- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:188#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔就教会法规阐明了多项裁定:因应牧灵权宜对待禁欲派之洗礼;判定蓄意堕胎为杀人罪并处以十年忏悔期;废黜行奸淫的会吏之圣职但保留其平信徒共融;对三婚者施以分阶段的绝罚;在审验的前提下接纳临终悔改的异端者;以及断然破除守贞奉献者的不法结合。
Τὸ δὲ τῶν Ἐγκρατιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ, ὅτι ἵνʼ αὐτοὺς ἀπροσδέκτους ποιήσωσι τῇ Ἐκκλησίᾳ ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκαταλαμβάνειν βαπτίσματι·1 ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. νομίζω τοίνυν, ὅτι ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν φανερῶς διηγορευμένον, ἡμᾶς προσῆκεν ἀθετεῖν αὐτῶν τὸ βάπτισμα· κἄν τις ᾖ παρʼ αὐτῶν εἰληφώς, προσιόντα τῇ Ἐκκλησίᾳ βαπτίζειν. ἐὰν μέντοι μέλλοι τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον, καὶ τοῖς οἰκονομήσασι τὰ καθʼ ἡμᾶς πατράσιν ἀκολουθητέον. ὑφορῶμαι γὰρ μήποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμποδίσωμεν τοῖς σωζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν. εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσωπείτω. οὐ γὰρ ἀντιδιδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέν, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. παντὶ δὲ λόγῳ τυπωθήτω, τοὺς ἀπὸ τοῦ βαπτισμοῦ ἐκείνων προσερχομένους χρίεσθαι ἐπὶ τῶν πιστῶν δηλονότι, καὶ οὕτω προσιέναι τοῖς μυστηρίοις. οἶδα δὲ ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Ἰζοΐν, καὶ Σατρυνῖνον, ἀπʼ ἐκείνης ὄντας τῆς τάξεως, προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων. ὥστε τοὺς τῷ τάγματι ἐκείνων συνημμένους οὐκέτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς Ἐκκλησίας, οἷον κανόνα τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας ἐκθέμενοι διὰ τῆς τῶν ἐπισκόπων παραδοχῆς. Φθείρασα κατʼ ἐπιτήδευσιν, φόνου δίκην ὑπέχει.2 ἀκριβολογία δὲ ἐκμεμορφωμένου καὶ ἀνεξεικονίστου παρʼ ἡμῖν οὐκ ἔστιν.3 ἐνταῦθα γὰρ ἐκδικεῖται οὐ μόνον τὸ γεννηθησόμενον, ἀλλὰ καὶ αὐτὴ ἡ ἑαυτῇ ἐπιβουλεύσασα· διότι ὡς ἐπὶ τὸ πολὺ ἐναποθνήσκουσι ταῖς τοιαύταις ἐπιχειρήσεσιν αἱ γυναῖκες. πρόσεστι δὲ τούτῳ καὶ ἡ φθορὰ τοῦ ἐμβρύου, ἕτερος φόνος, κατά γε τὴν ἐπίνοιαν τῶν ταῦτα τολμῶντων. δεῖ μέντοι μὴ μέχρι τῆς ἐξόδου παρατείνειν αὐτῶν τὴν ἐξομολόγησιν, ἀλλὰ δέχεσθαι μὲν τὸ μέτρον τῶν δέκα ἐτῶν· ὁρίζειν δὲ μὴ χρόνῳ, ἀλλὰ τρόπῳ τῆς μετανοίας τὴν θεραπείαν. Διάκονος, μετὰ τὴν διακονίαν πορνεύσας, ἀπόβλητος μὲν τῆς διακονίας ἔσται· εἰς δὲ τὸν τῶν λαϊκῶν ἀπωσθεὶς