- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:191-192
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
大圣巴西略致信安菲罗修,感谢他以基督徒的谦卑主动通信,并促请他筹备会晤以恢复教会合一与信徒交接;在随后的信中,他向长官索弗罗尼乌斯迅速提供的援助致以诚挚的谢忱。
Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου. Ἐντυχόντες τοῖς γράμμασι τῆς εὐλαβείας σου, πολλὴν τῷ Θεῷ τὴν χάριν ἔσχομεν, ὅτι ἀρχαίας ἀγάπης ἴχνη εὕρομεν ἐν τοῖς ῥήμασι τῆς ἐπιστολῆς· ὅς γε οὐκ ἔπαθες τὸ τῶν πολλῶν, οὐδὲ φιλονείκως ἔσχες πρὸς τὸ μὴ καὶ αὐτὸς κατάρξαι τῆς ἀγαπητικῆς ὁμιλίας· ἀλλʼ ὡς πεπαιδευμένος τὸ ἐκ ταπεινοφροσύνης μεγαλεῖον περιγινόμενον τοῖς ἁγίοις, οὕτως εἵλου διὰ τῶν δευτερείων ἔμπροσθεν ἡμῶν ἀποφανθῆναι.1 καὶ γὰρ οὗτος νόμος τῆς ἐν Χριστιανοῖς νίκης, καὶ ὁ ἔλαττον ἔχειν καταδεξάμενος στεφανοῦται. ἵνα οὖν μὴ ἀπολειφθῶμεν τοῦ ἀγαθοῦ ζήλου, ἰδοὺ καὶ αὐτοὶ ἀντιφθεγγόμεθά σου τὴν σεμνότητα, καὶ δείκνυμεν τὴν προαίρεσιν ἡμῶν, ὅτι Θεοῦ χάριτι τῆς κατὰ τὴν πίστιν συμφωνίας ἐρρωμένης ἡμῖν, οὐδὲν ἕτερόν ἐστι τὸ ἐμποδίζον πρὸς τὸ εἶναι ἡμᾶς ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι διὰ τῆς κλήσεως. τῆς οὖν σῆς ἐστιν ἀγάπης τῇ ἀγαθῇ ἀρχῇ καὶ τὰ ἐφεξῆς ἀποδοῦναι,2 συστατεῖν μὲν περὶ σεαυτὸν τοὺς ὁμοψύχους, δηλῶσαι δὲ καὶ χρόνον καὶ τόπον τῆς συντυχίας, ἵνα οὕτω τῇ τοῦ Θεοῦ χάριτι ἀπολαβόντες ἀλλήλους, τῷ ἀρχαίῳ εἴδει τῆς ἀγάπης τὰς ἐκκλησίας οἰκονομήσωμεν, τοὺς παρʼ ἑκατέρου μέρους βαδίζοντας τῶν ἀδελφῶν ὡς ἴδια μέλη προσιέμενοι, προπέμποντες ὡς ἐπὶ οἰκείους, καὶ ὑποδεχόμενοι πάλιν ὡς παρʼ οἰκείων. τοῦτο γὰρ ἦν ποτε τῆς Ἐκκλησίας τὸ καύχημα, ὅτι ἀπὸ τῶν περάτων τῆς οἰκουμένης ἐπὶ τὰ πέρατα μικροῖς συμβόλοις ἐφοδιαζόμενοι οἱ ἐξ ἑκάστης ἐκκλησίας ἀδελφοὶ πάντας πατέρας καὶ ἀδελφοὺς εὕρισκον· ὃ νῦν μετὰ τῶν ἄλλων ἀφῄρηται ἡμῶν ὁ ἐχθρὸς τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ, καὶ κατὰ πόλεις περιγεγράμμεθα, καὶ ἕκαστος δι’ ὑποψίας ἔχομεν τὸν πλησίον. καὶ τί γὰρ ἄλλο, ἢ ἐψύξαμεν τὴν ἀγάπην,3 ἀφʼ ἧς μόνης τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος ἡμῶν εἶπε χαρακτηρίζεσθαι; καὶ εἰ δοκεῖ, πρότερον αὐτοὶ μετʼ ἀλλήλων γνωρίσατε ἑαυτούς, ἵνα γνῶμεν πρὸς τίνας ἡμῖν ἔσται ἡ συμφωνία. καὶ οὕτως ἐκ κοινῆς συγκαταθέσεως τόπον τινὰ τοῖς ἀμφοτέροις ἀνεπαχθῆ, καὶ χρόνον ταῖς ὁδοιπορίαις πρέποντα ἐκλεξάμενοι, δραμούμεθα παρʼ ἀλλήλοις, καὶ ὁ Κύριος ἡμᾶς κατευοδώσει. ἐρρωμένος καὶ εὔθυμος εἴης, ὑπερευχόμενός μου, καὶ χαρισθείης μοι τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ.
