- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:178-182
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信多位高官,恳求为欧瑟比乌及欧马提乌提供辩护与援助,并就主教欧瑟比乌被流放一事,向梅利特内主教奥特雷乌及萨摩萨塔的众长老致信表达慰勉与守望相助。
Ἀβουργίῳ Πολλοὺς οἶδα πολλάκις συστήσας τῇ τιμιότητί σου καὶ γενόμενος ἐπὶ μεγίστων καιρῶν χρήσιμος ἱκανῶς τοῖς καταπονουμένοις. οὐ μὴν τιμιώτερόν γε ἐμοὶ οὐδʼ ὑπὲρ μειζόνων ἀγωνιζόμενον οἶδα πρότερον παραπέμψας τῇ κοσμιότητί σου τοῦ ποθεινοτάτου υἱοῦ Εὐσεβίου,1 τοῦ νῦν τὴν ἐπιστολὴν ταύτην ἐγχειρίζοντός σοι παρʼ ἡμῶν. ὃς ποταπῷ μὲν συμπέπλεκται πράγματι αὐτός, ἂν τύχοι τινὸς καιροῦ, διηγήσεταί σου τῇ σεμνότητι. ἃ δὲ παρʼ ἡμῶν λεχθῆναι προσῆκε ταῦτά ἐστι· μὴ παρασυρῆναι τὸν ἄνδρα, μηδὲ τῷ πολλοὺς πεφηνέναι τοὺς ἐπὶ ταῖς χαλεπωτάταις πράξεσιν ἑαλωκότας καὶ αὐτόν τι τῆς τῶν πολλῶν ὑπονοίας παραπολαῦσαι·2 ἀλλὰ τυχεῖν δικαστηρίου, καὶ εἰς ἐξέτασιν αὐτοῦ τὸν βίον ἀχθῆναι. ῥᾷστα γὰρ οὕτω καὶ ἡ συκοφαντία φανερὰ γενήσεται, καὶ ὁ ἀνὴρ τυχὼν τῆς δικαιοτάτης προστασίας κῆρυξ ἔσται διηνεκὴς τῶν ὑπηργμένων αὐτῷ παρὰ τῆς σῆς ἡμερότητος.
致阿布尔吉乌 我知道自己曾多次向您的尊荣引荐许多人,并在最危急的时势中为受苦之人提供了充足的帮助。然而,对于您的端庄而言,我深知自己此前从未推荐过任何比我最挚爱的儿子欧瑟比乌更为珍贵、亦未推荐过为更重大之事而抗争的人——他如今正将我们这封信亲手呈交给您。至于他自身卷入了何等样的事端,若遇合适时机,他自会向您的尊严陈述。但我们理当陈明的则是:切勿使这位男士被盲目卷走,亦勿因有许多人被证实犯下极严重的罪行,便使他个人也分担众人所蒙受的猜疑;相反,应让他获得公正的法庭审理,使他的生平接受严密的审查。因为唯有如此,谗言诬陷才能最轻易地昭然若揭,而这位男士在蒙受最公正的庇护后,亦将终生宣扬您的温厚向他所施予的恩典。
Ἀρινθαίῳ Καὶ φιλελεύθερόν σε εἶναι καὶ φιλάνθρωπον τό τε τῆς φύσεως εὐγενὲς καὶ τὸ πρὸς πάντας κοινωνικὸν ἱκανῶς ἡμᾶς ἐκδιδάσκει. διὸ θαρρούντως πρεσβεύομεν ὑπὲρ ἀνδρὸς λαμπροῦ μὲν ἄνωθεν καὶ ἐκ προγόνων, πλείονος δὲ δι’ ἑαυτὸν τιμῆς καὶ αἰδοῦς ἀξίου διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ τῶν τρόπων ἡμερότητα· ὥστε σε παρακληθέντα ὑφʼ ἡμῶν παραστῆναι αὐτῷ ἀγωνιζομένῳ δίκην, τῆς μὲν ἀληθείας ἕνεκεν εὐκαταφρόνητον, ἐναγώνιον δὲ ἄλλως διὰ τὸ τῆς συκοφαντίας βαρύ. μεγάλη γὰρ ἂν γένοιτο αὐτῷ ῥοπὴ πρὸς σωτηρίαν, εἰ καταξιώσειάς τι ῥῆμα φιλάνθρωπον ὑπὲρ αὐτοῦ προέσθαι, προηγουμένως μὲν τῷ δικαίῳ χαριζόμενος, ἔπειτα καὶ ἡμῖν τοῖς ἐξαιρέτοις σου τὴν συνήθη τιμὴν καὶ χάριν καὶ ἐν τούτῳ χαριζόμενος.
