ τὸν ποθεινότατον ἀδελφὸν Εὐσέβιον τὸν ἀναγνώστην πάλαι ἐπειγόμενον πρὸς τὴν σὴν θεοσέβειαν ἐπέσχομεν, τὸ τῶν ἀέρων εὐκραὲς ἀναμένοντες. καὶ νῦν μέντοι ἐν φροντίδι οὐ τῇ τυχούσῃ εἰμί, μήποτε αὐτῷ τὸ περὶ τὰς ὁδοιπορίας ἄηθες ξενισμὸν ἐμποιήσῃ, καὶ ἀρρωστίας αἰτίαν παράσχῃ τῷ σώματι εὐαφόρμως ἔχοντι πρὸς τὴν ἀσθένειαν. Τὰ μέντοι καινοτομηθέντα περὶ τὴν ἀνατολὴν περιττὸν ἡμᾶς ἐστι διὰ γραμμάτων σημαίνειν. αὐτῶν τῶν ἀδελφῶν ἀκριβῶς δυναμένων ἀφʼ ἑαυτῶν διαγγεῖλαι. γίνωσκε δέ, τιμιωτάτη μοι κεφαλή, ὅτι ἡνίκα ταῦτα ἐπέστελλον, οὕτω διεκείμην φαύλως, ὥστε πάσας με λοιπὸν τοῦ ζῇν τὰς ἐλπίδας ἐπιλελοιπέναι.3 καὶ γὰρ οὐδὲ ἐξαριθμήσασθαι δυνατὸν τῶν ἐπιγινομένων μοι συμπτωμάτων τὸ πλῆθος, καὶ τὴν ἀσθένειαν, καὶ τὸ μέγεθος τῶν πυρετῶν, καὶ τὴν κακοήθειαν ὁποῖα· πλὴν ὅτι ἐκ πάντων ἓν τὸ συναγόμενον, πληρῶσαι ἡμᾶς λοιπὸν τὸν χρόνον τῆς παροικίας τοῦ δυστήνου τούτου καὶ ὀδυνηροῦ βίου.

致萨摩萨塔主教尤西比乌: 在官差带给我们的书信之后,我随后又收到了一封寄给我们的信。我们自己也寄出了信件,虽说不多,因为我们甚至未能碰上去往您那里的行旅之人,但也在四封以上;在这些信中,连同因您敬虔之身的初次来信而从萨摩萨塔带给我们的信件,我们都在原样封存的情况下转交给了极为尊敬的弟兄、尼西亚的赋税评定官莱昂提乌斯,恳请通过他转交给极为尊敬的弟兄索弗罗尼乌斯的管家,以便后者照管送往您那里的递送事宜。既然书信要经过多人之手,那么某一个人的忙乱或怠惰,很可能成了您敬虔之身未能收到信件的原因。因此,对于信件的稀少,我们恳请您予以谅解。 至于应当从我们自己人当中派人前往而我们未曾照做一事,您依着自己的明睿正当地作了质询并责备了我们;但请知悉,我们此地的严冬使得一切道路在复活节之前尽行封闭,以致我们没有任何一人能够勇敢地去面对旅途的艰难。因为,纵使我们的圣职班子看似人数众多,但由于既不从事经商,也不选择旅居在外,大多人操持定居性的手工行当并以此作为维持日常生计的来源,因而在远行上全无操练。就拿我们如今差往您敬虔之身处的这位弟兄来说,我们也是从乡间召来,用他作为递送给您圣洁之身之书信的使者,好使他既能清楚禀报我们的境况,又能借着神的恩典,将那里的消息清晰而迅速地传达给我们。此外,我们极为思慕的弟兄、诵经士尤西比乌久已切盼奔赴您敬虔之身那里,我们亦因等待天气回暖而将他留住。即便在当下,我亦怀有绝非寻常的挂虑,唯恐旅途的生疏会使他感到不适,并给这具极易患病的肉身造成致病的由端。 不过,关于东方所发生的新变故,由我们在书信中说明实属多余,因为弟兄们自己便能准确地亲自禀报。然而,我最尊贵的朋友,请知悉,当我书写这封信时,我的身体状况极其恶劣,以致我苟延残喘的全部希望都已断绝。因为接连临到我身上的病症数量、衰弱、高烧的炽烈以及恶疾的凶险,实非言语所能尽数;唯独从中得出的唯一结论是:我们在这凄苦而疼痛的生命中的寄居之期如今行将满了。

语法注3 条
  1. 198ἀποστεῖλαί τινα δέον

    δέον 是非人称动词 δεῖ 的现在分词中性单数宾格,在此构成绝对宾格(accusative absolute)结构,表示让步或未履行的义务:“本应当派遣某人”。

  2. 198ἀλλὰ ἀνθρώπων ἀμελετήτως ἐχόντων

    紧接前文 εἰ καὶ πολυάνθρωπόν πως εἶναι δοκεῖ τὸ ἱερατεῖον ἡμῶν,连词 ἀλλά 之后的属格短语 ἀνθρώπων ἀμελετήτως ἐχόντων 作为表构成的属格(genitive of material/composition),在省略了主语 τὸ ἱερατεῖον 与系动词 [ἐστι] 的情况下,略带破格语法(anacoluthon)色彩地说明了教士团体的构成特征。

  3. 198ὥστε πάσας με λοιπὸν τοῦ ζῇν τὰς ἐλπίδας ἐπιλελοιπέναι

    在由 ὥστε 引导的结果从句中,完成时不定词 ἐπιλελοιπέναι 以宾格代词 με 为宾语,以 πάσας τὰς ἐλπίδας τοῦ ζῇν 为主语宾格。动词 ἐπιλείπω 的惯用法是由事物/希望作主语,以人作宾格,意为“(希望等)离弃某人/告罄”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:198