- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:190
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔就伊苏里亚主教辖区的设立向安菲罗修提出数项切实可行的方案,通报了家事诉求与尼撒教会的近况,并就圣经诠释(吗哪与战车)及书信审阅等事宜进行了交流。
Ἀμφιλοχίῳ ἐπισκόπῳ Ἰκονίου. Ἀξίως τῆς σεαυτοῦ ἐμμελείας καὶ σπουδῆς, ἧς ἀεὶ ἐπαινέτης εἰμὶ ἐγώ, ἐμερίμνησας τὰ περὶ τῆς ἐκκλησίας Ἰσαύρων. ὅτι μὲν οὖν τῷ παντὶ λυσιτελέστερον ἦν εἰς πλείονας ἐπισκόπους καταδιαιρεθῆναι τὴν μέριμναν, αὐτόθεν εἶναι δῆλον καὶ τῷ τυχόντι νομίζω· οὐδὲ γὰρ τὴν σὴν σύνεσιν τοῦτο ἔλαθεν, ἀλλʼ ὡς ἔχει καὶ ἐπεσημήνω καλῶς καὶ ἐγνώρισας ἡμῖν. ἐπεὶ δὲ οὐκ εὔκολον εὑρεῖν ἄνδρας ἀξίους, μήπου ἕως βουλόμεθα τὸ ἐκ τοῦ πλήθους ἀξιόπιστον ἔχειν, καὶ ὑπὸ πλειόνων ἀκριβέστερον ποιεῖν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ οἰκονομεῖσθαι, λάθωμεν διὰ τὸ τῶν καλουμένων ἀδόκιμον εἰς εὐτέλειαν τὸν λόγον καταβαλόντες, ἀδιαφορίας μελέτην τοῖς λαοῖς ἐμποιεῖν;1 οἶδας γὰρ καὶ αὐτός, ὅτι ὁποῖοι δʼ ἄν ὦσιν οἱ προεστῶτες, τοιαῦτα ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ ἤθη τῶν ἀρχομένων γίνεσθαι εἴωθεν. ὥστε τάχα βέλτιον ἕνα τινὰ δόκιμον, εἴπερ καὶ τοῦτο ῥᾴδιον, προβαλέσθαι τῆς πόλεως προστάτην, καὶ ἐπιτρέψαι τῷ ἐκείνου κινδύνῳ οἰκονομεῖσθαι τὰ καθʼ ἕκαστον· μόνον ἐὰν ᾖ τις δοῦλος Θεοῦ, ἐργάτης ἀνεπαίσχυντος, μὴ σκοπῶν τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν· ὃς ἐὰν εἰδῇ ἑαυτὸν μικρότερον πρὸς τὴν φροντίδα, προσλήψεται ἐργάτας εἰς τὸν θερισμόν. ἐὰν οὖν εὕρωμεν τοιοῦτον, ὁμολογῶ πολλῶν ἀντάξιον εἶναι τὸν ἕνα, καὶ ταῖς ἐκκλησίαις λυσιτελέστερον, καὶ ἡμῖν δὲ ἀκινδυνότερον, οὕτως οἰκονομῆσαι τῶν ψυχῶν τὴν ἐπιμέλειαν. ἐὰν δὲ τοῦτο μὴ ῥᾴδιον ᾖ, σπουδὴ γενέσθω ἡμῖν πρότερον ταῖς μικροπολιτείαις ἤτοι μικροκωμίαις