← 该撒利亚的巴西流

书信集

§188#1

异端与分裂的区别及洗礼有效性

巴西尔回应安菲洛基乌的请教,界定了异端、分裂与非法集会三者的区别,指出佩普扎派因亵渎圣灵而使其洗礼全然无效;对于纯洁派等的分裂洗礼,他则并述居普良等人的严格立场与亚细亚地方的权宜惯例,指示应遵循各地的传统惯习。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§188#1

ΚΑΝΟΝΙΚΗ α· Ἀμφιλοχίῳ περὶ κανόνων Ἀνοήτῳ, φησίν, ἐπερωτήσαντι σοφία λογισθήσεται. σοφοῦ δέ, ὡς ἔοικεν, ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει· ὅπερ τῇ τοῦ Θεοῦ χάριτι συμβαίνει ἡμῖν, ὁσάκις ἂν δεξώμεθά σου τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα. ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα1 ἀπʼ αὐτῆς τῆς ἐρωτήσεως, πολλὰ ὧν οὐκ ἐπιστάμεθα διδασκόμενοι· καὶ γίνεται ἡμῶν διδάσκαλος ἡ περὶ τὸ ἀποκρίνεσθαι μέριμνα. ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν ἐπισκέψασθαι ἀκριβῶς, καὶ εἴ τέ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων, ἀναμνησθῆναι, καὶ τὰ συγγενῆ ὧν ἐδιδάχθημεν παρʼ ἑαυτῶν ἐπιλογίσασθαι. Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον, καὶ καλῶς ἀπεμνημόνευσας, ὅτι δεῖ τῷ ἔθει τῶν καθʼ ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας· τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ· καὶ ἐθαύμασα πῶς κανονικὸν ὄντα τὸν Διονύσιον παρῆλθεν. ἐκεῖνο γὰρ ἔκρινον οἱ παλαιοὶ δέχεσθαι βάπτισμα, τὸ μηδὲν τῆς πίστεως παρεκβαῖνον· ὅθεν τὰς μὲν αἱρέσεις ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυναγωγάς· αἱρέσεις μὲν τοὺς παντελῶς ἀπερρηγμένους, καὶ κατʼ αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους· σχίσματα δὲ τοὺς δι’ αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας· παρασυναγωγὰς δὲ τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. οἷον εἴ τις ἐν πταίσματι ἐξετασθεὶς ἐπεσχέθη τῆς λειτουργίας, καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλʼ ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν, καὶ συναπῆλθον τούτῳ τινὲς καταλιπόντες τὴν καθολικὴν Ἐκκλησίαν, παρασυναγωγὴ τὸ τοιοῦτο. σχίσμα δὲ τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας. αἱρέσεις δέ, οἷον ἡ τῶν Μανιχαίων, καὶ Οὐαλεντίνων, καὶ Μαρκιονιστῶν, καὶ αὐτῶν τούτων τῶν Πεπουζηνῶν· εὐθὺς γὰρ περὶ αὐτῆς τῆς εἰς Θεὸν πίστεώς ἐστιν ἡ διαφορά. ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς, τὸ μὲν τῶν αἱρετικῶν παντελῶς ἀθετῆσαι, τὸ δὲ τῶν ἀποσχισάντων, ὡς ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι· τοὺς δὲ ἐν ταῖς παρασυναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ, συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρετικοί· εἰς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐβλασφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισχύντως ἐπιφημίσαντες. εἴτε οὖν ὡς ἀνθρώπους θεοποιοῦντες, κατάκριτοι· εἴτε ὡς τὸ Πνεῦμα τὸ ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι τῶν βαπτιζόντων2 εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν ἢ Πρίσκιλλαν; οὐ γὰρ ἐβαπτίσθησαν οἱ εἰς τὰ μὴ παραδεδομένα ἡμῖν βαπτισθέντες. ὥστε, εἰ καὶ τὸν μέγαν Διονύσιον τοῦτο παρέλαθεν, ἀλλʼ ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος. τὸ γὰρ ἄτοπον αὐτόθεν πρόδηλον, καὶ πᾶσιν ἐναργές, οἷς τι καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν. Οἱ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί. πλὴν ἀλλʼ ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν, Καθαρούς, καὶ Ἐγκρατίτας, καὶ Ὑδροπαραστάτας· διότι ἡ μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν· οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκέτι ἔσχον τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐφʼ ἑαυτοῖς· ἐπέλιπε γὰρ ἡ μετάδοσις τῷ διακοπῆναι τὴν ἀκολουθίαν. οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες παρὰ τῶν πατέρων ἔσχον τὰς χειροτονίας καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν εἶχον τὸ χάρισμα τὸ πνευματικόν· οἱ δὲ ἀπορραγέντες, λαϊκοὶ γενόμενοι, οὔτε τοῦ βαπτίζειν, οὔτε τοῦ χειροτονεῖν εἶχον τὴν ἐξουσίαν, οὐκέτι δυνάμενοι χάριν Πνεύματος ἁγίου ἑτέροις παρέχειν, ἧς αὐτοὶ ἐκπεπτώκασι. διὸ ὡς παρὰ λαϊκῶν βαπτιζομένους τοὺς παρʼ αὐτῶν, ἐκέλευσαν3 ἐρχομένους ἐπὶ τὴν Ἐκκλησίαν τῷ ἀληθινῷ βαπτίσματι τῷ τῆς Ἐκκλησίας ἀνακαθαίρεσθαι. ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισι τῶν κατὰ τὴν Ἀσίαν οἰκονομίας ἕνεκα τῶν πολλῶν δεχθῆναι αὐτῶν τὸ βάπτισμα, ἔστω δεκτόν.

