- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:183-187
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信萨摩萨塔的参事员们以及主教欧斯塔提乌和狄奥多图,劝勉他们在患难中坚忍并保持书信往来;末尾收录了他与省督安提帕特鲁围绕以甘蓝调理肠胃这一话题所作的风趣书信往还。
Πολιτευομένοις Σαμοσάτων Ὅταν ἀπίδω ὅτι ὁ μὲν πειρασμὸς κατὰ πάσης ἤδη κέχυται τῆς οἰκουμένης, καὶ αἱ μέγισται τῶν ἐπὶ Συρίας πόλεων τῶν ἴσων ὑμῖν πεπείρανται παθημάτων, οὐ πανταχοῦ δὲ οὕτω δόκιμον καὶ διαπρεπὲς ἐπʼ ἀγαθοῖς ἔργοις τὸ βουλευτήριον, ὡς τὸ ὑμέτερον νῦν ἐπὶ τῇ σπουδῇ τῶν ἀγαθῶν ἔργων διαβεβόηται, ἐγγύς εἰμι καὶ χάριν ἔχειν τοῖς οἰκονομηθεῖσιν. εἰ γὰρ μὴ ἐγεγόνει ἡ θλίψις αὕτη, οὐκ ἂν ὑμῶν διεφάνη τὸ δόκιμον. ὥστε ἔοικεν, ὅπερ ἐστὶ κάμινος χρυσῷ, τοῦτο εἶναι ἡ ὑπὲρ τῆς εἰς Θεὸν ἐλπίδος θλίψις τοῖς ἀντιποιουμένοις τινὸς ἀρετῆς. Ἄγε οὖν, ὦ θαυμάσιοι, ὅπως τοῖς προπεπονημένοις ἄξια ἐπαγάγητε τὰ ἑπόμενα, καὶ φανῆτε μεγάλῃ κρηπῖδι ἀξιολογωτέραν ἐπιτιθέντες τὴν κορυφήν, καὶ περίστητε μὲν τὸν ποιμένα τῆς ἐκκλησίας, ὅταν δῷ ὁ Κύριος αὐτὸν ἐπὶ τῶν ἰδίων φανῆναι θρόνων, ἄλλος ἄλλο τι τῶν ὑπὲρ τῆς Ἐκκλησίας τοῦ Θεοῦ πεπολιτευμένων ἡμῖν διηγούμενοι, ἐν δὲ τῇ μεγάλῃ τοῦ Κυρίου ἡμέρᾳ ἕκαστος κατὰ τὴν ἀναλογίαν τῶν πεπονημένων παρὰ τοῦ μεγαλοδώρου Θεοῦ δεχόμενοι1 τὴν ἀντίδοσιν. ἡμῶν δὲ μεμνημένοι καὶ ἐπιστέλλοντες ὁσάκις ἂν ᾖ δυνατόν, δίκαιά τε ποιήσετε τοῖς ἴσοις ἡμᾶς ἀμειβόμενοι, καὶ ἅμα οὐ μικρῶς ἡμᾶς εὐφρανεῖτε, τῆς ἡδίστης ἡμῖν φωνῆς ὑμῶν ἐναργῆ σύμβολα διὰ τῶν γραμμάτων διαπεμπόμενοι.
致萨摩萨塔的参事员们 当我看到磨难如今已蔓延至全普世,叙利亚境内最大的几座城邑亦承受了与你们相同的苦难,然而并非各处的议会都因善行而如此受称赞与出众,正如你们的议会如今因对善行的热忱而广受赞扬那样,我甚至几乎要为这些所成就之事献上感恩了。因为若没有发生这场患难,你们经受考验的真纯品质便不会昭然显现。因此看来,正如熔炉之于黄金,为着在上帝里面的盼望而受的患难,对于那些追求德行之人而言亦是如此。 来吧,可敬的人们,务使你们为先前的劳苦续上相称的成果,在伟大的基石上筑起更为辉煌的顶峰;当主赐恩让教会的牧者重新出现在他自己的宝座上时,愿你们围绕着他,彼此争相向我们讲述你们为上帝的教会所做出的各样奉献;而在主的大日子里,愿你们每个人都按各自劳苦的比例,从慷慨施与的上帝那里领受回报。若你们记念我们并尽可能频繁地致信,你们不仅是以对等的善意报答我们、行了公义之事,同时也必使我们获得莫大的欢欣,借着书信送来你们那对我们而言至为甘甜的声音的真切凭证。
Εὐσταθίῳ, ἐπισκόπῳ Ἱμμερίας Οἶδα ὅτι στυγνοποιὸν πρᾶγμα ἡ ὀρφανία καὶ πολυάσχολον, διὰ τὸ ἐρημίαν ἐπάγειν τῶν προεστώτων. ὅθεν λογίζομαι καὶ τὴν σὴν εὐλάβειαν ἐπιστυγνάζουσαν τοῖς συμβεβηκόσι μὴ ἐπιστέλλειν ἡμῖν, καὶ ὁμοῦ ἐν πλείονι εἶναι νῦν ἀσχολίᾳ, περιτρέχειν τὰ τοῦ Χριστοῦ ποίμνια διὰ τὴν πανταχόθεν τῶν ἐχθρῶν ἐπανάστασιν. ἀλλʼ ἐπειδὴ πάσης λύπης παρηγορία ἡ πρὸς τοὺς ὁμοψύχους ἐστὶν ὁμιλία, καταξίου ὁσάκις ἂν δυνατόν σοι ἐπιστέλλειν ἡμῖν, καὶ αὐτός τε ἀναπαύεσθαι ἐν τῷ φθέγγεσθαι πρὸς ἡμᾶς, καὶ ἡμᾶς παρηγορεῖν ἐν τῷ μεταδιδόναι ἡμῖν τῶν σεαυτοῦ ῥημάτων. τοῦτο δὲ καὶ ἡμεῖς σπουδάσομεν ποιῆσαι ὁσάκις ἂν ἡμῖν ἐνδιδῷ τὰ πράγματα. εὔχου δὲ καὶ αὐτὸς καὶ πᾶσαν τὴν ἀδελφότητα παρακάλεσον σπουδαίως δυσωπεῖν τὸν Κύριον, ἵνα δείξῃ ποτὲ ἡμῖν λύσιν τῆς περιεχούσης ἡμᾶς κατηφείας.