ταῖς ἐκ παλαιοῦ ἐπισκόπων θρόνον ἐχούσαις δοῦναι τοὺς προϊσταμένους· καὶ τότε τὸν τῆς πόλεως ἀναστήσομεν, μήποτε ἐμπόδιον ἡμῖν πρὸς τὴν μετὰ ταῦτα οἰκονομίαν γένηται ὁ προβαλλόμενος, καὶ εὐθὺς ἀρξώμεθα ἡμεῖς τοῖς οἴκοι πολεμεῖν, διὰ τὸ πλειόνων βούλεσθαι ἄρχειν, καὶ μὴ καταδέχεσθαι τὰς χειροτονίας τῶν ἐπισκόπων. ἐὰν δὲ τοῦτο βαρὺ ᾖ, καὶ ὁ χρόνος μὴ ἐπιτρέπῃ, ἐκεῖνο σπουδασάτω ἡ σὴ σύνεσις, τοῦ ποιῆσαι περιγράψαι τῷ Ἰσαύρων τὸν ἴδιον κύκλον, διὰ τὸ χειροτονῆσαι αὐτὸν προσοίκους τινάς.2 τὸ δὲ ἐφεξῆς ἡμῖν ὑπάρξει τεταμιευμένον, εἰς τὸ κατὰ τὸν προσήκοντα καιρὸν δοῦναι πᾶσι τοῖς λοιποῖς ἐπισκόπους, οὓς ἂν κυριωτέρους εἶναι κρίνωμεν αὐτοί, διὰ πολλῆς ἐξετάσεως δοκιμάσαντες. Ἠρωτήσαμεν Γεώργιον, ὡς ἐκέλευσεν ἡ θεοσέβειά σου, καὶ εἶπεν ἃ καὶ ἡ σὴ εὐλάβεια ἀνήνεγκεν, ἐφʼ οἷς ἀνάγκη ἡμᾶς τὴν ἡσυχίαν ἄγειν, ἐπιρρίψαντας ἐπὶ Κύριον τὴν μέριμναν τοῦ οἴκου.3 πιστεύω γὰρ τῷ ἁγίῳ Θεῷ, ὅτι δώσει σύνεσιν, πρὸς τὸ ἑτέρῳ τρόπῳ ἐξελέσθαι τῶν ἀναγκῶν, καὶ ἡμῖν ἄλυπον τὴν ζωὴν προξενῆσαι. ἐὰν οὖν οὐ δοκῇ τοῦτο, αὐτὸς καταξίωσον ὑπομνηστικόν μοι ἀποστεῖλαι, περὶ τίνος χρὴ ἀξιώματος σπουδὴν εἰσενέγκασθαι, ἵνα ἀρξώμεθα αἰτεῖν ἕκαστον τῶν ἐν δυνάμει φίλων τὴν χάριν ταύτην, εἴτε προῖκα, εἴτε καὶ μετρίου τιμήματος, ὡς ἂν ἡμᾶς Κύριος εὐοδώσῃ. Ἐπέστειλα τῷ ἀδελφῷ Οὐαλερίῳ, ὡς προσέταξας. τὰ Νύσσης πράγματα ὅμοιά ἐστι τοῖς παρὰ τῆς σῆς θεοσεβείας καταλειφθεῖσι, καὶ προκόπτει ἐπὶ τὸ βέλτιον τῇ συνεργίᾳ τῶν σῶν προσευχῶν. οἱ μέντοι τότε ἀπορραγέντες ἡμῶν, οἱ μὲν ἀπῆλθον ἐπὶ τὸ στρατόπεδον, οἱ δὲ μένουσι τὴν ἐκεῖθεν ἀναμένοντες φήμην. δυνατὸς δὲ ὁ Κύριος καὶ τούτων ματαιῶσαι τὰς ἐλπίδας, κἀκείνοις ἄπρακτον τὴν ἐπάνοδον ποιῆσαι. Τὸ μάννα ὁ Φίλων ἑρμηνεύων ἔφη, ὥσπερ ἐκ παραδόσεώς τινος Ἰουδαϊκῆς δεδιδαγμένος, τοιαύτην αὐτοῦ εἶναι τὴν ποιότητα, ὥστε κατὰ τὴν φαντασίαν τοῦ ἐσθίοντος μετακιρνᾶσθαι· καὶ εἶναι μὲν καθʼ ἑαυτὸ οἱονεὶ κέγχρον ἑψημένον ἐν μέλιτι, παρέχειν δὲ νῦν μὲν ἄρτου, νῦν δὲ κρέως· καὶ κρέως τοιοῦδε, ἢ πετεινοῦ ἢ χερσαίου· νῦν δὲ λαχάνου, καὶ λαχάνου τοῦ κατὰ τὴν ἐπιθυμίαν ἑκάστου· καὶ ἰχθύος, ὡς τὸ ἰδίωμα τῆς καθʼ ἕκαστον γένος ποιότητος ἀκριβῶς ἐν τῇ γεύσει τοῦ ἐσθίοντος διασώζεσθαι. Ἅρματα ἀναβάτας τριστάτας ἔχοντα οἶδεν ἡ Γραφή,4 διὰ τὸ τῶν λοιπῶν ἁρμάτων δύο εἶναι τοὺς ἐπιβάτας, τόν τε ἡνίοχον καὶ τὸν ὁπλίτην· τὰ δὲ τοῦ Φαραῶ δύο μὲν εἶχε τοὺς πολεμοῦντας, ἕνα δὲ τὸν τὰς ἡνίας τῶν ἵππων ἔχοντα. Σύμπιος ἡμῖν ἐπέστειλε θεραπευτικὴν ἐπιστολὴν καὶ κοινωνικήν, ᾧ ἡμεῖς ἀντιγράψαντες ἐπέμψαμεν τῇ εὐλαβείᾳ σου τὰ γράμματα, ἵνα ἄγαν ἐγκρίνας κελεύσῃς αὐτῷ ἀποσταλῆναι, δηλονότι μετὰ προσθήκης καὶ σῶν γραμμάτων. Ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ.
致伊哥尼翁主教安菲罗修: 您以配得上自己素来的周详与热心——我始终是其赞美者——关切了伊苏里亚教会的事务。因此,将这一牧顾之责分散给更多位主教,在全盘考量上乃是远为有益的,我认为这对任何人而言都是一目了然的;这件事事实上也未曾逃过您的明鉴,您不仅恰当地指出了实情,亦告知了我们。然而,由于寻找配得之人并非易事,恐怕正当我们希望从多数人中获得可靠性,并促使神的教会由更多人予以更严谨的经纶管理时,我们是否会因被召选者的不称职而不知不觉地使圣职蒙羞,反而在民众中引发漠不关心的习惯?因为您自己也知晓,领袖是怎样的人,属下之人的品行通常往往也就变成怎样。因此,如果这件事也算容易,或许选立一位合格之人作为该城的首领,由他自行承担风险去经纶各项具体事务,反倒是更好的;只要他确是神的仆人、无可羞愧的工人,不求自己的益处,唯求众人的益处,叫他们得救;若他深知自己在这一顾虑面前能力不足,便会招募工人参与收割。因此,我们若能觅得这样的人,我承认这一个人便抵得上许多人,如此统辖对灵魂的顾护,对众教会既更为有益,对我们而言也更为稳妥。但若此举并非易事,便让我们先致力于为自古拥有主教宝座的各小城镇或小村落委任领袖;然后我们再立定该城的主教,免得先前立定之人成为我们日后经纶的阻碍,使我们立刻开始与自家人争战,盖因他妄图管辖更多人,且不肯接受主教们的委任。但若此事亦属繁重且时间不容许,愿您的明鉴致力于这一方案:即让伊苏里亚主教划定其自身的管区,以便由他委任若干近邻人员。至于其后续事务则仍保留在我们手中,以便在适当时机,在我们经过详尽考察审核后,将我们亲自判定为更为胜任者作为主教赐给其余一切地区。 正如您的虔敬所吩咐的,我们询问了乔治;他所说的与您的敬虔所禀报的完全一致,鉴于这些情况,我们必须保持静默,将家事的忧虑交托给主。因为我信靠圣洁的神,深信祂必赐下明哲,以另一种方式救拔我们脱离困窘,并为我们带来无忧的生活。因此,若以为此事不妥,请您亲自惠赐我一份备忘录,指示我们应当为何种职衔倾注努力,以便我们能开始向各位有权势的朋友乞求这一恩惠,无论是无偿的,还是付出适度代价的,全凭主赐予我们亨通。 正如您所吩咐的,我已经给瓦勒里乌斯弟兄修书一封。尼撒的事务正如您的虔敬离开时一样,且借着您的祷告之协力正在向好的方向发展。然而,当时脱离我们的人当中,一部分去了军营,另一部分则留下来等待那里的消息。但主有能力击碎这些人的指望,使那些人的回归徒劳无功。 斐洛在阐释吗哪时说道,仿佛他是从某种犹太传统中受教的那样,吗哪的特质乃是随着食用者的想象(意愿)而转变的;就其本身而言,它犹如用蜜煮熟的小米,但提供给人时,有时是饼的味道,有时是肉的味道——而且是诸如飞禽或走兽这类肉的味道——有时是蔬菜的味道——而且是随各人所欲的蔬菜味道——以及鱼的味道,以致各类事物特有的品质都能精准地保存在食用者的味觉之中。 圣经记载有载乘三人的战车,这是因为其余战车上的乘员皆为两人,即御者与重装战士;而法老的战车则有两名战士,一名执掌马缰之人。 辛皮乌斯给我们寄来了一封亲善而充满相通之谊的信,我们作了复信,并将书信呈送给您的敬虔,以便您在充分审阅认可之后,吩咐将其寄送给他,这显然要附加上您自己的书信。 愿您在主里安康喜乐,为我祈祷,借着圣者的仁爱被赐予我及神的教会。
- 190μήπου ἕως βουλόμεθα ... λάθωμεν διὰ τὸ τῶν καλουμένων ἀδόκιμον εἰς εὐτέλειαν τὸν λόγον καταβαλόντες, ἀδιαφορίας μελέτην τοῖς λαοῖς ἐμποιεῖν;
此句由 μήπου 搭配虚拟式 λάθωμεν 构成表示担忧的从句(“唯恐我们不知不觉地……”)。分词 καταβαλόντες 与 λανθάνω 连用,表达无意间的行为(“不自觉地贬低/使蒙羞”),随后的不定式 ἐμποιεῖν 则作为结果或补充性不定式,说明其带来的后果(“以致在民众中养成漠不关心的习惯”)。
- 190τοῦ ποιῆσαι περιγράψαι τῷ Ἰσαύρων τὸν ἴδιον κύκλον, διὰ τὸ χειροτονῆσαι αὐτὸν προσοίκους τινάς
带冠词的属格不定式 τοῦ ποιῆσαι 作为前面指示代词 ἐκεῖνο 的同位语,用以阐明其具体内容。致使动词 ποιῆσαι 后接不定式 περιγράψαι(“使……划定”),其后又连接由介词短语 διὰ τὸ χειροτονῆσαι(带宾格主语 αὐτόν 的动名词结构)引导的目的状语(“以便使他能够委任若干近邻”),形成层叠的不定式结构。
- 190ἐφʼ οἷς ἀνάγκη ἡμᾶς τὴν ἡσυχίαν ἄγειν, ἐπιρρίψαντας ἐπὶ Κύριον τὴν μέριμναν τοῦ οἴκου
关系代词短语 ἐφʼ οἷς 指代前文乔治汇报的诸般情况,表示依据(“鉴于此”)。无人称短语 ἀνάγκη [ἐστί] 支配带宾格主语的不定式 ἡμᾶς ... ἄγειν,分词 ἐπιρρίψαντας 在性、数、格上与不定式的逻辑主语 ἡμᾶς 保持一致。
- 190Ἅρματα ἀναβάτας τριστάτας ἔχοντα οἶδεν ἡ Γραφή
Ἅρματα 作动词 οἶδεν 的直接宾语,由分词 ἔχοντα 修饰,而 ἔχοντα 以 ἀναβάτας τριστάτας(τριστάτας 作同位修饰语)为其宾语(“具有三人乘载的战车”)。τριστάτης 为七十士译本中特有的术语,后文随即通过普通战车(御者与步兵二人)与法老战车(两名作战者与一名御者共三人)的对比说明其含义。
