- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:189#4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者借由父、子及圣灵作为(艾奈尔盖亚)的同一性论证了三位本性的一体,并引圣经论述“神”之称谓指示的是权柄与作为而非本性自身,进而得出圣三一为单一神性的结论。
οὐκοῦν ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων τὰς ἐνεργείας τὰς παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐνεργουμένας διαφόρους εἶναι, καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν ἐνεργειῶν στοχασόμεθα. οὐδὲ γὰρ ἐνδέχεται τὰ διεστῶτα κατὰ τὸν τῆς φύσεως λόγον πρὸς τὸ τῶν ἐνεργειῶν εἶδος ἀλλήλοις συνενεχθῆναι· (οὔτε ψύχει τὸ πῦρ, οὔτε θερμαίνει ὁ κρύσταλλος), ἀλλὰ τῇ τῶν φύσεων διαφορᾷ συνδιαχωρίζονται ἀπʼ ἀλλήλων καὶ αἱ παρὰ τούτων ἐνέργειαι. ἐὰν δὲ μίαν νοήσωμεν τὴν ἐνέργειαν Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου, ἐν μηδενὶ διαφέρουσάν τι ἢ παραλλάσσουσαν, ἀνάγκη τῇ ταυτότητι τῆς ἐνεργείας τὸ ἡνωμένον τῆς φύσεως συλλογίζεσθαι. Ἁγιάζει, καὶ ζωοποιεῖ, καὶ φωτίζει, καὶ παρακαλεῖ, καὶ πάντα τὰ τοιαῦτα, ὁμοίως ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. καὶ μηδεὶς κατʼ ἐξαίρετον ἀπονεμέτω τῇ ἐνεργείᾳ τοῦ Πνεύματος τὴν ἁγιαστικὴν ἐξουσίαν, ἀκούσας τοῦ Σωτῆρος ἐν τῷ Εὐαγγελίῳ περὶ τῶν μαθητῶν πρὸς τὸν Πατέρα λέγοντος· Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνόματί σου. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα κατὰ τὸ ἴσον ἐνεργεῖται τοῖς ἀξίοις παρὰ τοῦ Πατρός τε καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· πᾶσα χάρις καὶ δύναμις, ἡ ὁδηγία, ἡ ζωή, ἡ παράκλησις, ἡ πρὸς τὸ ἀθάνατον μεταβολή, ἡ εἰς ἐλευθερίαν μετάστασις, καὶ εἴ τι ἄλλο ἐστὶν ἀγαθόν, ὃ μέχρις ἡμῶν καταβαίνει. ἡ δὲ ὑπὲρ ἡμᾶς οἰκονομία, ἔν τε τῇ νοητῇ κτίσει καὶ τῇ αἰσθητῇ, εἴ τι χρὴ διὰ τῶν γινωσκομένων ἡμῖν καὶ περὶ τῶν ὑπερκειμένων στοχάζεσθαι, οὐδὲ αὐτὴ τῆς τοῦ ἁγίου Πνεύματος ἐνεργείας καὶ δυνάμεως ἔξω καθέστηκεν, ἑκάστου κατὰ τὴν ἰδίαν ἀξίαν τε καὶ χρείαν τῆς ὠφελείας μεταλαμβάνοντας.1 εἰ γὰρ καὶ ἄδηλος τῇ αἰσθήσει τῇ ἡμετέρᾳ ἡ περὶ τῶν ἄνω τῆς ἡμετέρας φύσεως διάταξίς τε καὶ διοίκησις, ὅμως ἐκ τῆς ἀκολουθίας εὐλογώτερον ἄν τις σύνθοιτο διὰ τῶν ἡμῖν γνωρίμων ἐνεργὸν εἶναι καὶ ἐπʼ ἐκείνων τὴν τοῦ Πνεύματος δύναμιν, ἢ ἀπεξενῶσθαι τῆς ἐν τοῖς ὑπερκειμένοις οἰκονομίας. ὁ μὲν γὰρ ἐκεῖνο λέγων ψιλὴν καὶ ἀκατάσκευον τὴν βλασφημίαν προβάλλεται, οὐδενὶ λογισμῷ κατασκευάζων τὴν ἀτοπίαν. ὁ δὲ συντιθέμενος καὶ τὰ ὑπὲρ ἡμᾶς μετὰ Πατρὸς καὶ Υἱοῦ τῇ δυνάμει τοῦ Πνεύματος οἰκονομεῖσθαι, ἐναργεῖ τεκμηρίῳ τῷ κατὰ τὴν ἰδίαν ζωὴν ἐπερειδόμενος περὶ τούτων διισχυρίζεται. οὐκοῦν ἡ τῆς ἐνεργείας ταυτότης ἐπὶ Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον. ὥστε κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ Πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας κοινότης συντίθεται. Ἀλλʼ οὐκ οἶδα ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες, ὥσπερ οὐκ ἀκηκοότες παρὰ τῆς Γραφῆς, ὅτι χειροτονητὴ φύσις οὐ γίνεται.2 Μωϋσῆς δὲ τῶν Αἰγυπτίων ἐχειροτονήθη θεός, οὕτω πρὸς αὐτὸν εἰπόντος τοῦ χρηματίζοντος, ὅτι Θεόν σε δέδωκα τῷ Φαραώ. οὐκοῦν ἐξουσίας τινός, εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς, ἔνδειξιν ἡ προσηγορία φέρει. ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος. εὐεργέτην γάρ, καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον, καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες, ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν· τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τε τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδώσει λόγον. ὧν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ ἡ φύσις διάφορος.3 οὐκοῦν ἄλλο μέν τί ἐστιν ἡ οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη· ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία, ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων. Τὸ μὲν οὖν ἐν ταῖς ἐνεργείαις μηδεμίαν εἶναι διαφορὰν ἐκ τῆς τῶν ὀνομάτων κοινωνίας εὑρίσκομεν· τῆς δὲ κατὰ τὴν φύσιν παραλλαγῆς οὐδεμίαν καταλαμβάνομεν ἐναργῆ τὴν ἀπόδειξιν· καθὼς εἴρηται, τῆς τῶν ἐνεργειῶν ταὐτότητος τὸ κοινὸν τῆς φύσεως ὑποσημαινούσης. εἴτε οὖν ἐνεργείας ὄνομα ἡ θεότης, ὡς μίαν ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω μίαν φαμὲν εἶναι τὴν θεότητα· εἴτε κατὰ τὰς τῶν πολλῶν δόξας, φύσεως ἐνδεικτικόν ἐστι τὸ τῆς θεότητος ὄνομα, διὰ τὸ μηδεμίαν εὑρίσκειν ἐν τῇ φύσει παραλλαγήν, οὐκ ἀπεικότως μιᾶς θεότητος τὴν ἁγίαν Τριάδα διοριζόμεθα.