致希梅里亚主教欧斯塔提乌 我知道,丧失尊长而沦为孤儿乃是令人沮丧且繁重操劳之事,因为这带来了带领者的缺失。因此我推想,您的虔敬因所发生的事悲伤不已,才未能致信给我们,同时也因敌人从四面八方兴起而正处于更多的忙碌之中,奔走于基督的羊群之间。但既然对一切悲痛的安慰就在于与同心之人的交谈,恳请您尽可能频繁地致信我们,既使您自己在向我们诉说时获得歇息,亦使我们因您分享自己的话语而得享安慰。只要情势允许,我们亦必勉力如此行。您自己亦当祈祷,并劝勉整个弟兄会恳切祈求主,愿祂终能向我们指明脱离笼罩我们的阴霾的拯救之路。
Θεοδότῳ, ἐπισκόπῳ Βεροίας Οἶδα ὅτι, εἰ καὶ μὴ ἐπιστέλλεις ἡμῖν, ἀλλʼ ἐν τῇ καρδίᾳ σου ὑπάρχει ἡ μνήμη ἡμῶν. καὶ τοῦτο τεκμαίρομαι, οὐχ ὅτι αὐτὸς ἄξιός εἰμι μνήμης τινὸς δεξιᾶς, ἀλλʼ ὅτι ἡ σὴ ψυχὴ πλουτεῖ ἐν τῇ τῆς ἀγάπης περιουσίᾳ. πλὴν ἀλλʼ ὅσον δυνατόν σοι ταῖς παρεμπιπτούσαις προφάσεσι κέχρησο εἰς τὸ ἐπιστέλλειν ἡμῖν, ἵνα καὶ ἡμεῖς μᾶλλον εὐψυχῶμεν μανθάνοντες τὰ περὶ ὑμῶν, καὶ ἀφορμὴν λαμβάνωμεν εἰς τὸ καὶ αὐτοὶ σημαίνειν ὑμῖν τὰ ἡμέτερα. οὗτος γάρ ἐστιν ὁ τρόπος τῆς ὁμιλίας τοῖς τοσοῦτον διεζευγμένοις τῷ σώματι, ὁ δι’ ἐπιστολῶν, οὗ μὴ ἀποστερῶμεν ἀλλήλους, καθόσον ἂν ἐνδιδῷ τὰ πράγματα. παράσχοι δὲ ὁ Κύριος καὶ τὴν κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίαν, ἵνα καὶ τὴν ἀγάπην αὐξήσωμεν καὶ τὴν εἰς τὸν Δεσπότην ἡμῶν εὐχαριστίαν πλεονάσωμεν ἐπὶ μείζοσι ταῖς παρʼ αὐτοῦ δωρεαῖς.
