← 该撒利亚的巴西流

书信集

§175-177

谢绝论述信仰与邀请安菲罗基乌

巴西尔谢绝了伯爵马格尼尼亚努撰写新信仰论述的请求,劝勉其坚守古传洗礼信仰;热情邀请主教安菲罗基乌提前来访以参加殉道者节日;并恳请长官索弗罗尼乌为遭诬陷的欧瑟比乌主持公道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§175

Μαγνηνιανῷ κόμητι Πρώην ἐπέστελλέ μοι ἡ σεμνότης σου ἄλλα τινὰ καὶ περὶ πίστεως γράψαι ἡμᾶς ἐναργῶς προστάσσουσα. ἀλλʼ ἐγὼ τὴν μὲν σὴν περὶ τὸ πρᾶγμα ἄγαμαι σπουδήν, καὶ εὔχομαι τῷ Θεῷ ἀνενδότως σοι τῶν ἀγαθῶν τὴν αἵρεσιν ἐνυπάρχειν καὶ ἀεί σε προκόπτοντα καὶ γνώσει καὶ ἔργοις ἀγαθοῖς τελειοῦσθαι· διὰ δὲ τὸ μὴ βούλεσθαι περὶ πίστεως σύνταγμα καταλιμπάνειν μηδὲ γράφειν διαφόρους πίστεις, παρετηρησάμην μὴ ἀποστεῖλαι1 ἃ ἐπεζητήσατε. Πλὴν δοκεῖτέ μοι περιηχεῖσθαι παρὰ τῶν αὐτόθι, τῶν μηδὲν ἐργαζομένων, οἳ ἐπὶ διαβολῇ ἡμετέρᾳ λέγουσί τινα, ὡς ἐκ τούτου ἑαυτοὺς συστήσοντες, ἐὰν ἡμῶν τὰ αἴσχιστα καταψεύσωνται. ἐκείνους μὲν γὰρ φανεροῖ ὁ παρελθὼν χρόνος, καὶ προϊοῦσα ἡ πεῖρα φανερωτέρους ποιήσει. ἡμεῖς δὲ παρακαλοῦμεν τοὺς ἠλπικότας εἰς Χριστὸν μηδὲν παρὰ τὴν ἀρχαίαν περιεργάζεσθαι πίστιν, ἀλλʼ ὡς πιστεύομεν, οὕτω καὶ βαπτίζεσθαι, ὡς δὲ βαπτιζόμεθα, οὕτω καὶ δοξολογεῖν. ὀνόματα δὲ ἡμῖν ἀρκεῖ ἐκεῖνα ὁμολογεῖν, ἃ παρελάβομεν παρὰ τῆς ἁγίας Γραφῆς καὶ τὴν ἐπὶ τούτοις καινοτομίαν διαφεύγειν. οὐ γὰρ ἐν τῇ ἐφευρέσει τῶν προσηγοριῶν ἡ σωτηρία ἡμῶν, ἀλλʼ ἐν τῇ ὑγιεῖ περὶ τῆς θεότητος εἰς ἣν πεπιστεύκαμεν ὁμολογίᾳ.

致伯爵马格尼尼亚努 日前,您的尊严致信于我,除其他事务外,更吩咐我就信仰之事作明确的阐述。然而,我虽钦佩您对此事的殷切,并祈求上帝使善的选择常存于您心,让您在知识与善行上不断进深得以完全;但我因不愿留下关于信仰的专论,亦不愿草拟形形色色的信经,便克制着未曾寄出您所索求之物。 然而,在我看来,您似乎正被当地那些游手好闲之辈的谗言所困扰。他们以诽谤我们为能事,妄图借着对我们进行极尽丑恶的诬蔑来抬高自己。因为往昔的岁月显露着他们,日后的经验亦将使他们更形毕露。而我们则劝勉那些对基督存有盼望的人,切勿在古传的信仰之外妄加穿凿,而当按着我们所信的去受洗,按着我们所受的洗去归荣耀。我们只消宣认从圣经中领受的那些称呼,并避开对它们的新奇改动即可。因为我们的得救不在于生造称号,而在于对我们所信的神性作出纯正的宣认。

