- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:197
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔向升任米兰主教的安布罗修致以祝贺与勉励,并详细通报已故狄奥尼修斯主教遗骸安全、确凿移交的经过,力保其真实性。
Ἀμβροσίῳ, ἐπισκόπῳ Μεδιολάνων. Μεγάλαι ἀεὶ καὶ πολλαὶ τοῦ Δεσπότου ἡμῶν αἱ δωρεαί, καὶ οὔτε τὸ μέγεθος αὐτῶν μετρητόν, οὔτε τὸ πλῆθος ἀριθμητόν. μία δὲ τῶν μεγίστων δωρεῶν ἐστι τοῖς εὐαισθήτως δεχομένοις τὰς χάριτας καὶ ἡ παροῦσα αὕτη, ὅτι πλεῖστον ἡμᾶς τῇ θέσει τοῦ τόπου διῃρημένους ἔδωκεν ἀλλήλοις συνάπτεσθαι1 διὰ τῆς ἐν τοῖς γράμμασι προσφωνήσεως. καὶ γνώσεως τρόπον διττὸν ἡμῖν ἐχαρίσατο· ἕνα μὲν διὰ τῆς συντυχίας, ἕτερον δὲ τὸν διὰ τῆς τοῦ γράμματος ὁμιλίας. ἐπεὶ οὖν ἐγνωρίσαμέν σε δι’ ὧν ἐφθέγξω, καὶ ἐγνωρίσαμεν, οὐ τὸν σωματικὸν χαρακτῆρα ταῖς μνήμαις ἡμῶν ἐντυπωσάμενοι, ἀλλὰ τοῦ ἔσω ἀνθρώπου τὸ κάλλος τῇ ποικιλίᾳ τῶν λόγων καταμαθόντες, ὅτι ἕκαστος ἡμῶν ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ, ἐδοξάσαμεν τὸν Θεὸν ἡμῶν, τὸν καθʼ ἑκάστην γενεὰν ἐκλεγόμενον τοὺς αὐτῷ εὐαρεστοῦντας· ὃς πρότερον μὲν ἐκ τῶν ποιμνίων τῶν προβάτων ἤγειρεν ἄρχοντα τῷ λαῷ αὐτοῦ· καὶ τὸν Ἀμῶς ἐκ τοῦ αἰπολίου ἐνδυναμώσας διὰ τοῦ Πνεύματος ὕψωσεν εἰς προφήτην· νῦν δὲ ἄνδρα ἐκ τῆς βασιλευούσης πόλεως, ἀρχὴν ὅλου ἔθνους πεπιστευμένον, ὑψηλὸν τῷ φρονήματι, γένους λαμπρότητι, περιφανείᾳ βίου, λόγων δυνάμει, πᾶσι τοῖς κατὰ τὸν βίον περίβλεπτον, εἵλκυσεν εἰς τὴν τῶν ποιμνίων τοῦ Χριστοῦ ἐπιμέλειαν· ὃς πάντα ῥίψας τὰ τοῦ βίου πλεονεκτήματα καὶ ἡγησάμενος αὐτὰ ζημίαν ἵνα Χριστὸν κερδήσῃ, τοὺς οἴακας δέξασθαι ἐπετράπη2 τῆς μεγάλης καὶ περιβοήτου νηὸς ἐπὶ τῇ εἰς Θεὸν πίστει, τοῦ Χριστοῦ Ἐκκλησίας. ἄγε τοίνυν, ὦ Θεοῦ ἄνθρωπε, ἐπειδὴ οὐ παρʼ ἀνθρώπων παρέλαβες ἢ ἐδιδάχθης τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλʼ αὐτός