τόπον, τῆς κοινωνίας οὐκ εἰρχθήσεται. διότι ἀρχαῖός ἐστι κανὼν τοὺς ἀπὸ βαθμοῦ πεπτωκότας τούτῳ μόνῳ τῷ τρόπῳ τῆς κολάσεως ὑποβάλλεσθαι· ἀκολουθησάντων, ὡς οἶμαι, τῶν ἐξ ἀρχῆς τῷ νόμῳ ἐκείνῳ4 τῷ, Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό· καὶ δι’ ἑτέραν δὲ αἰτίαν· ὅτι οἱ μὲν ἐν τῷ λαϊκῷ ὄντες τάγματι, ἐκβεβλημένοι τοῦ τόπου τῶν πιστῶν, πάλιν εἰς τὸν ἀφʼ οὗ ἐξέπεσον τόπον ἀναλαμβάνονται· ὁ δὲ διάκονος ἅπαξ ἔχει διαρκῆ τὴν δίκην τῆς καθαιρέσεως. ὡς οὖν οὐκ ἀποδιδομένης αὐτῷ τῆς διακονίας, ἐπὶ ταύτης ἔστησαν μόνης τῆς ἐκδικήσεως. ταῦτα μὲν οὖν τὰ ἐκ τῶν τύπων. καθόλου δὲ ἀληθέστερόν ἐστιν ἴαμα ἡ τῆς ἁμαρτίας ἀναχώρησις. ὥστε ὁ διὰ σαρκὸς ἡδονὴν ἀθετήσας τὴν χάριν, διὰ τοῦ συντριμμοῦ τῆς σαρκὸς καὶ πάσης δουλαγωγίας τῆς κατʼ ἐγκράτειαν ἀποστὰς τῶν ἡδονῶν, ὑφʼ ὧν κατεστράφη, τελείαν ἡμῖν παρέξει τῆς ἰατρεύσεως αὐτοῦ τὴν ἀπόδειξιν. ἀμφότερα τοίνυν εἰδέναι ἡμᾶς δεῖ, καὶ τὰ τῆς ἀκριβείας καὶ τὰ τῆς συνηθείας· ἕπεσθαι δὲ ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα τῷ παραδοθέντι τύπῳ. Περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα, ὃν καὶ ἐπὶ τῶν διγάμων, ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων, ἄλλοι δὲ δύο ἔτη· τοὺς δὲ τριγάμους ἐν τρισὶ καὶ τέταρσι πολλάκις ἔτεσιν ἀφορίζουσιν. ὀνομάζουσι δὲ τὸ τοιοῦτον οὐκ ἔτι γάμον, ἀλλὰ πολυγαμίαν, μᾶλλον δὲ πορνείαν κεκολασμένην. διὸ καὶ ὁ Κύριος τῇ Σαμαρείτιδι πέντε ἄνδρας διαμειψάσῃ, Ὃν νῦν, φησίν, ἔχεις, οὐκ ἔστι σου ἀνήρ· ὡς οὐκέτι ἀξίων ὄντων τῶν ὑπερεκπεσόντων τοῦ μέτρου τῆς διγαμίας τῷ τοῦ ἀνδρὸς ἢ τῆς γυναικὸς καλεῖσθαι προσρήματι. συνήθειαν δὲ κατελάβομεν ἐπὶ τῶν τριγάμων πενταετίας ἀφορισμόν· οὐκ ἀπὸ κανόνων, ἀλλʼ ἀπὸ τῆς τῶν προειληφότων ἀκολουθίας. δεῖ δὲ μὴ πάντη αὐτοὺς ἀπείργειν τῆς Ἐκκλησίας, ἀλλʼ ἀκροάσεως αὐτοὺς ἀξιοῦν ἐν δύο που ἔτεσιν ἢ τρισί· καὶ μετὰ ταῦτα ἐπιτρέπειν συστήκειν μέν, τῆς δὲ κοινωνίας τοῦ ἀγαθοῦ ἀπέχεσθαι, καὶ οὕτως ἐπιδειξαμένους καρπόν τινα μετανοίας ἀποκαθιστᾷν τῷ τόπῳ τῆς κοινωνίας. Τοὺς δὲ ἐπὶ ἐξόδῳ μετανοοῦντας τῶν αἱρετικῶν δέχεσθαι χρή· δέχεσθαι δὲ δηλονότι οὐκ ἀκρίτως, ἀλλὰ δοκιμάζοντας εἰ ἀληθινὴν ἐπιδείκνυνται μετάνοιαν, καὶ εἰ τοὺς καρποὺς ἔχουσι μαρτυροῦντας τῇ πρὸς τὸ σωθῆναι σπουδῇ. Τῶν κανονικῶν τὰς πορνείας εἰς γάμον μὴ καταλογίζεσθαι, ἀλλὰ παντὶ τρόπῳ διασπᾷν αὐτῶν τὴν συνάφειαν. τοῦτο γὰρ καὶ τῇ Ἐκκλησίᾳ πρὸς ἀσφάλειαν λυσιτελές, καὶ τοῖς αἱρετικοῖς οὐ δώσει καθʼ ἡμῶν λαβήν, ὡς διὰ τὴν τοῦ ἁμαρτάνειν ἄδειαν ἐπισπωμένων πρὸς ἑαυτούς.5
