- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:193-196
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者向医生墨勒提乌斯陈述其沉疴与闭门休养的处境,劝勉佐伊卢斯抛开过度的谦逊继续致信,请求偏远地科罗尼亚的主教欧弗罗尼乌斯为苦难消减及流放主教的归来代祷,并赞许阿布尔吉乌斯在军政事务上的勤勉,盼其在自己尚存人世时归乡相见。
Μελετίῳ ἀρχιάτρῳ. Ἡμῖν οὐδʼ ὅσον ταῖς γεράνοις ὑπάρχει τὰ δυσχερῆ τοῦ χειμῶνος διαφυγεῖν, ἀλλʼ ἕνεκα μὲν τοῦ προϊδέσθαι τὸ μέλλον οὐδὲν ἴσως τῶν γεράνων χείρους ἐσμέν· τῷ δὲ κατὰ τὸν βίον αὐτεξουσίῳ τοσούτον τῶν ὀρνίθων ἀπολιμπανόμεθα, ὅσον καὶ τοῦ πέτεσθαι δύνασθαι, μικροῦ δεῖν.1 πρῶτον μὲν γάρ με ἀσχολίαι τινὲς τῶν κατὰ τὸν βίον πραγμάτων ἐπέσχον· ἔπειτα δὲ πυρετοὶ συνεχεῖς καὶ λάβροι οὕτω μου τὸ σῶμα κατεδαπάνησαν, ὥστε ἐφάνη τι καὶ ἐμοῦ λεπτότερον, αὐτὸς ἐγὼ ἐμαυτοῦ·2 εἶτα τεταρταίων προσβολαὶ πρὸς πλεῖον ἢ εἴκοσι διαρκέσασαι κύκλους. νυνὶ δὲ ὅτε δοκῶ τῶν πυρετῶν ἀπηλλάχθαι, οὕτως ὑπὸ τῆς ἀδυναμίας διάκειμαι, ὥστε μηδὲν ἐν τούτῳ ἀποδεῖν ἀραχνίου. ὅθεν μοι πᾶσα μὲν ὁδὸς ἄβατος, πᾶσα δὲ πνεύματος προσβολὴ πλείονα φέρει τὸν κίνδυνον ἢ αἱ τρικυμίαι τοῖς πλέουσιν. ἀνάγκη τοίνυν ὑπὸ δωματίῳ κεκρύφθαι, καὶ ἀναμένειν τὸ ἔαρ, ἐάνπερ διαρκέσαι πρὸς αὐτὸ δυνηθῶμεν, ἀλλὰ μὴ προδιαμάρτοιμεν ὑπὸ τοῦ κακοῦ τοῦ τοῖς σπλάγχνοις ἐνιδρυμένου. ἐὰν δὲ διασώσῃ ἡμᾶς ὁ Κύριος τῇ μεγάλῃ αὐτοῦ χειρί, ἀσμενέστατα μὲν τὴν ἐσχατιὰν ὑμῶν καταληψόμεθα, ἀσμενέστατα δὲ σὲ τὴν φίλην ἡμῖν κεφαλὴν περιπτυξόμεθα. μόνου εὔχου πρὸς τὸ συμφέρον τῇ ψυχῇ τὴν ζωὴν ἡμῶν οἰκονομεῖσθαι.
致首席医官墨勒提乌斯: 我们甚至连鹤鸟躲避严冬困顿的境遇都不具备;然而,就预见未来而言,我们或许并不逊色于鹤鸟;可是在生活中的自主行动方面,我们落后于鸟类的程度,几乎等同于能否飞翔之别。因为首先是生活事务中的某些劳碌羁绊了我;接着是连绵而炽烈的发烧极大地销蚀了我的身体,以至于显出比我还要瘦弱的形态——正是我比起从前的我自己;继而是四日热的侵袭持续了二十多个周期。而如今,虽然看似摆脱了发烧,但在虚弱之下我所处的状况,在此点上与蛛丝并无分别。因此对我而言,一切道路皆不可通行,每一次风气的吹袭所带来的危险,更甚于巨浪之于航海者。所以,我们只得深居户内以待春日,如果我们尚能支撑到那时,而不致事先在植根于内脏的恶疾之下丧命。然而,倘若主以祂大能的手救拔我们,我们定当满心欣悦地前往您所在的边远之地,满心欣悦地拥抱您这位我们所挚爱的头领。只求您祈愿我们的生命能得蒙安排,以有益于灵魂。
Ζωΐλῳ. Οἷα ποιεῖς, ὦ θαυμάσιε, προλαμβάνων ἡμᾶς εἰς τὸ τῆς ταπεινώσεως μέτρον; ὅς γε τοιοῦτος ὢν τὴν παίδευσιν, καὶ οὕτως εἰδὼς ἐπιστέλλειν, ὡς δηλοῖ τὰ γράμματα, ὅμως ἀξιοῖς ὡς ἐπὶ τολμηροτέρᾳ τινὶ ἐγχειρήσει καὶ ὑπερβαινούσῃ σου τὴν ἀξίαν, συγγνώμης παρʼ ἡμῶν τυγχάνειν. ἀλλὰ τῆς εἰρωνείας ταύτης ἀφέμενος, ἐπίστελλε ὑμῖν