§176

Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου Παράσχοι ὁ ἅγιος Θεὸς ἐρρωμένῳ σοι τὸ σῶμα, καὶ ἀπὸ πάσης ἀσχολίας ἀνειμένῳ, καὶ πάντα πράττοντι κατὰ νοῦν, τὴν ἐπιστολὴν ἡμῶν ταύτην εἰς χεῖρας ἐλθεῖν, ἵνα μὴ ἄπρακτος ἡμῶν ἡ παράκλησις γένηται, ἣν παρακαλοῦμεν νῦν ἐπιφανῆναί σε2 ἡμῶν τῇ πόλει, ἐπὶ τῷ σεμνοτέραν γενέσθαι τὴν πανήγυριν, ἣν δι’ ἔτους ἄγειν ἐπὶ τοῖς μάρτυσιν ἔθος ἐστὶν ἡμῶν τῇ ἐκκλησίᾳ. πέπεισο γάρ, τιμιώτατέ μοι καὶ ποθεινότατε ὡς ἀληθῶς, ὅτι πολλῶν εἰς πεῖραν ἐλθὼν ὁ παρʼ ἡμῖν λαὸς τῆς οὐδενὸς οὕτως ἀντέχεται ἐπιτυχίας, ὡς τῆς σῆς παρουσίας· τοιοῦτον κέντρον ἀγάπης ἐκ τῆς μικρᾶς ἐκείνης συντυχίας ἐναφῆκας. ἵνα οὖν καὶ ὁ Κύριος δοξασθῇ, καὶ λαοὶ εὐφρανθῶσι, καὶ τιμηθῶσι μάρτυρες, καὶ ἡμεῖς οἱ γέροντες τῆς ὀφειλομένης ἡμῖν παρὰ τέκνου γνησίου τύχωμεν θεραπείας, καταξίωσον ἀόκνως μέχρις ἡμῶν διαβῆναι, καὶ προλαβεῖν τὰς ἡμέρας τῆς συνόδου, ὥστε ἐπὶ σχολῆς ἡμᾶς ἀλλήλοις συγγενέσθαι καὶ συμπαρακληθῆναι διὰ τῆς κοινωνίας τῶν πνευματικῶν χαρισμάτων. ἔστι δὲ ἡ ἡμέρα τῇ πέμπτῃ τοῦ Σεπτεμβρίου. διὸ παρακαλοῦμεν πρὸ τριῶν ἡμερῶν ἐπιστῆναι, ἵνα καὶ τοῦ πτωχοτροφείου τὴν μνήμην μεγάλην ποιήσῃς τῇ παρουσίᾳ. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου διαφυλαχθείης μοι καὶ τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ χάριτι τοῦ Κυρίου.

致以哥念主教安菲罗基乌 愿圣洁的上帝赐您在身体康泰、脱卸一切事务、诸事顺遂之际,得见我们的这封信,好使我们的恳求不致落空——我们如今恳请您降临敝城,以使我们教会按惯例每年为纪念殉道者而举行的盛会更增庄严。我最敬重且真挚渴慕的朋友啊,请坚信:敝地的民众虽历经过许多人,却对任何人的得遇都不似对您的莅临这般殷切盼望;您自上次那短暂的相聚中,留下了如此深切的爱之烙印。因此,为使主得荣耀,民众得欢欣,殉道者受尊崇,我们这些老人得享真子应尽的关怀,请您屈尊毫不迟疑地行至我们这里,并于主教会议的期日之前提早到达,以便我们在闲暇中彼此相聚,借着属灵恩赐的相通而同得安慰。那日子是在九月五日。因此我们恳请您提前三日抵达,好以您的莅临亦使穷人救济所的纪念盛大隆重。愿您在主内康健喜乐,为我代祷,蒙主恩典为我及上帝的教会蒙受保全。

