- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:188#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了重罪之人的悔改期限、由手斧伤人引发的过失与故意杀人之间的细致区分,以及关于离异的主之诫命与教会惯习之间的差异。
Ἀρρενοφθόροι καὶ ζωοφθόροι, καὶ φονεῖς, καὶ φαρμακοί, καὶ μοιχοί, καὶ εἰδωλολάτραι τῆς αὐτῆς καταδίκης εἰσὶν ἠξιωμένοι. ὥστε ὃν ἔχεις ἐπὶ τῶν ἄλλων τύπον, καὶ ἐπὶ τούτων φύλαξον. τοὺς δὲ ἐν τριάκοντα ἔτεσι μετανοήσαντας ἐπὶ τῇ ἀκαθαρσίᾳ, ἣν ἐν ἀγνοίᾳ ἔπραξαν, οὐδʼ ἀμφιβάλλειν ἡμᾶς προσῆκεν εἰς τὸ παραδέξασθαι.1 ἥ τε γὰρ ἄγνοια συγγνώμης ἀξίους αὐτοὺς ποιεῖ, καὶ τὸ ἑκούσιον τῆς ἐξαγορεύσεως, καὶ ἡ παράτασις ἐν τοσούτῳ χρόνῳ γενομένη. σχεδὸν γὰρ ὅλην γενεὰν ἀνθρώπου παρεδόθησαν τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ ἀσχημονεῖν. ὥστε κέλευσον αὐτοὺς ἤδη ἀνυπερθέτως δεχθῆναι, μάλιστα εἰ καὶ δάκρυα ἔχουσι δυσωποῦντά σου τὴν εὐσπλαγχνίαν, καὶ βίον ἐπιδείκνυνται ἄξιον συμπαθείας. Ὁ ἀξίνῃ παρὰ τὸν θυμὸν κατὰ τῆς ἑαυτοῦ γαμετῆς χρησάμενος φονεύς ἐστι. καλῶς δέ με ὑπέμνησας καὶ ἀξίως τῆς σεαυτοῦ συνέσεως εἰπεῖν περὶ τούτων πλατύτερον· διότι πολλαὶ ἐν τοῖς ἑκουσίοις καὶ ἀκουσίοις διαφοραί. ἀκούσιον μὲν γάρ ἐστι παντελῶς καὶ πόρρω τοῦ κατάρξαντος τὸ ἀκοντίσαντα λίθον ἐπὶ κύνα ἢ δένδρον ἀνθρώπου τυχεῖν.2 ἡ μὲν γὰρ ὁρμὴ ἦν τὸ θηρίον ἀμύνασθαι, ἢ τὸν καρπὸν κατασεῖσαι· ὑπέβη δὲ αὐτομάτως τῇ πληγῇ κατὰ πάροδον ὁ παραπεσών· ὥστε τὸ τοιοῦτον ἀκούσιον. ἀκούσιον μέντοι καὶ εἴ τις βουλόμενος ἐπιστρέψαι τινά, ἱμάντι ἢ ῥάβδῳ μὴ σκληρᾷ τύπτοι, ἀποθάνῃ δὲ ὁ τυπτόμενος. ἡ γὰρ πρόθεσις ἐνταῦθα σκοπεῖται, ὅτι βελτιῶσαι ἠβούλετο τὸν ἁμαρτάνοντα, οὐκ ἀνελεῖν. ἐν τοῖς ἀκουσίοις ἐστὶ κἀκεῖνο, τὸ ἀμυνόμενόν τινα ἐν μάχῃ ξύλῳ ἢ χειρί, ἀφειδῶς ἐπὶ τὰ καίρια τὴν πληγὴν ἐνεγκεῖν, ὥστε κακῶσαι αὐτόν, οὐχ ὥστε παντελῶς ἀνελεῖν. ἀλλὰ τοῦτο ἤδη προσεγγίζει τῷ ἑκουσίῳ. ὁ γὰρ τοσούτῳ χρησάμενος