因此,如果我们见到由父、子及圣灵所施行的作为彼此相异且各不相同,我们也会从作为的差异推测施行的诸本性。因为按照本性的定义而相分离者,决不可能在作为的形式上彼此相合(火不致冷,冰亦不致热);相反,由于本性的差异,发自它们身上的作为也同样彼此区分开来。但如果我们领悟到父、子及圣灵的作为乃是一体,在任何事上都毫无不同或变异,那么根据作为的同一性去推论本性的一致,就是必然的了。 父、子及圣灵同样施以圣化、赐予生命、照亮、劝慰,并行一切诸如此类之事。既在福音书中听见救主关于门徒对父说:“父啊,求你在你的名里圣化他们”,谁也不可将圣化的权能唯独专归于圣灵的作为。同样,其余一切事也是由父、子及圣灵同等地在配得者身上施行的:一切恩典与能力、引导、生命、安慰、向不朽的转变、进入自由的迁越,以及凡临及我们的其他任何良善皆是如此。而关于超越我们之事的经纶管理,无论在理知受造界还是在感性受造界中——如果理应借着我们所知之事去推测那些更高的现实——它自身也决非置于圣灵的作为与大能之外,而是各个受造物皆按其自身的价值与需要分享其益处。因为即使关于超越我们本性之事的规制与管理对我们的感官而言是隐秘的,然而按照逻辑推论,借着我们所熟知的事,人们更合乎情理地会认同圣灵的大能也活跃在那些事物之上,而不是认同它被排斥在对更高事物的经纶之外。因为主张后者的人提出的是空洞无凭的亵渎,未曾借任何推理去支撑其荒谬〔之说〕;而认同超越我们之事亦是借着圣灵的大能与父及子一同受经纶管理的人,乃是依凭从自身生命得来的明晰证据来断言这些事的。因此,在父、子及圣灵中作为的同一性,清楚地表明了本性的无变异性。因此,即便神性的名号指称本性,实质的共通性也认同将这一称谓依其本义适用于圣灵。 然而我不知道那些凡事牵强附会的人,怎会把神性的称谓归于对本性的指示,仿佛他们未曾从圣经听闻“受委任的本性决不存在”。然而摩西曾被委任为埃及人的神,那颁布神谕者对他如此说:“我使你在法老面前作神。”因此,这一称谓带有某种权柄的指示,无论是监察性的还是施行性的。而在我们看来,神圣的本性在一切构想出的名号中,就其本身所是而言,始终是无法言明的。因为在得知“施恩者”、“审判者”、“善”、“义”及所有其他此类名号时,我们所领受教导的是作为的差异;然而我们决不能借着对作为的理解进一步认识施行者的本性。因为当有人对这些名号的每一个以及这些名号所归属的本性自身给出定义时,他决不会对两者给出相同的定义。而凡定义不同者,其本性亦相异。因此,本体乃是一回事,其说明性的定义尚未被探明;而关于它的名号的含义则是另一回事,乃是根据某种作为或尊荣而得名。 因此,在作为中毫无差异,我们是从名号的共通中发现的;而关于按本性而有的变异,我们则未能把握任何明晰的证明,因为正如前述,作为的同一性暗示了本性的共有。因此,神性若是作为的名号,正如父、子及圣灵的作为是一体,我们便同样说神性是一体;神性若依常人的见解是指示本性的,由于我们在本性中未见任何变异,我们判定圣三一为单一神性,乃是合情合理的。
- 189ἑκάστου κατὰ τὴν ἰδίαν ἀξίαν τε καὶ χρείαν τῆς ὠφελείας μεταλαμβάνοντας
语法上的呼应破格(破格句)。句中的语法主语是阴性单数名词 ἡ δὲ ὑπὲρ ἡμᾶς οἰκονομία,但分词 μεταλαμβάνοντας 却采用了阳性宾格复数。这是依意义构词的表达法,分词在逻辑上指向经纶管理的领受者(理知与感性受造物的诸实体)。
- 189χειροτονητὴ φύσις οὐ γίνεται
形容词 χειροτονητή 源自动词 χειροτονέω(举手推举、任命),意为“受任命的”或“被选立的”。此处阐明了一个逻辑前提:“本性决不能通过委任或人选而产生”,从而与紧接着摩西被委任(ἐχειροτονήθη)为神的事例形成对照。
- 189ὧν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ ἡ φύσις διάφορος
关系代词 ὧν 指向先行词 τούτων,两分句中均省略了系动词 ἐστί。此处的 λόγος 指本质的定义或解说(definition),表述了古典逻辑学原理:“凡本质定义不同者,其本性亦必各异”。