§177

Σωφρονίῳ μαγίστρῳ Καταλέγειν μὲν πάντας τοὺς δι’ ἡμᾶς εὐεργετηθέντας παρὰ τῆς σῆς μεγαλονοίας οὐ ῥᾴδιον· οὕτω πολλοὺς μὲν σύνισμεν ἑαυτοῖς εὐπεποιηκόσι3 διὰ τῆς μεγάλης σου χειρός, ἣν ὁ Κύριος ἡμῖν σύμμαχον ἐπὶ τῶν μεγίστων καιρῶν ἐχαρίσατο. δικαιότατος δὲ πάντων καὶ ὁ νῦν προσαγόμενος διὰ τοῦ γράμματος ἡμῶν τυγχάνει, ὁ αἰδεσιμώτατος ἀδελφὸς Εὐσέβιος, παραλόγῳ συκοφαντίᾳ περιπεσών, ἣν ἀποσκεδάσαι μόνης ἐστὶ τῆς σῆς ὀρθότητος. διὸ παρακαλοῦμεν, καὶ τῷ δικαίῳ χαριζόμενον, καὶ πρὸς τὸ ἀνθρώπινον ἀφορῶντα, καὶ ἡμῖν τὰς συνήθεις παρεχόμενον χάριτας, ἀντὶ πάντων γενέσθαι τῷ ἀνδρί,4 καὶ προστῆναι αὐτοῦ μετὰ τῆς ἀληθείας. ἔχει γὰρ οὐ μικρὰν συμμαχίαν τὴν ἀπὸ τοῦ δικαίου· ἣν εἰ μὴ ὁ παρὼν καιρὸς καταβλάψειε, πάνυ ῥᾴδιον σαφῶς καὶ ἀναντιρρήτως ἐπιδειχθήσεσθαι.

致长官索弗罗尼乌 要一一列举因我们之故而蒙受您宽宏仁慈恩惠之人,绝非易事;我们自知借着您的大能之手造福了如此众多的人,那正是主在最危急的时势中赐给我们的盟友。然而在众人之中,最当得蒙援助的,莫过于如今借着我们的信引荐给您的、最受尊敬的弟兄欧瑟比乌;他遭受了荒谬的诬陷,而唯有您的公正方能将之澄清驱散。因此我们恳求您,既顺应正义,又顾及人情,并向我们施予惯常的恩惠,在这位男士身上成为一切的依靠,本着真理为他挺身而出。因为他从正义本身获得了不可小觑的奥援;只要眼下的时势未对其造成损害,这一点便极易明确且无可争辩地得以彰显。

语法注4 条
  1. 175παρετηρησάμην μὴ ἀποστεῖλαι

    动词 παρετηρησάμην(防备、克制)含有避让含义,其后的不定式补足语带有赘加否定词 μή,意为“克制着未曾寄出”。

  2. 176ἣν παρακαλοῦμεν νῦν ἐπιφανῆναί σε

    关系代词 ἣν 指代先行词 παράκλησις,作动词 παρακαλοῦμεν 的同源/内面宾格,并在逻辑上引出同格的对格加不定式结构 ἐπιφανῆναί σε(“您降临”)。

  3. 177σύνισμεν ἑαυτοῖς εὐπεποιηκόσι

    动词 σύνοιδα 与反身代词与格(ἑαυτοῖς)连用表示“自知、深知”,分词 εὐπεποιηκόσι 与该与格在格上保持一致,并支配对格 πολλούς,意为“深知我们造福了许多人”。

  4. 177ἀντὶ πάντων γενέσθαι τῷ ἀνδρί

    介词短语 ἀντὶ πάντων(“代替万物”)与与格 τῷ ἀνδρί 构成习语,意为“成为该人的一切依托”或“全心全力地支持该人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:175-177