然而对于禁欲派的恶行,我们应当明了:他们为了使自己在教会面前不被接纳,此后竟企图以其独特的洗礼先行占据地位;由此他们甚至窜改了自己的惯习。因此我认为,既然关于他们没有任何明文规定,我们理当废黜他们的洗礼;若有人从他们那里领受了洗礼,当其归向教会时须予以施洗。不过,若这对于总体的权宜之计会有所阻碍,则当再次依循惯习,遵循那些以权宜管理我们教区事务的教父们。因为我唯恐我们在希求使他们对施洗裹足不前之际,反因这一提议的严厉而阻碍了得救之人。纵使他们谨守我们的洗礼,这亦不当使我们感到为难;因为我们并无回报他们恩惠的责任,而当服从教会法规的严谨。无论如何,应当明文规定,凡从他们的洗礼归来者,显然须在信徒面前涂抹圣膏,而后方可领受机密。而且我知道,我们曾在主教席位上接纳了伊佐埃斯与萨图尔尼努斯周围同属那一品阶的弟兄们;因此,既然我们通过接纳那些主教而立定了与他们相通的某种法规,便再也不能将依附于他们品阶的人与教会相隔离了。 蓄意堕胎的妇人,当受杀人罪的刑罚。然而在我们当中,对于成形者与未成形者并无细琐的区分。因为在此处不仅要为那将要出生者,亦要为那加害于自身的妇人自己追讨罪责;盖因妇人们在此类企图之中往往丧命。此外更兼有胚胎的毁灭,这在胆敢行此等事之人的意图之中,至少构成了另一桩杀人罪。不过,不应当将她们认罪悔改的期限延展至临终,而当接纳十年的期限;且不当以时间、而当以悔改的姿态来规定医治之道。 会吏若在领受圣职后行奸淫,当从会吏职中被革除;但被降至平信徒之位后,却不可剥夺其共融。因为古老的规矩是,自品阶跌落之人仅须服从这一种惩处方式;在我看来,最初的人乃是依循了那条律法,即“不可就同一过犯惩治两次”;且亦有另一缘由:盖因身在平信徒品阶之人从信徒之位被革除后,可再次被收纳回其跌落之处;而会吏则是一次性承受不可逆的废黜之罚。因此,鉴于会吏职不再交还于他,他们便仅止步于这一惩治。这些便是出于法规成式的处理。然而总体而言,更为真实的医治乃是离弃罪恶。因此,那因肉体之欢愉而废弃恩典之人,若通过肉体的碎克与合乎节制的一切制伏而脱离那毁灭他的欢愉,便将向我们呈明其痊愈的完满明证。因此,我们对于严谨之事与惯习之事皆当明了;而对于那些不愿接纳极度严苛之人,则当依循传承下来的成式。 关于三婚与多婚之人,他们按比例制定了如同对待再婚者一样的法规:因为再婚者受罚一年,另有人说是两年;但三婚者往往在三年甚至四年之中被绝罚。他们不再将此等结合称为婚姻,而称之为多婚,或更确切地说是受罚的奸淫。因此主对换了五个丈夫的撒玛利亚妇人亦言道:“你现在有的,并不是你的丈夫”;盖因越过再婚界限之人,已不再配得被称为丈夫或妻子之名号。然而,我们所承袭的惯习是对三婚者处以五年绝罚;这并非出自成文法规,而是出自先辈的通例。但不当将他们全然拒于教会门外,而当准许他们在约两三年之中作为听道者;在此之后,准许他们与会众同立,但仍须远离圣善事物的共融,如此显出悔改的某些果实之后,方将其恢复至共融之位。 异端之中在临终时悔改者,当予以接纳;但显而易见,接纳不可不加分辨,而须考查他们是否显出真实的悔改,以及他们结出的果子是否印证了其对于得救的热切。 奉献于圣职守贞之人的奸淫,断不可算作婚姻,而须千方百计撕裂其联合。因为这不仅有利于教会的安全,亦不会给异端留下攻击我们的把柄,免得他们指责我们是以放任犯罪的特权来招揽信众。
- 188ὅτι ἵνʼ αὐτοὺς ἀπροσδέκτους ποιήσωσι τῇ Ἐκκλησίᾳ ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκαταλαμβάνειν βαπτίσματι
连词 ὅτι 引导一个同位语从句,用以阐明前文名词 κακούργημα 的具体内容。在此从句内部,ἵνα 从句表示目的,依附于主动词 ἐπεχείρησαν;λοιπόν 则作副词用,表示“此后/如今”。
- 188Φθείρασα κατʼ ἐπιτήδευσιν, φόνου δίκην ὑπέχει
无冠词阴性单数主格分词 Φθείρασα 作实体名词化或条件性用法,充当全句主语(“蓄意堕胎的妇人”)。φόνου 则是依附于 δίκην(“刑罚”)表示罪名或目的的属格(“杀人罪之罚”)。
- 188ἀκριβολογία δὲ ἐκμεμορφωμένου καὶ ἀνεξεικονίστου παρʼ ἡμῖν οὐκ ἔστιν
中性完成时被动态分词 ἐκμεμορφωμένου 与形容词 ἀνεξεικονίστου 均为实体化中性属格,受 ἀκριβολογία(“精细辨析”)支配,表示所区分对象的客体属格,意指“成形与未成形[胎儿]之间的区分”。
- 188ἀκολουθησάντων, ὡς οἶμαι, τῶν ἐξ ἀρχῆς τῷ νόμῳ ἐκείνῳ
属格独立结构,逻辑主语为 τῶν ἐξ ἀρχῆς(“最初的人们”)。分词 ἀκολουθησάντων 支配与格补足语 τῷ νόμῳ ἐκείνῳ(“因为他们依循了那条律法”),表示该裁定的历史原因。
- 188ὡς διὰ τὴν τοῦ ἁμαρτάνειν ἄδειαν ἐπισπωμένων πρὸς ἑαυτούς
带有 ὡς 的属格独立结构,逻辑主语(教会或教职人员)承前省略,表达异端者可能提出的主观借口或指责(“仿佛[我们]通过容许犯罪的特权来拉拢人”)。分词 ἐπισπωμένων 为中动态/被动态形式作及物性用法。
