← 该撒利亚的巴西流

书信集

§188#4

关于离婚奸淫圣职资格及圣经诠释的教会法

作者理清了关于离婚与再婚中定为奸淫的判定准则,规定了关于誓拒圣职的教务通融、过失杀人的补赎期限、再婚者与取利者的圣职资格以及战时杀戮的处理,最后解答了关于创世与海洋生物的诗篇释经难题以及有关乃缦的圣经字句疑问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§188#4

ὥστε ἡ καταλιποῦσα, μοιχαλίς, εἰ ἐπʼ ἄλλον ἦλθεν ἄνδρα.1 ὁ δὲ καταλειφθεὶς συγγνωστός ἐστι, καὶ ἡ συνοικοῦσα τῷ τοιούτῳ οὐ κατακρίνεται. εἰ μέντοι ὁ ἀνὴρ ἀποστὰς τῆς γυναικός, ἐπʼ ἄλλην ἦλθε, καὶ αὐτὸς μοιχός, διότι ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ἡ συνοικοῦσα αὐτῷ μοιχαλίς, διότι ἀλλότριον ἄνδρα πρὸς ἑαυτὴν μετέστησεν. οἱ ὀμνύοντες μὴ καταδέχεσθαι τὴν λειροτονίαν, ἐξομνύμενοι, μὴ ἀναγκαζέσθωσαν ἐπιορκεῖν.2 εἰ γὰρ καὶ δοκεῖ τις εἶναι κανὼν ὁ συγχωρῶν τοῖς τοιούτοις, ἀλλὰ πείρᾳ ἐγνώκαμεν, ὅτι οὐκ εὐοδοῦνται οἱ παρορκήσαντες. σκοπεῖν δὲ δεῖ καὶ τὸ εἶδος τοῦ ὅρκου, καὶ τὰ ῥήματα, καὶ τὴν διάθεσιν ἀφʼ ἧς ὀμωμόκασι, καὶ τὰς κατὰ λεπτὸν ἐν τοῖς ῥήμασι προσθήκας· ὡς ἐὰν μηδεμία ᾖ μηδαμόθεν παραμυθία, χρὴ παντελῶς ἐᾷν τοὺς τοιούτους. τὸ μέντοι κατὰ Σευῆρον πρᾶγμα, ἤτοι τὸν ὑπὸ τούτου χειροτονηθέντα πρεσβύτερον, τοιαύτην τινά μοι δοκεῖ παραμυθίαν ἔχειν, εἰ καὶ σοι συνδοκεῖ. τὸν ἀγρὸν ἐκεῖνον τὸν ὑποκείμενον τῇ Μηστείᾳ, ᾧ ἐπεκηρύχθη ὁ ἄνθρωπος, κέλευσον Οὐασόδοις ὑποτελεῖν· οὕτω γὰρ κἀκεῖνος οὐ παρορκήσει μὴ ἀναχωρῶν τοῦ τόπου· καὶ ὁ Λογγῖνος, ἔχων τὸν Κυριακὸν μεθʼ ἑαυτοῦ, οὐκ ἐρημώσει τὴν ἐκκλησίαν, οὐδὲ τὴν ἑαυτοῦ ψυχὴν διὰ τὴς ἀργίας καταδικάσει. καὶ ἡμεῖς δόξομεν μὴ παρὰ κανόνας ποιεῖν τι, συμπεριφερόμενοι τῷ Κυριακῷ, ὀμόσαντι μὲν συμπαραμένειν Μινδανοῖς, καταδεξαμένῳ δὲ τὴν μετάθεσιν. ἡ γάρ ἐπάνοδος φυλακὴ ἔσται τοῦ ὅρκου. τὸ δὲ εἶξαι αὐτὸν τῇ οἰκονομίᾳ εἰς ἐπιορκίαν αὐτῷ οὐ λογισθήσεται, διὰ τὸ μὴ προσκεῖσθαι τῷ ὅρκῳ, μηδὲ πρὸς βραχὺ ἀναχωρήσειν Μινδάνων, ἀλλὰ παραμενεῖν εἰς τὸ ἐφεξῆς. Σευήρῳ δὲ προφασιζομένῳ τὴν λήθην ἡμεῖς συγχωρήσομεν, εἰπόντες, ὅτι τῶν κρυπτῶν γνώστης οὐ περιόψεται τὴν ἑαυτοῦ Ἐκκλησίαν ὑπὸ τοιούτου λυμαινομένην, ποιοῦντος μὲν ἀκανονίστως τὸ ἐξ ἀρχῆς, ὅρκῳ δὲ καταδεσμοῦντος παρὰ τὰ εὐαγγέλια, παρορκεῖν δὲ διδάσκοντος δι’ ὧν μετετέθη, ψευδομένου δὲ νῦν δι’ ὧν τὴν λήθην σχηματίζεται. ἐπειδὴ δὲ οὐκ ἐσμὲν καρδιῶν κριταί, ἀλλʼ ἐξ ὧν ἀκούομεν κρίνομεν, δῶμεν τῷ Κυρίῳ τὴν ἐκδίκησιν, αὐτοὶ δὲ ἀδιακρίτως αὐτὸν δεξώμεθα, συγγνώμην δόντες ἀνθρωπίνῳ πάθει τῇ λήθῃ. Ὁ δὲ τὸν ἀκούσιον ποιήσας φόνον ἀρκούντως ἐξεπλήρωσε τὴν δίκην ἐν τοῖς ἕνδεκα ἔτεσι. δῆλον γὰρ ὅτι ἐπὶ τῶν πληγέντων τὰ Μωυσέως παρατηρήσομεν· καὶ τὸν κατακλιθέντα μὲν ἐπὶ τῶν πληγῶν ἃς ἔλαβε, βαδίσαντα δὲ πάλιν ἐπὶ τῇ ῥάβδῳ αὐτοῦ, οὐ λογισόμεθα πεφονεῦσθαι. εἰ δὲ καὶ οὐκ ἐξανέστη μετὰ τὰς πληγάσ—ἀλλʼ οὖν τῷ μὴ προελέσθαι αὐτὸν ἀνελεῖν ὁ τυπτήσας φονευτὴς μέν, ἀλλʼ ἀκούσιος διὰ τὴν πρόθεσιν.3 Τοὺς διγάμους παντελῶς ὁ κανὼν τῆς ὑπηρεσίας ἀπέκλεισε. Τοὺς ἐν πολέμοις φόνους οἱ πατέρες ἡμῶν ἐν τοῖς φόνοις οὐκ ἐλογίσαντο· ἐμοὶ δοκεῖν, συγγνώμην δόντες τοῖς ὑπὲρ σωφροσύνης καὶ εὐσεβείας ἀμυνομένοις. τάχα δὲ καλῶς ἔχει συμβουλεύειν, ὡς τὰς χεῖρας μὴ καθαροὺς τριῶν ἐτῶν τῆς κοινωνίας μόνης ἀπέχεσθαι. Ὁ τόκους λαμβάνων, ἐὰν καταδέξηται τὸ ἄδικον κέρδος εἰς πτωχοὺς ἀναλῶσαι, καὶ τοῦ λοιποῦ τοῦ νοσήματος τῆς φιλοχρηματίας ἀπαλλαγῆναι, δεκτός ἐστιν εἰς ἱερωσύνην. Θαυμάζω δέ σου, τὴν γραμματικὴν ἀκρίβειαν ἐπὶ τῆς Γραφῆς ἀπαιτοῦντος,4 καὶ λογιζομένου ὅτι ἠναγκασμένη ἐστὶν ἡ λέξις τῆς ἑρμηνείας τὸ αὑτῆς εὔσημον ἐκδιδούσης, οὐ τὸ κυρίως ὑπὸ τῆς Ἑβραϊκῆς φωνῆς σημαινόμενον μετατιθείσης. ἐπεὶ δὲ δεῖ μὴ ἀργῶς παρελθεῖν τὸ ὑπʼ ἀνδρὸς ζητητικοῦ κινηθὲν πρόβλημα, τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης καὶ ἐν τῇ κοσμοποιίᾳ τὴν αὐτὴν ἔλαχον γένεσιν. ἐκ τῶν ὑδάτων γὰρ ἐξήχθη ἀμφότερα τὰ γένη. τὸ δὲ αἴτιον, ὅτι ταὐτόν ἐστιν ἑκατέροις ἰδίωμα. τὰ μὲν γὰρ διανήχεται τὸ ὕδωρ τὰ δὲ ἐπινήχεται τῷ ἀέρι. διὰ τοῦτο μὲν οὖν κοινῇ αὐτῶν ἐπεμνήσθη. τὸ δὲ σχῆμα τοῦ λόγου ὡς μὲν πρὸς τοὺς ἰχθύας ἀκαταλλήλως ἀποδοθέν, ὡς δὲ πρὸς πάντα τὰ ἐν ὕδασι διαιτώμενα καὶ πάνυ οἰκείως. τὰ γὰρ πετεινὰ τοῦ οὐρανοῦ ὑποτέτακται τῷ ἀνθρώπῳ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης· καὶ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ πάντα τὰ διαπορευόμενα τρίβους θαλασσῶν. οὐ γὰρ εἴ τι ἔνυδρον, καὶ ἰχθύς ἐστιν, ὡς τὰ κητώδη, φάλαιναι, καὶ ζύγαιναι, καὶ δελφῖνες, καὶ φῶκαι, καὶ προσέτι ἵπποι, καὶ κύνες, καὶ πρίονες, καὶ ξιφίαι, καὶ οἱ θαλάσσιοι βοῦς, εἰ δὲ βούλει, καὶ ἀκάληφαι, καὶ κτένες, καὶ τὰ ὀστρακόρινα πάντα, ὧν οὐδέν ἐστιν ἰχθύς, καὶ πάντα ἃ διαπορεύεται τρίβους θαλασσῶν· ὡς εἶναι τρία τὰ γένη, πετεινὰ οὐρανοῦ, ἰχθύας θαλάσσης, καὶ ὅσα τῶν ἐνύδρων τοῖς ἰχθύσιν ἀντιστελλόμενα διαπορεύονται καὶ αὐτὰ τὰς τρίβους θαλασσῶν. Ὁ δὲ Νεεμᾶν οὐχὶ μέγας παρὰ Κυρίῳ, ἀλλὰ παρʼ αὐτῷ τῷ κυρίῳ αὐτοῦ· τουτέστι, τῶν παραδυναστευόντων ἦν τῷ βασιλεῖ τῶν Σύρων. πρόσεχε οὖν ἀκριβῶς τῇ Γραφῇ καὶ αὐτόθεν εὑρήσεις τὴν λύσιν τοῦ ζητήματος.