σε ὁ Κύριος ἀπὸ τῶν κριτῶν τῆς γῆς ἐπὶ τὴν καθέδραν τῶν ἀποστόλων μετέθηκεν, ἀγωνίζου τὸν καλὸν ἀγῶνα, διόρθωσαι τὰ ἀρρωστήματα τοῦ λαοῦ, εἴ τινος ἄρα τὸ πάθος τῆς Ἀρειανῆς μανίας ἥψατο· ἀνανέωσαι τὰ ἀρχαῖα τῶν πατέρων ἴχνη, καὶ τῆς πρὸς ἡμᾶς ἀγάπης ὃν κατεβάλου θεμέλιον ἐποικοδομεῖν σπούδαζε τῇ συνεχείᾳ τῶν προσρήσεων. οὕτω γὰρ δυνησόμεθα ἐγγὺς ἀλλήλων εἶναι τῷ πνεύματι, εἰ καὶ τῇ οἰκήσει τῇ ἐπὶ τῆς γῆς παμπληθὲς ἀπῳκίσμεθα. Ἡ δὲ περὶ τὸν μακαριώτατον Διονύσιον τὸν ἐπίσκοπον φιλοτιμία σου καὶ σπουδὴ πᾶσάν σοι μαρτυρεῖ ἀγάπην πρὸς τὸν Κύριον, τιμὴν εἰς τοὺς προλαβόντας, σπουδὴν περὶ τὴν πίστιν. ἡ γὰρ πρὸς τοὺς εὔνους τῶν ὁμοδούλων διάθεσις τὴν ἀναφορὰν ἐπὶ τὸν Δεσπότην ἔχει, ᾧ δεδουλεύκασι· καὶ ὁ τοὺς διὰ πίστιν ἠθληκότας τιμῶν δῆλός ἐστι τὸν ἴσον ζῆλον ἔχων τῆς πίστεως, ὥστε μία αὕτη πρᾶξις πολλῆς ἀρετῆς ἔχει τὴν μαρτυρίαν. γνωρίζομεν δέ σου τῇ ἐν Χριστῷ ἀγάπῃ, ὅτι οἱ σπουδαιότατοι ἀδελφοί, οἱ παρὰ τῆς εὐλαβείας σου εἰς τὴν τοῦ ἀγαθοῦ ἔργου διακονίαν προτιμηθέντες, πρῶτον μὲν παντὶ τῷ κλήρῳ ἔπαινον ἤνεγκαν διὰ τῆς ἐμμελείας τῶν τρόπων· ἐν γὰρ τῇ καθʼ ἑαυτοὺς εὐσχημοσύνῃ τὸ κοινὸν πάντων εὐσταθὲς κατεμήνυον· ἔπειτα πάσῃ σπουδῇ καὶ ἐμμελείᾳ χρησάμενοι, κατετόλμησαν μὲν χειμῶνος ἀβάτου, ἔπεισαν δὲ μετὰ πάσης εὐτονίας τοὺς πιστοὺς φύλακας τοῦ μακαρίου σώματος τὰ φυλακτήρια τῆς ἑαυτῶν ζωῆς παραχωρῆσαι τούτοις. καὶ γίνωσκε ὅτι οὔτε ἀρχαὶ οὔτε δυναστεῖαι ἀνθρώπων ἐξίσχυσαν ἄν ποτε βιάσασθαι τοὺς ἀνθρώπους ἐκείνους, εἰ μὴ τὸ εὔτονον τῆς προαιρέσεως τῶν ἀδελφῶν τούτων ἐξεδυσώπησεν αὐτοὺς πρὸς τὴν συγχώρησιν.3 συνήργησε δὲ μάλιστα πρὸς τὸ καταπραχθῆναι τὰ σπουδαζόμενα καὶ ἡ παρουσία τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου υἱοῦ ἡμῶν Θηρασίου τοῦ συμπρεσβυτέρου, ὃς αὐθαιρέτως