致阿里恩泰乌 您天性的高贵以及待万人的亲和,已充分向我们昭示您是热爱自由且富有仁爱之心的人。因此,我们坦然地为一位男士求情代祷:他虽出身高贵且祖上有光,却因自身具有温良的德行而更当受敬仰与尊重。我们恳求您在我们恳请下,在他进行诉讼抗争时站在他身边协助他;此案就真理本身而言本微不足道,却因诬陷之严酷而在其他层面上令人痛苦万分。若您肯屈尊为他进一仁慈之言,必将成为促成他得救的巨大助力;这首先是顺应正义之举,继而也是向格外爱戴您的我们再次赐下惯常的敬意与恩惠。
Σωφρονίῳ μαγίστρῳ, Εὐμαθίου ἕνεκεν Ἀνδρὶ ἀξιολόγῳ περιτυχὼν περιστάσει οὐκ ἀνεκτῇ κεχρημένῳ ἔπαθον τὴν ψυχήν. τί γὰρ οὐκ ἔμελλον, ἄνθρωπος ὤν, ἀνθρώπῳ ἐλευθέρῳ παρʼ ἀξίαν ἐμπεπλεγμένῳ πράγμασι συναλγεῖν;3 καὶ βουλευσάμενος πῶς ἂν γενοίμην αὐτῷ χρήσιμος, μίαν εὗρον λύσιν τῆς κατεχούσης αὐτὸν δυσχερείας, εἰ τῇ σῇ κοσμιότητι ποιήσαιμι γνώριμον. σὸν οὖν τὸ ἐφεξῆς, τὴν σαυτοῦ σπουδήν, ἣν εἰς πολλοὺς ἐφʼ ἡμῖν μάρτυσιν ἐπιδέδειξαι, καὶ αὐτῷ παρασχέσθαι. Τὸ δὲ πρᾶγμα γνωρίσει ἡ ἐπιδοθεῖσα παρʼ αὐτοῦ δέησις τοῖς βασιλεῦσιν, ἣν καὶ λαβεῖν εἰς χεῖρας καὶ συμπρᾶξαι τῷ ἀνδρὶ τὰ δυνατὰ παρακλήθητι. καὶ γὰρ Χριστιανῷ χαρίζῃ, καὶ εὐγενεῖ, καὶ ἀπὸ λόγου πολλοῦ τὸ αἰδέσιμον ἐπαγομένῳ. ἐὰν δὲ προσθῶμεν, ὅτι καὶ ἡμεῖς μεγάλην διὰ τῆς εἰς αὐτὸν εὐποιίας ὑποδεχόμεθα χάριν, πάντως, κἂν μικρὸν ᾖ ἄλλως τὸ ἡμέτερον, ἀλλὰ τῆς σῆς σεμνότητος ἀεὶ ἐν λόγῳ ποιεῖσθαι τὰ καθʼ ἡμᾶς ἀνεχομένης, οὐ μικρὸν φανεῖται τὸ χαρισθὲν ἡμῖν.
致长官索弗罗尼乌,为欧马提乌事 我偶遇一位可敬的男士,他正身处无法容忍的困境之中,令我感同身受、心如刀割。我既同为人,对于一个无辜深陷事端的自由人,又怎能不一同悲痛?我思量该如何助他一臂之力,最终发现解脱压在他身上困境的唯一出路,就是将他引见给您的端庄。因此,接下来就是您的分内之事了:将您在有我们作证下曾向许多人展现的那份热忱,亦施予他身上。 他呈递给众位皇帝的诉状自会陈明案情原委;恳请您亲手接纳此状,并在可能范围内尽力协助这位男士。因为您所施惠的乃是一位基督徒、出身名门且因渊博学识而广受敬重之人。如果我们再补充一句:借着对他的善待,我们自身亦领受了莫大的恩情——那么,尽管我们在其他方面卑微不足道,但由于您的尊严向来不嫌弃将我们之事放在心上,赐予我们的恩惠绝不会显得微小。
Ὀτρηίῳ Μελητινης Οἶδα ὅτι καὶ τῆς σῆς εὐλαβείας τοσοῦτον ἅπτεται ὁ χωρισμὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου ὅσον καὶ ἡμῶν αὐτῶν. ἐπεὶ οὖν ἀμφότεροι χρῄζομεν παρακλήσεως, ἀλλήλοις γενώμεθα παραμυθία. καὶ σύ τε ἡμῖν ἐπίστελλε τὰ ἐκ Σαμοσάτων, ἡμεῖς τε ἅπερ ἂν μάθωμεν ἀπὸ τῆς Θρᾴκης ἀπαγγελοῦμεν. φέρει γὰρ ἐμοὶ μὲν τὸ γινώσκειν τοῦ λαοῦ τὴν ἔνστασιν οὐ μικρὰν ῥᾳστώνην ἐκ τῶν παρόντων λυπηρῶν, τῇ δὲ σῇ χρηστότητι τὸ διδάσκεσθαι ἐν οἷς ἐστὶν ὁ κοινὸς ἡμῶν πατήρ. ἀμέλει καὶ νῦν οὐ γράμμασι σημαίνειν ἔχομεν· ἀλλʼ αὐτὸν παρεστήσαμέν σοι τὸν ἀκριβῶς εἰδότα καὶ ἀπαγγέλλοντα ἐν οἷς αὐτὸν κατέλιπε, καὶ ὅπως καὶ φέροντα τὰ συμπίπτοντα. εὔχου τοίνυν καὶ ὑπὲρ αὐτοῦ καὶ ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ταχεῖαν ἀπαγάγῃ τῶν δεινῶν τούτων τὴν λύσιν.