διὰ πάσης προφάσεως. εἴτε γὰρ ἡμῖν λόγων μέτεστιν, ἥδιστα λογίου ἀνδρὸς γράμμασιν ἐντευξόμεθα· εἴτε καὶ τὸ τῆς ἀγάπης καλὸν ὅσον ἐστὶ παρὰ τῆς Γραφῆς πεπαιδεύμεθα, τοῦ παντὸς ἀξίαν τιθέμεθα ἀνδρὸς ἀγαπῶντος ἡμᾶς ὁμιλίαν. εἴη δέ σε γράφειν3 ἃ εὐχόμεθά σοι ἀγαθά, ὑγείαν σώματος καὶ εὐθηνίαν οἴκου παντός. Τὰ δὲ ἡμέτερα μηδὲν ἀνεκτότερα γίνωσκε τῆς συνηθείας εἶναι. ἀρκεῖ δὲ τοσοῦτον εἰπεῖν, καὶ ἐνδείξασθαί σοι τοῦ σώματος ἡμῶν τὴν ἀσθένειαν. τὴν γὰρ νῦν κατέχουσαν ἡμᾶς εἰς τὸ ἀρρωστεῖν ὑπερβολήν, οὔτε λόγῳ ἐνδείξασθαι ῥᾷδιον, οὔτε ἔργῳ πεισθῆναι, εἴπερ ἐκείνων, ὧν αὐτὸς ᾔδεις, εὑρέθη τι πλεῖον παρʼ ἡμῖν εἰς ἀρρωστίαν. Θεοῦ δὲ τοῦ ἀγαθοῦ ἔργον δοῦναι ἡμῖν δύναμιν, πρὸς τὸ ἐν ὑπομονῇ φέρειν τὰς ἐπὶ συμφέροντι ἡμῖν ἐπαγομένας εἰς τὸ σῶμα πληγὰς παρὰ τοῦ εὐεργετοῦντος ἡμᾶς Κυρίου.
致佐伊卢斯: 令人赞叹的人啊,您在谦卑的分量上抢先于我们,这是何等的事!因您既具有如此的学养,又如此深谙书信之道——正如您的来信所表明的那样——却仍旧以为应当因某种似乎过于大胆、且超逾您身份的尝试而蒙我们宽恕。然而,请放下这种反诘(谦辞),借着一切由头向我们致信吧。因为倘若我们通晓文辞,便当以极大的喜悦拜读一位博学之士的书信;倘若我们亦从圣经中领会了爱德之善是何等宏大,便当将一位爱我们之人的交谈视作值得万分珍视之事。愿您所寄语的,正是我们为您祈求的福善:身体康健以及全家的富足殷实。 至于我们自身的景况,请知悉绝不比往常更易忍受。若要向您表明我们身体的虚弱,只说这些便已足够。因为如今缠绕我们以致病弱的极度状况,既非言语所易表述,亦非眼见所易置信——假若在我们身上竟发现比您自身素知的病况更为沉重的情形。然而,赐给我们力量,使我们能以坚忍承受施恩于我们的主为着我们的益处而降于肉体的打击,乃是良善之神的工作。
Εὐφρονίῳ, ἐπισκόπῳ Κολωνείας Ἀρμενίας. Διὰ τὸ μακρὰν ἀπῳκίσθαι τῶν ὁδευομένων τοπων τὴν Κολώνειαν, ἣν ὁ Κύριος ἔδωκεν ὑπὸ σοὶ διιθύνεσθαι, πολλάκις κἂν τοῖς ἄλλοις ἀδελφοῖς ἐπιστέλλωμεν τοῖς κατὰ τὴν μικρὰν Ἀρμενίαν, ὀκνηρῶς πέμπομεν γράμματα πρὸς τὴν εὐλάβειάν σου, μηδένα ἐλπίζοντες εἶναι τὸν μέχρις ἐκείνων διακομίζοντα. ἀλλὰ νῦν ἢ αὐτόν σε παρέσεσθαι προσδοκῶντες, ἢ διαπεμφθήσεσθαι τὴν ἐπιστολὴν παρὰ τῶν ἐπισκόπων οἷς ἐπεστείλαμεν, καὶ γράφομεν τῇ εὐλαβείᾳ σου, καὶ προσαγορεύομέν σε διὰ τοῦ γράμματος, ὁμοῦ μὲν σημαίνοντες ὅτι δοκοῦμεν ἔτι εἶναι ὑπὲρ τῆς γῆς, ὁμοῦ δὲ παρακαλοῦντες προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ἐλαττώσῃ τὰς θλίψεις, καὶ τὸ πολὺ τοῦτο βάρος τῆς ὀδύνης τῆς νῦν ἐπικειμένης ταῖς καρδίαις ἡμῶν, οἷόν τι νέφος, ἀφʼ ἡμῶν ἀπαγάγῃ. ἔσται δὲ τοῦτο ἐὰν ταχεῖαν δῷ τὴν ἐπάνοδον τοῖς θεοφιλεστάτοις ἐπισκόποις, οἳ νῦν εἰσιν ἐν τῇ διασπορᾷ, δίκας διδόντες ὑπὲρ τῆς εὐσεβείας.