ὀργάνῳ πρὸς ἄμυναν, ἢ ὁ μὴ πεφεισμένως τὴν πληγὴν ἐπαγαγών, δῆλός ἐστι, διὰ τὸ κεκρατῆσθαι ὑπὸ τοῦ πάθους, ἀφειδῶν τοῦ ἀνθρώπου. ὁμοίως καὶ ὁ ξύλῳ βαρεῖ, καὶ ὁ λίθῳ μείζονι τῆς δυνάμεως τῆς ἀνθρωπίνης χρησάμενος, τοῖς ἀκουσίοις ἐναριθμεῖται, ἄλλο μέν τι προελόμενος, ἄλλο δέ τι ποιήσας. ὑπὸ γὰρ τοῦ θυμοῦ τοιαύτην ἤνεγκε τὴν πληγήν, ὥστε ἀνελεῖν τὸν πληγέντα· καίτοι ἡ σπουδὴ ἦν αὐτῷ συντρίψαι τυχόν, οὐχὶ δὲ καὶ παντελῶς θανατῶσαι. ὁ μέντοι ξίφει χρησάμενος, ἢ ᾡτινιοῦν τοιούτῳ, οὐδεμίαν ἔχει παραίτησιν· καί μάλιστα ὁ τὴν ἀξίνην ἀκοντίσας. καὶ γὰρ οὐδὲ ἀπὸ χειρὸς φαίνεται πλήξας, ὥστε τὸ μέτρον τῆς πληγῆς ἐπʼ αὐτῷ εἶναι, ἀλλʼ ἠκόντισεν, ὥστε καὶ τῷ βάρει τοῦ σιδήρου, καὶ τῇ ἀκμῇ, καὶ τῇ διὰ πλείστου φορᾷ, ὀλεθρίαν ἀναγκαίως τὴν πληγὴν γενέσθαι. Ἑκούσιον δὲ πάλιν παντελῶς, καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχον, οἷόν ἐστι τὸ τῶν λῃστῶν καὶ τὸ τῶν πολεμικῶν ἐφόδων. οὗτοι μὲν γὰρ διὰ χρήματα ἀναιροῦσι, τὸν ἔλεγχον ἀποφεύγοντες· οἵ τε ἐν τοῖς πολέμοις ἐπὶ φόνους ἔρχονται, οὔτε φοβῆσαι, οὔτε σωφρονίσαι, ἀλλʼ ἀνελεῖν τοὺς ἐναντιουμένους ἐκ τοῦ φανεροῦ προαιρούμενοι. καὶ μέντοι, κἄν δι’ ἄλλην τινὰ αἰτίαν περίεργον φάρμακόν τις ἐγκεράσῃ, ἀνέλῃ δέ, ἑκούσιον τιθέμεθα τὸ τοιοῦτον· οἷον ποιοῦσιν αἱ γυναῖκες πολλάκις, ἐπαοιδαῖς τισι καὶ καταδέσμοις πρὸς τὸ ἑαυτῶν φίλτρον ἐπάγεσθαί τινας πειρώμεναι, καὶ προσδιδοῦσαι αὐτοῖς φάρμακα, σκότωσιν ἐμποιοῦντα ταῖς διανοίαις. αἱ τοιαῦται τοίνυν ἀνελοῦσαι, εἰ καὶ ἄλλο προελόμεναι ἄλλο ἐποίησαν, ὅμως διὰ τὸ περίεργον καὶ ἀπηγορευμένον τῆς ἐπιτηδεύσεως ἐν τοῖς ἑκουσίως φονεύουσι καταλογίζονται. καὶ αἱ τοίνυν τὰ ἀμβλωθρίδια διδοῦσαι φάρμακα φονεύτριαί εἰσι καὶ αὐταί, καὶ αἱ δεχόμεναι τὰ ἐμβρυοκτόνα δηλητήρια. ταῦτα μὲν εἰς τοσοῦτον. Ἡ δὲ τοῦ Κυρίου ἀπόφασις, κατὰ μὲν τὴν τῆς ἐννοίας ἀκολουθίαν ἐξ ἴσου καὶ ἀνδράσι καὶ γυναιξὶν ἁρμόζει, περὶ τοῦ μὴ ἐξεῖναι γάμου ἐξίστασθαι, παρεκτὸς λόγου πορνείας. ἡ δὲ συνήθεια οὐχ οὕτως ἔχει, ἀλλʼ ἐπὶ μὲν τῶν γυναικῶν πολλὴν εὑρίσκομεν ἀκριβολογίαν, τοῦ μὲν ἀποστόλου λέγοντος· Ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι· τοῦ δὲ Ἱερεμίου· Ὅτι, ἐὰν γένηται γυνὴ ἀνδρὶ ἑτέρῳ, οὐκ ἐπιστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, ἀλλὰ μιαινομένη μιανθήσεται· καὶ πάλιν· Ὁ ἔχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. ἡ δὲ συνήθεια καὶ μοιχεύοντας ἄνδρας καὶ ἐν πορνείαις ὄντας κατέχεσθαι ὑπὸ γυναικῶν προστάσσει. ὥστε ἡ τῷ ἀφειμένῳ ἀνδρὶ συνοικοῦσα οὐκ οἶδα εἰ δύναται μοιχαλὶς χρηματίζειν· τὸ γὰρ ἔγκλημα ἐνταῦθα τῆς ἀπολυσάσης τὸν ἄνδρα ἅπτεται, κατὰ ποίαν αἰτίαν ἀπέστη τοῦ γάμου. εἴτε καὶ τυπτομένη, μὴ φέρουσα τὰς πληγάς, ὑπομένειν ἐχρῆν μᾶλλον ἢ διαζευχθῆναι τοῦ συνοικοῦντος· εἴτε τὴν εἰς τὰ χρήματα ζημίαν μὴ φέρουσα, οὐδὲ αὕτη ἡ πρόφασις ἀξιόλογος.3 εἰ δὲ διὰ τὸ ἐν πορνείᾳ αὐτὸν ζῇν, οὐκ ἔχομεν τοῦτο ἐν τῇ συνηθείᾳ τῇ ἐκκλησιαστικῇ τὸ παρατήρημα· ἀλλὰ καὶ ἀπίστου ἀνδρὸς χωρίζεσθαι οὐ προσετάχθη γυνή, ἀλλὰ παραμένειν, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;
男色者、兽奸者、杀人犯、巫术师、奸淫者与拜偶像者,皆被判定当受同样的定罪。因此,你对其他人所持的法规成式,亦当谨守应用于这些人。至于那些为自己在无知中所犯的不洁悔改了三十年之人,我们甚至不当对予以接纳产生丝毫迟疑。因为无知使他们配得赦免,他们自愿的认罪以及在如此长久时间里的持守亦是如此;盖因他们几乎有整整一代人的时间被交给了撒但,为要受管教而不再行事不检。因此,请吩咐如今毫不拖延地接纳他们,特别是如果他们亦流下了恳求你怜悯的泪水,并展现出配得同情的生活。 因愤怒而对其妻子使用手斧之人,乃是杀人犯。你提醒我当就这些事更广泛地论述,这不仅恰当,亦符合你自己的聪慧;盖因在故意与过失之间存在着诸多差别。因为凡向狗或树投掷石块却击中了人的情况,乃是完全出于过失且与起始者的本意相去甚远;盖因其冲动本是为了驱赶野兽或摇落果实,但在途中路过之人却偶然承受了这一打击,因此此类情形属于过失。再者,若有人意在规劝某人,便以皮带或并不坚硬的棍棒施打,而被击打者却死去了,这亦属于过失;因为在此处所考查的是意图,即他本欲使犯过者改过迁善,而非将其杀害。在过失行为中亦包括这一种情形:即在争斗中以木棍或手抵御某人之人,毫不留情地击打要害,意在伤其身体,而非要彻底取其性命。但这已然接近于故意;因为那使用如此巨大之器械进行自卫者,或施加毫不留情之打击者,显然表明其因被激情所制伏而毫不顾惜人命。