致梅利特内的奥特雷乌 我深知,最蒙上帝所爱的欧瑟比乌主教的离散(遭流放),触痛您的虔敬之心丝毫不亚于触痛我们自己。既然我们双方都需要劝慰,就让我们彼此成为安慰吧。请您将萨摩萨塔的消息致信给我们,而我们从色雷斯所知晓的一切,亦必向您通报。因为得知民众坚定的抗争,能使我从当下的悲痛中获得非同小可的慰藉;而获悉我们共同的父处于何种境况,亦能给您的善良带来安慰。事实上,即使在当下,我们亦不仅凭书信表明;反而将那位准确知晓并能陈述在何等境况下离开了他、以及他是如何承受临头祸患的人,亲自派到了您的面前。因此,请为他祈祷,亦为我们祈祷,愿主早日解除这些可怕的灾祸。
Τοῖς πρεσβυτέροις Σαμοσάτων Ὅσον λυπούμεθα ἐνθυμούμενοι τὴν ἐρημίαν τῆς ἐκκλησίας, τοσοῦτον μακαρίζομεν ὑμᾶς εἰς τοῦτο φθάσαντας τὸ μέτρον τῆς ἀθλήσεως, ὃ παράσχοι ὑμῖν ὁ Κύριος μακροθύμως παρελθεῖν, ἵνα καὶ τῆς πιστῆς οἰκονομίας καὶ τῆς γενναίας ἐνστάσεως, ἣν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπεδείξασθε, τὸν μέγαν μισθὸν ὑποδέξησθε.
致萨摩萨塔的众长老 每当我们思及教会的荒凉,心中有多么悲痛,看到你们达到了这般搏击抗争的境地,就同样多么称你们为有福!愿主赐你们以坚忍度过此难,好使你们因着忠信的管家职分,以及为基督之名所展现的崇高坚守,领受那极大的赏赐。
- 178οὐ μὴν τιμιώτερόν γε ἐμοὶ οὐδʼ ὑπὲρ μειζόνων ἀγωνιζόμενον οἶδα πρότερον παραπέμψας τῇ κοσμιότητί σου τοῦ ποθεινοτάτου υἱοῦ Εὐσεβίου
动词 οἶδα 带与其主语一致的补足分词 παραπέμψας(意为“我记得自己曾引荐”)。比较级 τιμιώτερον 与 ὑπὲρ μειζόνων ἀγωνιζόμενον 支配位于句末的比较属格 τοῦ ποθεινοτάτου υἱοῦ Εὐσεβίου,形成了明显的超距倒装(hyperbaton)。
- 178μηδὲ τῷ πολλοὺς πεφηνέναι τοὺς ἐπὶ ταῖς χαλεπωτάταις πράξεσιν ἑαλωκότας καὶ αὐτόν τι τῆς τῶν πολλῶν ὑπονοίας παραπολαῦσαι
带定冠词的与格不定式 τῷ ... πεφηνέναι 表示原因(“因……出现”),其逻辑主语为 τοὺς ... ἑαλωκότας。随后的 καὶ αὐτόν ... παραπολαῦσαι 与前面的 μὴ παρασυρῆναι 形成并列,依存于 ταῦτά ἐστι。动词 παραπολαύω 原意为“享受、沾光”,在此处带属格 τῆς ... ὑπονοίας 反讽式地表示遭受波及、分担嫌疑。
- 180τί γὰρ οὐκ ἔμελλον, ἄνθρωπος ὤν, ἀνθρώπῳ ἐλευθέρῳ παρʼ ἀξίαν ἐμπεπλεγμένῳ πράγμασι συναλγεῖν;
此句为带有 οὐκ 的修辞性反问句,由 ἔμελλον 加不定式 συναλγεῖν 构成,表示过去的必然性或情理之所在(“怎能不同情/共苦?”)。主语的分词短语 ἄνθρωπος ὤν(“身为人类”)与与格宾语 ἀνθρώπῳ ἐλευθέρῳ(“一个自由人”)形成了刻意并置的同源词对举修辞。