致伊哥尼翁主教安菲罗修: 读毕您敬虔的书信,我们向神献上极大的感恩,因为我们在您书信的字句中觅得了古昔爱德的痕迹;您确实未曾沾染寻常大众的习气,亦未好争地执拗于不愿亲自开启这充满爱德的交谈;相反,因受教于圣徒借由谦卑之心所获得的崇高伟大,您如此选择以退居次位的方式显明在我们的前头。盖因这正是基督徒获胜的法则,甘愿承受微薄者方得冠冕。因此,为免我们在此良善的互勉中落后,看哪,我们自己亦向您的崇高品格作出回应,表明我们的心意:借着神的恩典,我们在信仰上的一致既已坚固,便再无他物阻碍我们成为一个身体、一个圣灵,正如我们借着召命而在同一个指望中蒙召一样。因此,在良善的开端之后补足后续诸事,将同道之人聚于您的身旁,并指明会晤的时间与地点,皆属于您的爱德之责;以便我们如此借着神的恩典彼此接纳,依循古昔爱德的风范治理众教会,将从双方往来的弟兄视同自身肢体予以接纳,宛若送往亲人处一般予以送行,又宛若从亲人处归来一般重新予以迎接。因为这曾一度是教会的夸耀:从普天下的一端到另一端,各教会的弟兄仅凭微小的凭证便能寻得所有人为父、为弟兄;然而如今,基督众教会的仇敌同其余诸事一道,已将这夸耀从我们手中夺去,我们被局限于各城之中,人人对邻人满怀猜疑。倘若不是我们让爱心冷淡了——而我们的主曾言,唯凭这爱心祂的门徒方得被认出——这又能是别的什么呢?若是可行,请您们先在彼此之间互相结识,以便我们知晓我们将同谁达成一致。如此,我们凭着共同的同意,选定一个对双方而言皆无负担的地点,以及适合出行的时节,便能奔赴彼此身边,主必使我们道路亨通。愿您健康安乐,为我祈祷,并借着圣者的仁爱被赐予我。
Σωφρονίῳ μαγίστρῳ. Εἰ αὐτὸς διπλῆν ἔλαβες χάριν, ὡς αὐτὸς τῇ ἀνυπερβλήτῳ προθυμίᾳ περὶ τὰ ἀγαθὰ ἔργα ἐπέστειλας ἡμῖν, μίαν μὲν τῷ δέξασθαι γράμματα, δευτέραν δὲ τῷ ὑπουργῆσαι τῇ χρείᾳ ἡμῶν· πόσην τινὰ χρὴ νομίζειν ἡμᾶς ἔχειν τὴν χάριν,4 γράμμασί τε τῆς ἡδίστης φωνῆς ἐντυχόντας, καὶ τὴν ἐπιζητηθεῖσαν χρείαν τοσούτῳ τάχει πληρωθεῖσαν ὁρῶντας. ὥστε ἡδέως δεξάμενοι τὸ ἀποσταλὲν διὰ τὴν οἰκείαν αὐτοῦ φύσιν, πολλῷ ἥδιον αὐτὸ προσηκάμεθα τῷ σὲ εἶναι τὸν τῆς κατασκευῆς αὐτοῦ προεστῶτα. παράσχοι δὲ ἡμῖν ὁ Κύριος ἰδεῖν σε ἐν τάχει, ὥστε ἀπὸ γλώττης ὁμολογῆσαι τὴν χάριν, καὶ πάντων ὁμοῦ τῶν ἐν σοὶ καλῶν ἀπολαῦσαι.
致长官索弗罗尼乌斯: 您凭着对善工无可企及的热忱亲自致信我们,若您自身真如所言领受了双重恩典——一因收到书信,二因服侍了我们的需用——那么,得睹这发出至甜美之声的书信,且见所恳求的需用以如此迅捷之势得蒙应允的我们,理当被认为怀有多么巨大的感恩之情啊!因此,我们固然因所寄送之物本身的特质而欣然受之,但因是您亲自主持了这一营建(调办),我们更以加倍的欣悦接纳了它。愿主赐我们在不久后与您相见,以便我们当面亲口致谢,且一并领略您身上一切的美德。
- 191διὰ τῶν δευτερείων ἔμπροσθεν ἡμῶν ἀποφανθῆναι
体现基督徒谦卑精神的吊诡表达,意为“借由退居次席而显明在我们的前列”。虽然 ἔμπροσθεν ἡμῶν 在字面上亦可仅解作“在我们的面前”,但紧随其后的格言“甘愿承受微薄者方得冠冕(ὁ ἔλαττον ἔχειν καταδεξάμενος στεφανοῦται)”表明,此处含有在位次与属灵胜利上“领先于我们”的含义。
- 191τῆς οὖν σῆς ἐστιν ἀγάπης τῇ ἀγαθῇ ἀρχῇ καὶ τὰ ἐφεξῆς ἀποδοῦναι
表特征或职责的表语属格句式(τῆς ... ἀγάπης ἐστίν),意为“……属于您爱德的本分”。系词 ἐστιν 的语法主语是其后的一连串不定式(ἀποδοῦναι, συστατεῖν, δηλῶσαι)。
- 191καὶ τί γὰρ ἄλλο, ἢ ἐψύξαμεν τὴν ἀγάπην
反问式的省略修辞结构:“若非我们冷却了爱心,这又能是别的什么呢?”(省去了 τί γὰρ ἄλλο [ἐστὶν] ἢ... 中的动词部分),强调当前的相互猜疑正是爱心冷落的直接体现。
- 192πόσην τινὰ χρὴ νομίζειν ἡμᾶς ἔχειν τὴν χάριν
成语 χάριν ἔχειν 意为“心怀感激”。此处的 χάρις 与前半句中“领受了双重恩典(διπλῆν ἔλαβες χάριν)”的 χάρις(恩惠、恩典)形成词义双关,将施恩者自认蒙受的神圣恩典与受惠者心中应怀有的感恩之情相对比。
