- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:189#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者根据洗礼公式论证圣灵与父及子具有不可分割的联合,指出由于指向神圣本性的诸名号具有同等效力,唯独将圣灵从神性中剥离在逻辑上不能成立,并阐明对神圣本性的探寻必须借由其运作(作为)来引导。
Τίς οὖν ὁ ἡμέτερος λόγος; παραδιδοὺς ὁ Κύριος τὴν σωτήριον πίστιν τοῖς μαθητευομένοις τῷ λόγῳ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ συνάπτει καὶ τὸ Πνεῦμα τὸ ἅγιον. τὸ δὲ συνημμένον ἅπαξ διὰ πάντων φαμὲν τὴν συνάφειαν ἔχειν. οὐ γὰρ ἐν τινὶ συντεταγμένον, ἐν ἑτέροις ἀποσχοινίζεται. ἀλλʼ ἐν τῇ ζωοποιῷ δυνάμει, καθʼ ἣν ἐκ τοῦ φθαρτοῦ βίου εἰς ἀθανασίαν ἡ φύσις ἡμῶν μετασκευάζεται, συμπαραληφθεῖσα ἡ τοῦ Πνεύματος δύναμις Πατρὶ καὶ Υἱῷ καὶ ἐν πολλοῖς ἑτέροις, οἷον ἐν τῇ κατὰ τὸ ἀγαθὸν ἐννοίᾳ, καὶ τὸ ἅγιόν τε καὶ ἀΐδιον, σοφόν, εὐθές, ἡγεμονικόν, δυνατόν, καὶ πανταχοῦ δηλονότι, τὸ ἀχώριστον ἔχει ἐν πᾶσι τοῖς πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὀνόμασιν.1 οὐκοῦν ἡγούμεθα καλῶς ἔχειν τὸ ἐν τοσαύταις ἐννοίαις ὑψηλαῖς τε καὶ θεοπρεπέσι συναπτόμενον Πατρὶ καὶ Υἱῷ ἐν οὐδενὶ διακεκρίσθαι νομίζειν. οὐδὲ γὰρ οἴδαμέν τινα τῶν περὶ τὴν θείαν φύσιν ἐπινοουμένων ὀνομάτων τὴν κατὰ τὸ κρεῖττον καὶ τὸ χεῖρον διαφοράν, ὡς εὐαγὲς εἶναι οἴεσθαι τὴν ἐν τοῖς καταδεεστέροις τῶν ὀνομάτων κοινωνίαν συγχωροῦντας τῷ Πνεύματι, τῶν ὑπεραιρόντων κρίνειν ἀνάξιον.2 πάντα γὰρ τὰ θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα, τῷ μηδὲν περὶ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. οὐ γὰρ ἐπʼ ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν τοῦ ἀγαθοῦ ἡ προσηγορία, ἐφʼ ἕτερον δὲ ἡ τοῦ σοφοῦ καὶ τοῦ δυνατοῦ καὶ τοῦ δικαίου, ἀλλʼ ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον. κἂν Θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνεδείξω ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. εἰ δὲ πάντα τὰ ὀνόματα τῇ θείᾳ φύσει ἐπιλεγόμενα ἰσοδυναμεῖ ἀλλήλοις κατὰ τὴν τοῦ ὑποκειμένου