τὸν κόπον τῆς ὁδοιπορίας ὑποδεξάμενος, ἔπαυσε μὲν τὸ σφοδρὸν τῆς ὁρμῆς τῶν ἐκεῖ πιστῶν, λόγῳ δὲ συμπείσας τοὺς ἀντεχομένους, ἐπὶ πρεσβυτέρων καὶ διακόνων καὶ ἄλλων πολλῶν τῶν φοβουμένων τὸν Κύριον μετὰ τῆς πρεπούσης εὐλαβείας ἀνελόμενος τὰ λείψανα, συνδιέσωσε τοῖς ἀδελφοῖς· ἃ μετὰ τοσαύτης χαρᾶς ὑποδέξασθε, μεθʼ ὅσης λύπης προέπεμψαν οἱ φυλάσσοντες. μηδεὶς διακρινέσθω· μηδεὶς ἀμφιβαλλέτω· οὗτός ἐστιν ἐκεῖνος ὁ ἀήττητος ἀθλητής. ταῦτα γνωρίζει τὰ ὀστᾶ ὁ Κύριος, τὰ συνδιαθλήσαντα τῇ μακαρίᾳ ψυχῇ. ταῦτα μετʼ αὐτῆς στεφανώσει ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ κατὰ τὸ γεγραμμένον· ὅτι δεῖ ἡμᾶς παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξε διὰ τοῦ σώματος.4 μία λάρναξ ἦν ἡ ὑποδεξαμένη τὸ τίμιον ἐκεῖνο σῶμα· οὐδεὶς ὁ πλησίον αὐτοῦ κατακείμενος· ἐπίσημος ἡ ταφή· μάρτυρος ἡ τιμή. Χριστιανοὶ οἱ ξενίσαντες καὶ ταῖς ἰδίαις χερσὶ κατέθεντο τότε, καὶ ἀνείλοντο νῦν. οὗτοι ἔκλαυσαν μὲν ὡς πατέρος καὶ προστάτου στερούμενοι· προέπεμψαν δέ, τὴν ὑμετέραν χαρὰν τῆς ἰδίας παρακλήσεως προτιμοτέραν θέμενοι. οἱ παραδόντες τοίνυν εὐλαβεῖς· οἱ ὑποδεξάμενοι ἀκριβεῖς. οὐδαμοῦ ψεῦδος, οὐδαμοῦ δόλος· μαρτυροῦμεν ἡμεῖς· ἀσυκοφάντητος ἔστω παρʼ ὑμῶν ἡ ἀλήθεια.
致米兰主教安布罗修: 我们之主宰的恩赐历来广大而繁多,其宏大不可测度,其数量不可胜数。而在善于体会恩典之人看来,这当前的恩赐亦是至大者之一:即在地理空间上将我们悬隔极远的主,竟赐予我们借着书信中的致辞而彼此相连。祂更赐予我们双重的相知方式:其一借由当面相会,其二则借由书信的交谈。既然我们借着您所发出的言辞认识了您——这种认识并非将肉身的容貌铭刻于我们的记忆中,乃是在文辞的丰富多彩中领会了内在之人的美好,因为我们每个人都是出于心里所充满的而说——我们便赞美了我们的神,祂在每个世代都选拔蒙祂喜悦之人。祂早先从羊群中为祂的百姓兴起领袖,又从山羊群中藉着圣灵加力量给阿摩司,擢升他为先知;而如今,祂将一位来自帝都、受托掌管整个族群、意气高远、门第显赫、生平卓越、长于辞令、在世事上备受众人瞩目的人物,招引至牧养基督羊群的职分中;此人抛弃了尘世的一切优越,并将之视作亏损,为要得着基督,因而受托在对神的信仰上执掌基督教会这艘宏大而驰名的巨舰之舵。来吧,属神的人哪,既然您不是从人领受或被教导基督的福音,而是主亲自将您从世上的法官之职移置到使徒的席位上,就当打那美好的仗,匡正百姓的疾患——若有谁染上了阿里乌狂热的苦害;重寻教父们的古昔足迹,并借着书信往来的不绝,切望在您向着我们所奠定的爱之根基上继续建造。