致贝罗埃亚主教狄奥多图 我知道,纵使您未曾致信给我们,您心中依然存有对我们的记念。我作此推断,并非因为我自己配得何等美好的记念,而是因为您的灵魂在丰沛的爱心之中格外富足。然而,请您尽可能利用偶现的良机致信给我们,好使我们在获悉你们的情形时更加刚强壮胆,并得着契机向你们通报我们的近况。因为对于肉体上相距如此遥远之人而言,借着书信正是彼此交谈的方式,只要情势允许,让我们莫要剥夺彼此之间的这等交通。愿主亦赐予我们当面的相逢,好使我们增进彼此的相爱,并因从祂而来的更丰盛恩赐,使对我们主宰的感恩愈加满溢。
Ἀντιπάτρῳ ἡγεμόνι Ὡς καλὴ ἡ φιλοσοφία, τά τε ἄλλα, καὶ ὅτι οὐδὲ ἰατρεύεσθαι πολυτελῶς τοῖς τροφίμοις αὐτῆς ἐπιτρέπει· ἀλλὰ τὸ αὐτὸ καὶ ὄψον ἐστὶ παρʼ αὐτῇ καὶ πρὸς ὑγίειαν ἀρκεῖ. τὰς γάρ τοι ὀρέξεις ἀποκαμούσας, ὡς ἐπυθόμην, κράμβαις ἐν ὄξει ταριχευθείσαις ἀνεκαλέσω· ἃς ἐγὼ πρότερον μὲν ἐδυσχέραινον καὶ διὰ τὴν παροιμίαν, καὶ ὅτι ὑπόμνημα ἦσαν τῆς συντρόφου πενίας. Νῦν δέ μοι δοκῶ καὶ ἐμαυτὸν μεταπείσειν, καὶ τῆς παροιμίας καταγελάσεσθαι, ὁρῶν αὐτὴν οὕτως ἀγαθὴν κουροτρόφον, ἣ τὸν ἄρχοντα ἡμῶν εἰς ἀκμὴν ἐπανήγαγε. καὶ οὐδὲν εἶναι τοῦ λοιποῦ κατʼ αὐτὴν ἡγήσομαι, οὐχ ὅπως τὸν Ὁμηρικὸν λωτόν, ἀλλʼ οὐδὲ τὴν ἀμβροσίαν ἐκείνην,2 ἥτις ποτʼ ἄρα ἦν, ἡ τοὺς Ὀλυμπίους χορτάζουσα.
致省督安提帕特鲁 哲学是何等美好的一件事,不仅在其他各方面如此,还在于它甚至不允许自己的门徒接受奢侈的医治;相反,在它那里,同一件事物既可作下饭小菜,又足以维持健康。正如我所获悉的那样,您用醋渍甘蓝恢复了衰竭的食欲;对于这道菜,我此前由于那句谚语,亦因为它是伴随我的贫困生活的标志,一直对其颇为嫌恶。 但如今,我想自己亦要改变心意,并嘲笑那句谚语了,因为我看到它〔甘蓝〕是如此优异的哺育者,竟使我们的长官重获青春的活力。今后我将认为没有任何事物能与它相媲美,荷马笔下的忘忧洛托斯花固不待言,就连那曾喂饱奥林匹斯众神的、不知究竟为何物的仙馔密酒,亦无法与之相比。
Ἀντίπατρος Βασιλείῳ Δὶς κράμβη θάνατος,3 ἡ βάσκανός φησι παροιμία. ἐγὼ δὲ πολλάκις αἰτήσας ἅπαξ ἀποθανοῦμαι· πάντως δὲ καὶ μὴ αἰτήσας. εἰ δὲ πάντως, μὴ κατόκνει ἐσθίειν ὄψον ἡδύ, μάτην ὑπὸ τῆς παροιμίας λοιδορηθέν.
安提帕特鲁致巴西尔 “两度甘蓝即是死,”那刻薄的谚语如是说。然而,我纵然多次索要,也只会死一次;就算我根本不索要,反正亦终有一死。既然横竖难免,便请不要犹豫去品尝这道美味的小菜吧——它平白无故地遭受了谚语的毁谤。
- 183ἄλλος ἄλλο τι τῶν ὑπὲρ τῆς Ἐκκλησίας τοῦ Θεοῦ πεπολιτευμένων ἡμῖν διηγούμενοι, ἐν δὲ τῇ μεγάλῃ τοῦ Κυρίου ἡμέρᾳ ἕκαστος ... δεχόμενοι
破格构文(整体与部分同格,schema kath' holon kai meros)。主格复数分词 διηγούμενοι 和 δεχόμενοι 分别带有分配性主语 ἄλλος 及 ἕκαστος,在语法上与前文由 ἄγε ὅπως 引出的第二人称复数虚拟式(ἐπαγάγητε, φανῆτε, περίστητε)所指代的逻辑主语同格,在祈使语境中展开具体行为。
- 186οὐχ ὅπως τὸν Ὁμηρικὸν λωτόν, ἀλλʼ οὐδὲ τὴν ἀμβροσίαν ἐκείνην
惯用呼应结构 οὐχ ὅπως ... ἀλλʼ οὐδέ ...,意为“……自不必说,甚至连……也不”。紧承前文的否定论断(οὐδὲν εἶναι κατʼ αὐτὴν ἡγήσομαι),层递式地强调不仅荷马笔下的忘忧花无法相比,就连众神的仙馔密酒也望尘莫及。
- 187Δὶς κράμβη θάνατος
引用希腊古谚“两度甘蓝即是死”(指甘蓝菜重煮变质难咽,比喻陈词滥调、令人厌烦的重复)。安提帕特鲁在此利用字面含义进行机智的双关语戏谑,指出无论自己要多少次甘蓝,真正意义上的死也只有一次(ἅπαξ ἀποθανοῦμαι)。