因此,离弃丈夫的妇人,若是归了别的男人,便是淫妇;但被离弃的丈夫是应当受到宽容的,与这样的男人同居的妇人亦不受定罪。然而,若是丈夫离弃妻子而归了别的女人,他自己亦是奸淫者,因为他使她犯了奸淫;与他同居的妇人亦是淫妇,因为她将别人的丈夫转移到了自己身边。 那些起誓不接受按立之人,在郑重起誓之后,不当被强迫去背誓。因为纵使似乎有某种规程准许宽待此类人,但我们凭经验已知,背誓之人绝不得亨通。然而,亦应当考察誓言的形式、字句、起誓时的存心以及在字句中所作的细微附加;若从各方面看皆无任何可通融之处,则必须彻底任凭此类人。然而,关于塞维鲁之事,即由他所按立的长老之事,若你亦表赞同,在我看来似乎含有某种通融的余地。那隶属于梅斯泰亚的田庄——即该人被公布授职之处——请吩咐它向瓦索达完纳赋税;因为如此一来,那人既不离开该地,便不会背誓;而朗吉努斯将基里亚科斯留在身边,既不会使教会荒废,亦不会因怠慢职守而定自己灵魂的罪。并且我们通融基里亚科斯——他虽起誓留在民达纳人中间,却接受了调任——亦不会被视为有违规程。因为重返原处便构成了对誓言的遵守。至于他顺从教务处置一事,亦不致被归咎为背誓,因为在誓言中并未附加上甚至短时间内亦不得离开民达纳,而只是说往后须留下来。对于借口遗忘的塞维鲁,我们将予以宽容,并声明:鉴察隐秘事者必不坐视自己的教会受此类人之毁伤;此人自始便行事不合规程,违背福音以誓言捆绑人,因调动之故教人背誓,如今又以假托遗忘而说谎。但既然我们不是人心的审判者,而是凭所听见的来判断,便将申冤归给主,我们自己则毫无分别地接纳他,赦免遗忘这一人性软弱。 至于行了过失杀人的人,在十一年之中已充分服满了惩处。因为显而易见,对于受击打之人,我们将谨守摩西的条例:那因所受的击打而卧床、随后又扶杖行走的,我们便不算他被杀害。但纵使他在受击打之后未能起来——然而由于并非有意取其性命,施打者虽是杀人者,却因其意图而属于过失。 对于再婚者,规程已彻底将其排除在圣职服务之外。 对于在战争中的杀戮,我们的先父们并未将其计入谋杀之列;依我之见,乃是将宽恕给予了那些为了节制与虔敬而自卫的人。不过,劝告他们作为双手不洁净之人,在三年之内仅远离圣餐交通,或许亦是恰当的。 受取利息之人,若接受将不义之财用在穷人身上,并在今后摆脱贪财的病症,便可被接纳进入圣职。 然而我赞叹你,既对圣经要求文法上的严谨,又认为尽管翻译表达的是其自身的明晰,并未将希伯来语声音所本然指示的含义置换过来,字句却受必然束缚。但既然不可懈怠地放过一位好学探求之人所提出的问题:空中的飞鸟与海里的游鱼在天地造化之中获得了同样的起源,因为两个族类皆是从水中引出的。其缘由在于,二者具有相同的特性:一者游弋穿行于水,另一者则翱翔漂浮于空。因此之故,圣经乃将它们相提并论。然而这一修辞表达,虽说若单就鱼类而言乃是不相称的,但若就一切栖息于水中的造物而言则是极为贴切的。因为空中的飞鸟已顺服于人,海里的游鱼亦然;不仅它们自身,凡行经海洋路径的一切亦然。因为并非凡水中之物皆是鱼类,正如鲸类动物——座头鲸、双髻鲨、海豚和海豹,以及海马、海狗、锯鳐、剑鱼与海牛,若你愿意,还有水母、扇贝以及一切甲壳贝类,其中无一是鱼,却皆是行经海洋路径之物;因此族类共有三种:空中的飞鸟、海里的游鱼,以及与鱼类相区别、自身亦行经海洋路径的水生生物。 而乃缦并非在主面前为大,而是在他自己的主人面前为大;也就是说,他是叙利亚王身边的显赫侍臣。因此,请严谨注目于圣经,你便能从经文本身寻得该问题的解答。

