← 该撒利亚的巴西流

书信集

§189#1

致欧斯塔修斯与驳斥神学诽谤的决意

作者赞扬首席御医欧斯塔修斯的医术及其对灵魂的抚慰,并引述伊索寓言,决心以真理驳斥仇敌所施加的“三神论”与“撒伯流主义”等无端诽谤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§189#1

Εὐσταθίῳ ἀρχιάτρῳ. Ἔστι μὲν καὶ πᾶσιν ὑμῖν τοῖς τὴν ἰατρικὴν μετιοῦσι φιλανθρωπία τὸ ἐπιτήδευμα. καί μοι δοκεῖ τῶν κατὰ τὸν βίον σπουδαζομένων ἁπάντων ὁ τὴν ὑμετέραν προτιθεὶς ἐπιστήμην ἐπιτυχεῖν ἂν τῆς πρεπούσης κρίσεως,1 καὶ μὴ διαμαρτεῖν τοῦ προσήκοντος· εἴπερ τὸ πάντων προτιμότατον, ἡ ζωή, φευκτόν ἐστι καὶ ἐπώδυνον, ἐὰν μὴ μεθʼ ὑγείας ἐξῇ ταύτην ἔχειν· ὑγείας δὲ χορηγὸς ἡ ὑμετέρα τέχνη. ἀλλά σοι διαφερόντως περιδέξιός ἐστιν ἡ ἐπιστήμη, καὶ μείζονας ποιεῖς σεαυτῷ τῆς φιλανθρωπίας τοὺς ὅρους, οὐ μέχρι τῶν σωμάτων περιορίζων τὴν ἐκ τῆς τέχνης χάριν, ἀλλὰ καὶ τῶν ψυχικῶν ἀρρωστημάτων ἐπινοῶν τὴν διόρθωσιν. ταῦτα δὲ λέγω, οὐ μόνον ταῖς τῶν πολλῶν φήμαις ἑπόμενος, ἀλλὰ καὶ τῇ κατʼ ἐμαυτὸν διδαχθεὶς πείρᾳ, ἐν πολλοῖς τε ἄλλοις, καὶ διαφερόντως νῦν ἐν τῇ τῶν ἐχθρῶν ἡμῶν ἀνεκδιηγήτῳ κακίᾳ· ἣν ῥεύματος πονηροῦ δίκην κατὰ τῆς ζωῆς ἡμῶν ἐπιρρυεῖσαν εὐμηχάνως διέχεας, τὴν βαρεῖαν ταύτην φλεγμονὴν τῆς καρδίας ἡμῶν τῇ ἐπαντλήσει τῶν παρηγορικῶν λόγων διαφορήσας. ἐγὼ γάρ, πρὸς τὴν ἐπάλληλον τῶν ἐχθρῶν ἡμῶν καὶ ποικίλην καθʼ ἡμῶν ἐπιχείρησιν ἀποβλέπων, σιωπᾷν ᾤμην δεῖν καὶ δέχεσθαι καθʼ ἡσυχίαν τὰ ἐπαγόμενα, μηδὲ ἀντερεῖν τοῖς καθωπλισμένοις τῷ ψεύδει, τῷ πονηρῷ τούτῳ ὅπλῳ, τῷ καὶ διὰ τῆς ἀληθείας πολλάκις τὴν ἀκμὴν εἰσωθοῦντι. σὺ δέ, καλῶς ποιῶν, μὴ καταπροδιδόναι τὴν ἀλήθειαν ἐνεκελεύου, ἀλλὰ διελέγχειν τοὺς συκοφάντας, ὡς ἂν μὴ πολλοὶ παραβλαβεῖεν, κατευημεροῦντος τῆς ἀληθείας