第一教会法书信:致安菲洛基乌论教会法规 经上说:“愚昧人若发问,亦算为智慧。”然而智者的发问,看来甚至能使愚昧人变得明智;蒙上帝的恩典,每当我们收到你那殷勤之灵魂的来信时,这便成就在我们身上。因为因着那发问本身,我们便比平时的自己更加警觉、更加审慎,学到了许多我们原先未知之事;而致力于作答的考量则成了我们的导师。诚然,即便是现在,由于我们此前从未深思过你所提出的问题,亦不得不细致地予以考查,若曾从长老们那里听闻过什么便回忆起来,并在我们自身之中推求与我们所受教导相类的事项。 关于纯洁派的疑问,先前既已谈及,你亦记忆得当:应当依循各地方的惯习,因为当时处理这些事务的人对于他们的洗礼作出了各不相同的决议;然而佩普扎派的情形在我看来似乎毫无理据,我亦诧异于通晓教规的狄奥尼修斯何以忽视了这一点。因为古人判定,唯有那在信仰上毫无背离的洗礼方可予以接纳;由此,他们将一些称作异端,一些称作分裂,另一些则称作非法集会:异端是指那些完全断绝交通、且在信仰本身上便已疏离之人;分裂是指那些因某些教会事务的缘由以及可化解的争端而彼此分歧之人;非法集会则是指由悖逆的长老或主教以及未经教导的民众所举行的聚集。例如,若有人因过犯受审而被停止圣职,却不顺服教会法规,反而为自己争夺首席与圣职,且有人离弃大公教会随他一同离去,此等聚会便是非法集会。而分裂,则是指在关于忏悔的规矩上与教会中人存有异见。至于异端,则如摩尼教派、瓦伦廷派、马吉安派以及这些佩普扎派自身;因为他们的分歧直接关乎对上帝的信仰本身。因此,在最初的人看来,全然废黜异端者的〔洗礼〕是恰当的,而脱离教会者的〔洗礼〕,则因他们尚属于教会而应予以接纳;至于非法集会中的人,在因显著的悔改与归正而改善之后,应重新与教会联合,以致往往连那些曾与悖逆者一同离去的圣职人员,在悔改之后亦被接纳回原有的品阶。因此,佩普扎派显然是异端;因为他们亵渎了圣灵,无法无天且厚颜无耻地将保惠师的称号归于蒙塔努与普里斯奇拉。所以,他们若是作为将凡人奉为神之人,便已被定罪;若是作为因与凡人相比而侮慢圣灵之人,如此亦因对圣灵的亵渎不可赦免而应服永远的定罪。那么,对于那些奉父、子以及蒙塔努或普里斯奇拉之名施洗之人的洗礼,有何理由予以认可呢?因为凡受洗归入未曾传承给我们的之事的,便算不得受过洗礼。因此,纵然伟大的狄奥尼修斯忽视了这一点,我们亦不可遵循对这一错误的效尤;因为其荒谬本身显而易见,对于凡略具思考能力之人而言皆清清楚楚。 纯洁派自身亦属于分裂者。然而在古人看来——我指居普良以及我们自己的费尔米利安周围的人——以单一的表决将所有这些人,即纯洁派、禁欲派和献水派,归入同等对待乃是恰当的;因为尽管分离的起因是由于分裂,但背离教会的人自身之上已不再存有圣灵的恩典,盖因随着传承的断绝,恩典的传递便已停歇。诚然,最初脱离的人从教父们那里领受了按手礼,并通过他们的按手而拥有属灵的恩赐;但那些被切断联系的人,因已变为平信徒,便既无施洗之权,亦无按手之权,无法再将自己已然丧失的圣灵恩典赐予他人。因此,他们视受他们洗礼者如同受平信徒洗礼一般,吩咐他们在归向教会时,须藉由教会真实的洗礼重新洁净。然而,既然亚细亚一带的某些人为了多数人的益处在施行权宜之计时,完全赞同接纳他们的洗礼,便姑且予以接纳吧。

语法注3 条
  1. 188ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα

    ἑαυτῶν 是由比较级 ἐπιστατικώτεροι 与 ἐμφρονέστεροι 所支配的“比较属格”,表示与平时的自身相比(即“比我们平时更为警觉与审慎”),而非与他人作比较。

  2. 188τῶν βαπτιζόντων

    属格分词短语 τῶν βαπτιζόντων 与前面的属格指示代词 τούτων 构成同格(或对其进行具体限定阐释),修饰 τὸ τούτων βάπτισμα,指“这些人——即施洗归入……之人的洗礼”。

  3. 188διὸ ὡς παρὰ λαϊκῶν βαπτιζομένους τοὺς παρʼ αὐτῶν, ἐκέλευσαν

    主动词 ἐκέλευσαν 的宾语是 τοὺς παρʼ αὐτῶν(“受他们洗礼者”),其后附有以 ὡς 引导的宾格分词短语 ὡς ... βαπτιζομένους(“视同由平信徒施洗者”)。该宾格短语及同格分词 ἐρχομένους 共同构成后续不定式 ἀνακαθαίρεσθαι 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:188#1