语法注4 条
  1. 188ὥστε ἡ καταλιποῦσα, μοιχαλίς, εἰ ἐπʼ ἄλλον ἦλθεν ἄνδρα

    此为主句中省略系动词 ἐστί 的名词性谓语结构。条件从句 εἰ ἐπʼ ἄλλον ἦλθεν ἄνδρα 修饰实质化分词 ἡ καταλιποῦσα(“离弃丈夫的女人”),构成有条件的判定:“离夫之妇若归了别的人,便是淫妇”,承接上文关于妻子不可单方面离弃婚姻的讨论。

  2. 188οἱ ὀμνύοντες μὴ καταδέχεσθαι τὴν λειροτονίαν, ἐξομνύμενοι, μὴ ἀναγκαζέσθωσαν ἐπιορκεῖν

    分词短语 οἱ ὀμνύοντες... ἐξομνύμενοι 置于句首,充当被动第三人称命令式 μὴ ἀναγκαζέσθωσαν 的主语。原文字样 λειροτονίαν 系 χειροτονίαν(“按立/按手礼”)的传抄异写或误抄。ἐξομνύμενοι 与 ὀμνύοντες 构成加重语气的同义并用,意为“郑重起誓放弃/拒受”。

  3. 188εἰ δὲ καὶ οὐκ ἐξανέστη μετὰ τὰς πληγάσ—ἀλλʼ οὖν τῷ μὴ προελέσθαι αὐτὸν ἀνελεῖν ὁ τυπτήσας φονευτὴς μέν, ἀλλʼ ἀκούσιος διὰ τὴν πρόθεσιν.

    破格句(anacoluthon)。条件从句 εἰ δὲ καὶ οὐκ ἐξανέστη... 并未接续常规的主句而在此中断,转而由 ἀλλʼ οὖν(“无论如何/终究”)引出带有原因与格定冠词不定词 τῷ μὴ προελέσθαι(“因其并未决意”)的主干陈述。施打者在法律上被定为过失杀人,正是基于其缺乏杀害的意图(πρόθεσις)。

  4. 188Θαυμάζω δέ σου, τὴν γραμματικὴν ἀκρίβειαν ἐπὶ τῆς Γραφῆς ἀπαιτοῦντος

    动词 θαυμάζω(“赞叹/惊奇”)支配人物属格 σου,其后并列的分词短语 ἀπαιτοῦντος... καὶ λογιζομένου 与该属格保持一致,表达惊叹的缘由或情态(“赞叹你要求……并考虑到……”)。这是表示情感的动词直接支配人称属格的古典用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:188#4