τοῦ ψεύδους. Ἔδοξαν οὖν μοι παραπλήσιόν τι ποιεῖν τῷ Αἰσωπείῳ μύθῳ οἱ τὸ ἀπροφάσιστον καθʼ ἡμῶν ἀναλαβόντες μῖσος. ὡς γὰρ ἐκεῖνος ἐγκλήματά τινα τῷ ἀρνίῳ τὸν λύκον προφέρειν ἐποίησεν,2 αἰσχυνόμενον δῆθεν τὸ δοκεῖν ἄνευ δικαίας προφάσεως ἀναιρεῖν τὸν μηδὲν προλυπήσαντα· τοῦ δὲ ἀρνὸς πᾶσαν τὴν ἐκ συκοφαντίας ἐπαγομένην αἰτίαν εὐχερῶς διαλύοντος, μηδὲν μᾶλλον ὑφίεσθαι τῆς ὁρμῆς τὸν λύκον, ἀλλὰ τοῖς μὲν δικαίοις ἡττᾶσθαι, τοῖς δὲ ὀδοῦσι νικᾷν· οὕτως οἷς τὸ καθʼ ἡμῶν μῖσος ὥς τι τῶν ἀγαθῶν ἐσπουδάσθη, ἐρυθριῶντες τάχα τὸ δοκεῖν ἄνευ αἰτίας μισεῖν, αἰτίας πλάττουσι καθʼ ἡμῶν καὶ ἐγκλήματα· καὶ οὐδενὶ τῶν λεγομένων μέχρι παντὸς ἐπιμένουσιν, ἀλλὰ νῦν μὲν τοῦτο, μετʼ ὀλίγον δὲ ἄλλο, καὶ αὖθις ἕτερον τῆς καθʼ ἡμῶν δυσμενείας τὸ αἴτιον λέγουσι. βέβηκε δὲ αὐτοῖς ἐπʼ οὐδενὸς ἡ κακία· ἀλλʼ ὅταν τούτου τοῦ ἐγκλήματος ἀποσεισθῶσιν, ἑτέρῳ προσφύονται, καὶ ἀπʼ ἐκείνου πάλιν καταλαμβάνουσιν ἕτερον· κἂν πάντα διαλυθῇ τὰ ἐγκλήματα, τοῦ μισεῖν οὐκ ἀφίστανται. τρεῖς θεοὺς πρεσβεύεσθαι παρʼ ἡμῶν αἰτιῶνται, καὶ περιηχοῦσι τὰς ἀκοὰς τῶν πολλῶν, καὶ πιθανῶς κατασκευάζοντες τὴν διαβολὴν ταύτην οὐ παύονται. ἀλλʼ ὑπερμάχεται ἡμῶν ἡ ἀλήθεια, καὶ ἐν κοινῷ πρὸς πάντας καὶ ἰδίᾳ πρὸς τοὺς ἐντυγχάνοντας δεικνύντων ἡμῶν,3 ὅτι ἀνατεθεμάτισται παρʼ ἡμῶν πᾶς ὁ τρεῖς λέγων θεούς, καὶ οὐδὲ Χριστιανὸς εἶναι κρίνεται. ἀλλʼ ὅταν τοῦτο ἀκούσωσι, πρόχειρος αὐτοῖς καθʼ ἡμῶν ὁ Σαβέλλιος, καὶ ἡ ἐξ ἐκείνου νόσος ἐπιθρυλλεῖται τῷ ἡμετέρῳ λόγῳ. πάλιν καὶ πρὸς τοῦτο ἡμεῖς τὸ σύνηθες ὅπλον τὴν ἀλήθειαν προβαλλόμεθα, δεικνύντες ὅτι ἐπίσης τῷ Ἰουδαϊσμῷ καὶ τὴν τοιαύτην αἵρεσιν φρίττομεν.