同样,使用沉重木棒之人,或使用超出人力之巨石之人,亦被列入过失之列,因其所谋者在一事,所成者在另一事;盖因在怒气之下他施加了足以致死受击者的重击,尽管其本意或许在于击伤,而非彻底夺其性命。然而,使用刀剑或任何此类武器之人,则绝无任何抗辩余地;特别是投掷手斧之人。因为他显然并非以手握持施打,以便打击的轻重仍由他掌控,而是将其投掷而出,以致由于铁器的分量、刃部的锋利以及长距离的冲力,这一击必然成为致命之灾。 相反,完全出于故意且毫无疑义的情形,则是如强盗和军队袭杀那样。因为这些人乃是为了财物、为逃避追查而杀人;而在战争中行杀戮之人,亦非为了恐吓或规劝,而是公然意图取反对者的性命。不仅如此,若有人因其他某种邪术的原因调配药物而致人死亡,我们亦将此类行为定为故意;正如妇人们屡屡所为的那样,企图以某些咒语和符咒将他人吸引到对自己的爱慕之中,并给他们服用使心智陷入昏昧的药物。因此,此类妇人若致人死亡,纵使所谋者在一事而所成者在另一事,但因其行径的邪术与见禁之性质,仍被归入故意杀人者之列。因此,施给堕胎药的妇人自身亦是杀人犯,那些领受杀胚毒药的妇人亦然。关于这些事,便谈到这里。 然而主的宣告,依其思想的脉络而言,对于不可离弃婚姻(除淫行之缘由外)的规定,平权地适用于男子与妇人。但惯习却非如此;相反,我们在妇人身上见到了极大的严苛,宗徒言道:“与娼妓联合的,便是与她成为一体”;耶利米言道:“妇人若归了别的男人,便不可回到她丈夫那里,而是必被玷污、大受玷污”;又言道:“蓄存淫妇的,乃是愚昧且不虔之人”。然而惯习却命令妇人们,纵使丈夫犯奸淫并陷于淫行之中,亦须挽留他们。因此,与被休之夫同居的妇人是否能被称为淫妇,我不得而知;因为在此处的控告乃是落在休夫的妇人身上,查问她究竟因何缘由离弃了婚姻。盖因纵使她遭殴打而无法忍受击打,她亦本当忍耐,而非与同居者分离;纵使她无法忍受财产上的损失,这一借口亦不值一提。若是因为丈夫生活在淫乱之中,我们在教会的惯习中并无这样的谨守规定;相反,甚至对于不信的丈夫,妇人亦未被吩咐与之分离,而是被吩咐留下来,因为结局尚不可知:“因为妇人哪,你怎么知道能否救你的丈夫呢?”
- 188τοὺς δὲ ἐν τριάκοντα ἔτεσι μετανοήσαντας ἐπὶ τῇ ἀκαθαρσίᾳ, ἣν ἐν ἀγνοίᾳ ἔπραξαν, οὐδʼ ἀμφιβάλλειν ἡμᾶς προσῆκεν εἰς τὸ παραδέξασθαι
句首的宾格短语 τοὺς... μετανοήσαντας 是句尾不定式 παραδέξασθαι 的语义宾语,通过话题化(前置)被提至句首。主句的核心是非人称动词 προσῆκεν(未完成过去时,表示当前的合理性或义务),后接不定式 ἀμφιβάλλειν,而介词加冠词不定式 εἰς τὸ παραδέξασθαι 则表示犹豫所指向的对象(“在接纳他们一事上迟疑”)。
- 188τὸ ἀκοντίσαντα λίθον ἐπὶ κύνα ἢ δένδρον ἀνθρώπου τυχεῖν
这是由中性单数冠词 τό 引导的带宾格的不定式短语,充当前文 ἀκούσιόν ἐστι 的主语。宾格分词 ἀκοντίσαντα 担任不定式 τυχεῖν(“击中、遇到”)的语义主语,而 τυχεῖν 支配属格宾语 ἀνθρώπου。
- 188εἴτε καὶ τυπτομένη, μὴ φέρουσα τὰς πληγάς, ὑπομένειν ἐχρῆν μᾶλλον ἢ διαζευχθῆναι τοῦ συνοικοῦντος· εἴτε τὴν εἰς τὰ χρήματα ζημίαν μὴ φέρουσα, οὐδὲ αὕτη ἡ πρόφασις ἀξιόλογος
在 εἴτε... εἴτε...(“无论是……还是……”)的并列结构中出现的一种句法不一致(破格句):前半句转入了非人称结构 ὑπομένειν ἐχρῆν(“本应当忍受”),而后面一节则转为名词谓语从句 οὐδὲ αὕτη ἡ πρόφασις ἀξιόλογος(“这一借口亦不值一提”)。主格分词 τυπτομένη 与 μὴ φέρουσα 在性数格上呼应语义上的主语(即休夫的妻子)。