ἔνδειξιν, ἄλλα κατὰ ἄλλην ἔμφασιν ἐπὶ τὸ αὐτὸ τὴν διάνοιαν ἡμῶν ὁδηγοῦντα, τίς ὁ λόγος τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν, πρὸς Πατέρα τε καὶ Υἱὸν συγχωροῦντα τῷ Πνεύματι, μόνης ἀποσχοινίζειν αὐτὸ τῆς θεότητος; ἀνάγκη γὰρ πᾶσα ἢ καὶ ἐν τούτῳ διδόναι τὴν κοινωνίαν, ἢ μηδὲ τὴν ἐν τοῖς λοιποῖς συγχωρεῖν. εἰ γὰρ ἐν ἐκείνοις ἄξιον, οὐδὲ ἐν τούτῳ πάντως ἀνάξιον. εἰ δὲ μικρότερον, κατὰ τὸν ἐκείνων λόγον, ἐστὶν ἢ ὥστε τοῦ τῆς θεότητος ὀνόματος πρὸς Πατέρα τε καὶ Υἱὸν τὴν κοινωνίαν χωρῆσαι, οὐδὲ ἄλλου τινὸς τῶν θεοπρεπῶν ὀνομάτων μετέχειν ἄξιον. καταμανθανόμενα γὰρ καὶ συγκρινόμενα πρὸς ἄλληλα τὰ ὀνόματα διὰ τῆς ἑκάστοις ἐνθεωρουμένης ἐμφάσεως, εὑρεθήσεται μηδὲν τῆς τοῦ Θεοῦ προσηγορίας ἔλαττον ἔχοντα. τεκμήριον δὲ ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ καὶ τῶν καταδεεστέρων ἐπονομάζεται·3 μᾶλλον δὲ οὐ φείδεται ἡ θεία Γραφὴ τῆς ὁμωνυμίας ταύτης, οὐδὲ ἐπὶ τῶν ἀπεμφαινόντων πραγμάτων, ὡς ὅταν τὰ εἴδωλα τῇ τοῦ Θεοῦ προσηγορίᾳ κατονομάζῃ. θεοὶ γάρ, φησίν, οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀρθήτωσαν, καὶ ὑποκάτω τῆς γῆς βληθήτωσαν· καί, Πάντες, φησίν, οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. καὶ ἡ ἐγγαστρίμυθος ἐν ταῖς μαγγανείαις αὐτῆς ψυχαγωγοῦσα τῷ Σαοὺλ τὰς ἐπιζητουμένας ψυχάς, θεοὺς ἑωρακέναι φησίν. ἀλλὰ καὶ ὁ Βαλαὰμ οἰωνιστής τις ὢν καὶ μάντις, καὶ διὰ χειρὸς τὰ μαντεῖα φέρων, καθώς φησιν ἡ Γραφή, καὶ τὴν ἐκ δαιμόνων διδασκαλίαν διὰ τῆς οἰωνιστικῆς περιεργίας ἑαυτῷ κατορθώσας, παρὰ Θεοῦ συμβουλεύεσθαι ὑπὸ τῆς Γραφῆς ἱστορεῖται. καὶ πολλὰ τοιαῦτά ἐστι συλλεξάμενον ἐκ τῶν θείων παραθέσθαι Γραφῶν, ὅτι τὸ ὄνομα τοῦτο οὐδὲν ὑπὲρ τὰς λοιπὰς τὰς θεοπρεπεῖς προσηγορίας πρωτεύει, ὅτε, καθὼς εἴρηται, καὶ ἐπὶ τῶν ἀπεμφαινόντων ὁμωνύμως λεγόμενον εὑρίσκομεν. τὸ δὲ τοῦ ἁγίου ὄνομα, καὶ τοῦ ἀφθάρτου, καὶ τοῦ εὐθέος, καὶ τοῦ ἀγαθοῦ, οὐδαμοῦ κοινοποιούμενον πρὸς τὰ μὴ δέοντα παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν. οὐκοῦν εἰ ἐν τοῖς ἐξαιρέτως ἐπὶ μόνης τῆς θείας φύσεως εὐσεβῶς λεγομένοις ὀνόμασι κοινωνεῖν τὸ ἅγιον Πνεῦμα πρὸς τὸν Υἱὸν καὶ τὸν Πατέρα οὐκ ἀντιλέγουσι, τίς ὁ λόγος, τούτῳ μόνῳ κατασκευάζειν ἀκοινώνητον εἶναι, οὗ μετέχειν ἐδείχθη, κατά τινα ὁμώνυμον χρῆσιν καὶ τὰ δαιμόνια καὶ τὰ εἴδωλα; Ἀλλὰ λέγουσι φύσεως ἐνδεικτικὴν εἶναι τὴν προσηγορίαν ταύτην, ἀκοινώνητον δὲ εἶναι πρὸς Πατέρα καὶ Υἱὸν τὴν τοῦ Πνεύματος φύσιν, καὶ διὰ τοῦτο μηδὲ τῆς κατὰ τὸ ὄνομα τοῦτο κοινωνίας μετέχειν. οὐκοῦν δειξάτωσαν, διὰ τίνων τὸ τῆς φύσεως παρηλλαγμένον ἐπέγνωσαν. εἰ μὲν γὰρ ἦν δυνατὸν αὐτὴν ἐφʼ ἑαυτῆς τὴν θείαν φύσιν θεωρηθῆναι, καὶ τό τε οἰκείως ἔχον καὶ τὸ ἀλλοτρίως διὰ τῶν φαινομένων εὑρεῖν, οὐκ ἂν πάντως ἐδεήθημεν λόγων ἢ τεκμηρίων ἑτέρων πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν· ἐπειδὴ δὲ ἡ μὲν ὑψηλοτέρα τῆς τῶν ζητουμένων ἐστὶ κατανοήσεως, ἐκ δὲ τεκμηρίων τινῶν περὶ τῶν διαφευγόντων τὴν γνῶσιν ἡμῶν λογιζόμεθα, ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν ἡμᾶς χειραγωγεῖσθαι πρὸς τὴν τῆς θείας φύσεως ἔρευναν.
那么,我们的论点是什么呢?主在向那些由圣言施教的人托付救恩的信仰时,将圣灵与父及子联结在一起。而我们主张,一旦联结者,在一切事上皆保持其联结;因为决不可能在某一方面受同等列置,而在其他方面被隔绝开来。相反,在我们本性藉以从必朽生命重塑为不朽的赐生命之大能中,圣灵的大能与父及子一同被接纳;并且在其他许多方面——例如在关于善的观念中,以及圣洁、永恒、智慧、正直、主权、大能,且显然在一切处境中——在所有被理解为属于更高尊荣的名号中,都具有不可分离性。因此,我们认为,将那位在如此众多崇高且配得神的观念中与父及子相联结者,视为在任何事上都未曾有所分别,乃是合理的。因为我们绝不知道在关于神圣本性所构想的名号中,有任何按照高下优劣而设的分别,以致会以为在较为次要的名号上容许圣灵享有份额、却判定其不配享有更高名号是虔敬之举。因为凡配得神的心念与名号,彼此之间皆享有平等的尊严,在底层实体的指称上毫无分歧。因为并非“善”的称谓将心智引向某一个底层实体,而“智慧”、“大能”与“公义”的名号引向另一个实体;相反,无论你说出多少名号,贯穿于所有名号之中所指明的都是同一个实体。即便你说“神”,你所指示的也就是你藉着其余名号所理解的那同一位。但倘若归于神圣本性的一切名号在对底层实体的指示上彼此等效,仅凭不同的侧重点将我们的心智导向同一对象,那么又有何理由在其他名号上准予圣灵与父及子相通,却唯独将它从神性中隔绝开来呢?因为必然存在一种绝对的必要性:要么在此名号上也赋予相通,要么连在其余名号上的相通也不予以认可。因为倘若在那些名号中是配得的,在这一名号上也决非不配;但若按照他们的说法,圣灵过于微小以致无法达至在神性之名上与父及子的相通,那么它也就不配分享任何其他配得神的名号。