致首席御医欧斯塔修斯。 对于你们所有从事医术的人而言,仁爱乃是本职。在我看来,在人生所追求的一切事物中,凡将你们的学问置于首位的人,必能达致恰当的判断,而不致错失适宜的标准;因为万物中最可宝贵的生命,若不能伴随健康而拥有,便成了令人避之不及且痛苦不堪之物;而健康的提供者正是你们的技术。但在你身上,知识格外精湛完备,你为自己开拓了更广阔的仁爱境界,不仅未将技术带来的恩泽局限于肉体,更谋求灵魂疾患的矫正。我说这番话,不仅是循从众人的口传,也是通过我自身的经历受了教益——在许多其他事情上如此,尤在如今我们仇敌那不可言说的恶毒中更是如此;这恶毒如同一股恶浊的奔流冲击我们的生命,而你却以精巧的手段将其消散,借着不断注入抚慰之言,排解了我们心中这沉重的炎症。因为我先前目睹仇敌对我们接二连三、花样百出的进犯,本以为应当保持缄默,在平静中承受所降临的一切,不与那些以谎言为武装的人抗辩——谎言正是这种恶毒的武器,它屡屡穿透真理而将其刃尖刺入内里。但你却出于良善,嘱咐我不当弃绝背叛真理,而当驳斥诽谤者,免得在谎言压制真理之时,许多人遭受连带的损害。 因此,那些对我们怀有无端仇恨的人,在我看来所作所为正与伊索寓言极为相似。因为正如寓言作者描写的那样:狼向羊羔提出某些指控,仿佛是因被人看似毫无正当借口去残害未曾伤害过它分毫的羊羔而感到羞惭;而当羊羔轻而易举地化解了因诬告而带来的每项罪状时,狼却丝毫没有收敛其扑食的冲劲,反而在正理上虽已败退,却以利齿取胜;同样,那些将对我们的仇恨当作善事来追求的人,或许也因被看似无端怀恨而满面羞惭,便捏造针对我们的借口与指控;对于所说的一切,他们绝不坚持到底,而是忽而说这是缘由,片刻之后又说那是缘由,旋即又提出另一事由作为对我们怀有敌意的原委。他们的恶意未曾立足于任何确凿的事实之上;一旦从这项指控中被摆脱,他们便附着于另一项,又从那一项转而抓住又一项;即便所有的指控都被化解,他们亦不放弃仇恨。他们指责我们宣扬三位神,在众人的耳际鼓噪回荡,毫不停歇地巧言构造这一诽谤。然而真理为我们而战,因为我们无论是在公开对所有人、还是在私下对与我们相遇的人都表明:凡主张三位神者,皆已被我们绝罚,甚至被判定根本不是基督徒。可是当他们听闻此言,撒伯流又成了他们用来对付我们的现成工具,从他而来的病症又被妄加在我们的话语教义之上。面对这种言论,我们再次亮出真理这件惯常的武器,表明我们对这种异端如同对犹太教一样深感战栗与憎恶。

语法注3 条
  1. 189ἐπιτυχεῖν ἂν τῆς πρεπούσης κρίσεως

    依附于主动词 δοκεῖ 的 ἄν 搭配不定式结构。它是由带有 ἄν 的潜能希求法(相当于 ἂν ἐπιτύχοι)转化而来的间接陈述,表达推测或盖然性(“必能达致恰当的判断”),并与后文的条件分句 εἴπερ ... ἐστιν 相呼应。

  2. 189ὡς γὰρ ἐκεῖνος ἐγκλήματά τινα τῷ ἀρνίῳ τὸν λύκον προφέρειν ἐποίησεν

    动词 ποιέω 用于作家或寓言作者时,意为“描写”、“表现为”,支配着一个对格带不定式结构(τὸν λύκον ... προφέρειν ... μηδὲν μᾶλλον ὑφίεσθαι),勾勒出伊索对狼的行为描写的句子骨架。

  3. 189δεικνύντων ἡμῶν

    属格绝对结构。尽管其逻辑主语与主句中的代词宾语 ἡμῶν(ὑπερμάχεται ἡμῶν,“真理为我们而战”)指代相同,但在语法上仍构成了独立的属格绝对小句,表达伴随状况或原因(“因为我们表明……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:189#1