因为如此,纵使我们在地上的居所相距甚远,在心灵中我们亦能彼此临近。 再者,您对至福的主教狄奥尼修的崇敬与热忱,为您向着主的一切爱意、对先辈的尊敬、对信仰的热忱作了明证。因为对同为仆役而忠信之人的情感,其归宿乃在他们所事奉的主宰身上;而尊崇因信仰而奋战之人者,显然对信仰怀有同等的热忱,因此这一单一的善举便蕴含着诸多美德的见证。我们谨向您在基督里的爱德告知:为您敬虔之身所遴选以承担此项善工职事的极为殷勤的弟兄们,首先以其举止的得体为全体教士赢得了赞誉,因为他们在自身的端庄中彰显了众人共同的沉稳品格;继而,他们尽心竭力,无惧险阻难行的冬日,以极大的坚韧说服了那位至福者遗骸的忠诚卫士,使之将自身生命的护符让与他们。请知悉,若非这些弟兄们坚定的志向以恳求化解了他们的心意并获得准许,世人的任何长官或权势都绝不能强迫那些人。此外,我们极受思慕且极为敬虔的爱子、同工长老特拉修斯的莅临,亦极大地襄助了所期盼之事的促成;他自愿承担跋涉之苦,平息了当地信徒的激烈冲动,以言辞劝服了坚守不让者,并在长老、执事以及其他众多敬畏主之人面前,以应有的虔敬起出遗骸,与弟兄们一同安全护送。守卫者是以何等巨大的悲痛将其送出,愿你们就以何等巨大的喜悦予以接纳。任何人切勿生疑,任何人切勿犹疑,这正是那位不可战胜的勇士。主认得这些骨头,它们曾与那至福的灵魂一同历经奋战。在祂公义报应的日子,主必将照着经上所记使它们与灵魂一同蒙受冠冕:“我们必须站在基督的审判台前,使各人按着肉身所行的受报。”曾接纳那尊贵遗骸的石棺仅有一具,身旁别无卧者,安葬清晰可辨,尊荣乃殉道者的尊荣。当初予以款待并亲手将其安葬的是基督徒,如今起出遗骸的亦是基督徒。他们哀哭,宛如失去了父亲与保护者;但他们将你们的喜乐置于自身的安慰之上,因而将其送出。故而,移交者是敬虔的,接收者是审慎的。绝无虚假,绝无诡诈,我们亲自作证;愿真理在你们中间不受任何诋毁。
- 197ὅτι πλεῖστον ἡμᾶς τῇ θέσει τοῦ τόπου διῃρημένους ἔδωκεν ἀλλήλοις συνάπτεσθαι
连词 ὅτι 引导一个同位语性/解释性名词分句,具体阐述前文 μία τῶν μεγίστων δωρεῶν... καὶ ἡ παροῦσα αὕτη(“这当前的恩赐亦是至大者之一”)的实质内容。虽然语法上亦可理解为原因从句(“因为……”),但鉴于指示代词 αὕτη 的具体所指正是在此从句中给出,作解释性同位语更为自然。
- 197τοὺς οἴακας δέξασθαι ἐπετράπη
动词 ἐπιτρέπω(托付、准许)的被动语态不定过去时直陈式 ἐπετράπη 支配不定式 δέξασθαι。主动语态中为 ἐπιτρέπω τινί τι(托付某人某事);在被动句中,受托人(即关系代词 ὃς 所指代的安布罗修)成为主语,表达“他受命/被委以执掌舵轮之责”。
- 197εἰ μὴ τὸ εὔτονον τῆς προαιρέσεως τῶν ἀδελφῶν τούτων ἐξεδυσώπησεν αὐτοὺς πρὸς τὴν συγχώρησιν
此条件从句呼应前文带 ἄν 的虚拟结论(归结从句)οὔτε ἀρχαὶ οὔτε δυναστεῖαι ἀνθρώπων ἐξίσχυσαν ἄν ποτε βιάσασθαι(“世人的任何长官或权势都绝不能强迫……”)。εἰ μή 配合直陈式不定过去时 ἐξεδυσώπησεν 构成与过去事实相反的非真实条件句,意即“若非这些弟兄们坚定的志向以恳求化解了他们的心意……”。
- 197ἵνα κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξε διὰ τοῦ σώματος
引用并化用了《哥林多后书》5:10的经文。介词短语 πρὸς ἃ 属于省略先行词的复合关系词结构(相当于 πρὸς ταῦτα ἅ,“按照其所行之诸事”),意即“使各人按着肉身所行的受报”。