因为若透过各名号所内含的意义来深入考察并相互比较,就会发现它们丝毫不逊色于“神”这一称谓。其证据就在于,借着这个名号,许多较为低等的事物也被称呼;甚至神圣的圣经在荒谬悖理的事物上也未尝吝惜这种同名异义的使用,比如将偶像以“神”的称谓来命名。圣经说:“那些未曾创造天地的诸神,必从地上除灭,被抛于地底下”;又说:“万民的神明皆是鬼魔。”而且那交鬼的妇人在她的巫术中为扫罗招引所寻求的灵魂时,也说自己看见了诸神。不仅如此,巴兰身为卜卦者和术士,正如圣经所说手里拿着占卜之物,且借着占卜的好奇心为自己博得了来自鬼魔的教训,圣经却记载他受到了神的开导。从神圣圣经中可以搜集并列举出许多诸如此类的事例,表明这一名号决不高于其余配得神的称谓,因为正如前述,我们发现它甚至在荒谬的事物上也被同名异义地使用。然而对于“圣洁”、“不朽”、“正直”和“善”的名号,我们从圣经中得知,决没有在任何地方被不适当地施用于不相称的事物。因此,如果在唯独虔敬地归于神圣本性的卓越名号上,他们并不反对圣灵与子及父相通,那么又有何理由唯独将圣灵排斥于这一名号之外呢——要知道,甚至鬼魔和偶像已被证明依照某种同名异义的用法而分享了这一名号? 然而他们说,这一称谓是指示本性的,而圣灵的本性与父及子不相交通,并因此甚至不分享按此名号而有的相通。那么,就让他们指明,他们是凭据何物认识到其本性的变异。因为倘若神圣本性自身有可能在其自身中被观照,且有可能通过显现之物发现何者相属、何者相斥,我们为了把握所寻求的对象就决不需要言辞或其他证据了;但是,既然本性超越了对所寻求之事的理解,而我们关于那些逃避我们认知的事物只能从若干证据出发进行推论,我们就完全有必要借着各种作为(艾奈尔盖亚)被引导去探寻神圣的本性。
- 189ἀλλʼ ἐν τῇ ζωοποιῷ δυνάμει, καθʼ ἣν ἐκ τοῦ φθαρτοῦ βίου εἰς ἀθανασίαν ἡ φύσις ἡμῶν μετασκευάζεται, συμπαραληφθεῖσα ἡ τοῦ Πνεύματος δύναμις Πατρὶ καὶ Υἱῷ καὶ ἐν πολλοῖς ἑτέροις, οἷον ἐν τῇ κατὰ τὸ ἀγαθὸν ἐννοίᾳ, καὶ τὸ ἅγιόν τε καὶ ἀΐδιον, σοφόν, εὐθές, ἡγεμονικόν, δυνατόν, καὶ πανταχοῦ δηλονότι, τὸ ἀχώριστον ἔχει ἐν πᾶσι τοῖς πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὀνόμασιν.
句子的核心骨架是“ἡ τοῦ Πνεύματος δύναμις... τὸ ἀχώριστον ἔχει”(圣灵的大能……保持其不可分离性)。分词“συμπαραληφθεῖσα”与主语“ἡ τοῦ Πνεύματος δύναμις”在性、数、格上一致,其间插入了并列的介词短语(“ἐν τῇ ζωοποιῷ δυνάμει... καὶ ἐν πολλοῖς ἑτέροις”),最终引向主要动词“ἔχει”。“τὸ ἀχώριστον”为中性单数形容词实质化,用作宾语。
- 189ὡς εὐαγὲς εἶναι οἴεσθαι τὴν ἐν τοῖς καταδεεστέροις τῶν ὀνομάτων κοινωνίαν συγχωροῦντας τῷ Πνεύματι, τῶν ὑπεραιρόντων κρίνειν ἀνάξιον.
“ὡς”引导带有不定式“εἶναι οἴεσθαι”的结果或方式从句。分词宾格“συγχωροῦντας”作为不定式“κρίνειν”的逻辑主语,支配宾语“τὴν... κοινωνίαν”。整句构成一个嵌套的“宾格加不定式”结构:认为“那些在次要名号上准予相通的人却判定其不配享有更高名号”这一做法乃是“虔敬的”(εὐαγές)。
- 189τεκμήριον δὲ ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ καὶ τῶν καταδεεστέρων ἐπονομάζεται
句首的“τεκμήριον δέ”是省略了系词“ἐστί”的惯用论证句式,意为“其证据则是……”。随后的“ὅτι”从句充当“τεκμήριον”的同位语或主语内容。