致亚美尼亚科罗尼亚主教欧弗罗尼乌斯: 因主托付于您治下的科罗尼亚远离通衢之地,故而纵使我们常常致信小亚美尼亚的其他弟兄,在给您敬虔之身寄信时亦常怀犹豫,深料无人能将书信递送至彼处。然而如今,我们或是期盼您亲自莅临,或是期盼书信能由我们致信的众位主教转交,因而写信给您敬虔之身,并通过书信向您致安;一面表明我们似乎仍存留于人世,一面敦请您为我们代祷,求主减轻患难,并将如今宛如云翳般压在心头的这沉重痛苦之巨石自我们身上挪开。倘若祂赐予那些如今散居各地、因虔敬而受苦的极蒙神所爱的主教们迅速返回的恩典,此事便将成全。
Ἀβουργίῳ. Διάττειν σε ὡς τοὺς ἀστέρας, ἄλλοτε κατʼ ἄλλο μέρος τῆς βαρβαρικῆς ἀνίσχοντα, νῦν μὲν σιτηρέσια στρατιωτικὰ παρέχοντα, νῦν δὲ βασιλεῖ φαινόμενον μετὰ λαμπροῦ τοῦ σχήματος, ἡ τῶν ἀγαθῶν ἄγγελος φήμη ἀγγέλλουσα ἡμῖν οὐ διαλείπει. εὐχόμεθα δὲ τῷ Θεῷ, κατὰ λόγον σοι προϊοῦσαν τὴν ἐπιχείρησιν, ἐπὶ μέγα σε προσελθεῖν, καὶ φανῆναί ποτε τῇ πατρίδι. ἕως ἐσμὲν ὑπὲρ γῆς καὶ τὸν ἀέρα τοῦτον ἀνέλκομεν.4 τοσοῦτον γὰρ μέτεστιν ἡμῖν τοῦ βίου, ὅσον ἀναπνεῖν μόνον.
致阿布尔吉乌斯: 报喜的传闻未曾停歇地向我们通报:您宛如群星般穿梭疾行,时而升起在异邦之地的这一处,时而升起在那一处;时而供给军粮,时而以华美的风采觐见皇帝。我们向神祈求,愿您的功业依循正途推进,使您登临崇高的地位,并在我们尚在世间、仍吞吐此气之时,有朝一日显现在故乡。因为我们所分有的生命,不过仅仅维系于呼吸而已。
- 193μικροῦ δεῖν
由非人称动词 δεῖ 的不定式构成的固定独立惯用语,意为“几乎”、“差不多可以说”。在此处作副词性插入语,修饰由 τοσοῦτον... ὅσον 引出的比较结构。
- 193ὥστε ἐφάνη τι καὶ ἐμοῦ λεπτότερον, αὐτὸς ἐγὼ ἐμαυτοῦ
在由 ὥστε 引出的结果从句(接直陈语气)中,αὐτὸς ἐγὼ ἐμαυτοῦ 带有修辞性的同语反复,其中 ἐμαυτοῦ 作为比较属格补充比较级 λεπτότερον。结构意在夸张形体的消瘦极度之甚:“显出了比我还要瘦弱的事物,即(与从前的我相比的)我自己”。
- 194εἴη δέ σε γράφειν
希求语气 εἴη 后接带不定式的宾格结构(σε γράφειν),表达主语的祈愿(“但愿您写来……”)。虽在形式上亦可视为非人称用法 ἔστι(可能/许可)的希求语气,但在语境中起着表达美好祝愿与祈请的功用。
- 196ἕως ἐσμὲν ὑπὲρ γῆς καὶ τὸν ἀέρα τοῦτον ἀνέλκομεν
此句为由 ἕως 接现在直陈语气引导的时间从句,依附于前文的不定式短语 φανῆναί ποτε τῇ πατρίδι(有朝一日显现在故乡),限定其时限:“当我们尚在世间、仍吞吐此气之时”。它修饰归乡的祈愿,而非独立的单句。
