- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:173-174
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在第173封信中,作者向狄奥多拉表达了对信件能否送达的忧虑,并劝勉她在福音的生活中坚忍以迎审判;在第174封信中,作者解释了此前因防备仇敌而未敢冒然致信的顾虑,继而勉励这位贵妇存敬畏之心、恒切祈祷并仰赖上帝的恩慈。
Πρὸς Θεοδώραν κανονικήν Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι1 τὰς ἐπιστολὰς ἡμῶν πάντως ἐγχειρίζεσθαι τῇ σῇ ἀγάπῃ ἀλλὰ κακίᾳ τῶν διακονούντων μυρίους προεντυγχάνειν ἑτέρους· καὶ μάλιστα νῦν οὕτω τεταραγμένων τῶν κατὰ τὴν οἰκουμένην πραγμάτων. διόπερ ἀναμένω τρόπον τινὰ μεμφθῆναι καὶ ἀπαιτηθῆναι βιαίως τὰς ἐπιστολάς, ὥστε αὐτῷ τούτῳ τεκμηρίῳ χρήσασθαι τῆς ἀποδόσεως. καὶ γράφοντες μὲν οὖν καὶ σιωπῶντες ἓν ἔργον ἔχομεν ἐν ταῖς καρδίαις ἡμῶν, φυλάσσειν τὴν μνήμην τῆς κοσμιότητός σου, καὶ προσεύχεσθαι τῷ Κυρίῳ δοῦναί σοι τελέσαι τὸν δρόμον τῆς ἀγαθῆς πολιτείας καθὰ προείλου. τῷ ὄντι γὰρ οὐ μικρὸς ἀγὼν ὁμολογοῦντι τῆς ἐπαγγελίας τὰ ἐφεξῆς ἐπάγειν. τὸ μὲν γὰρ προελέσθαι τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν παντός,2 τὸ δὲ καὶ μέχρι τῶν μικροτάτων ἄγειν τὴν παρατήρησιν, καὶ μηδὲν τῶν ἐκεῖ γεγραμμένων παρορᾷν, τοῦτο πάνυ ὀλίγοις τῶν εἰς ἡμετέραν γνῶσιν ἡκόντων κατώρθωται· ὥστε καὶ γλώσσῃ πεπεδημένῃ κεχρῆσθαι καὶ ὀφθαλμῷ πεπαιδαγωγημένῳ κατὰ τὸ βούλημα τοῦ εὐαγγελίου, καὶ χερσὶν ἐνεργεῖν κατὰ τὸν σκοπὸν τῆς εὐαρεστήσεως τοῦ Θεοῦ, καὶ πόδας κινεῖν καὶ ἑκάστῳ τῶν μελῶν οὕτω κεχρῆσθαι ὡς ἐξ ἀρχῆς ὁ Δημιουργὸς ἡμῶν ᾠκονόμησε· τὸ ἐν τῇ καταστολῇ κόσμιον, τὸ ἐν ταῖς συντυχίαις τῶν ἀνδρῶν πεφυλαγμένον, τὸ ἐν βρώμασιν αὔταρκες, τὸ ἐν τῇ κτήσει τῶν ἀναγκαίων ἀπέριττον. ταῦτα πάντα μικρὰ μὲν ἁπλῶς οὕτω λεγόμενα, μεγάλου δὲ ἀγῶνος εἰς τὸ κατορθωθῆναι χρῄζοντα, ὡς ἐπʼ αὐτῆς τῆς ἀληθείας εὕρομεν. καὶ μὲν καὶ τὸ ἐν τῇ ταπεινοφροσύνῃ τέλειον, ὡς μήτε προγόνων περιφανείας μεμνῆσθαι, μήτε, εἴ τι ὑπάρχει ἡμῖν ἐκ φύσεως πλεονέκτημα ἢ κατὰ σῶμα ἢ κατὰ ψυχήν, τούτῳ ἐπαίρεσθαι, μήτε τὰς ἔξωθεν περὶ ἡμῶν ὑπολήψεις ἀφορμὴν ἐπάρσεώς τε καὶ φυσιώσεως ποιεῖσθαι, ταῦτα τοῦ εὐαγγελικοῦ ἔχεται βίου. τὸ ἐν ἐγκρατείᾳ εὔτονον, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν φιλαδελφίᾳ συμπαθές, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν, τὸ τοῦ φρονήματος καταβεβλημένον, ὁ συντριμμὸς τῆς καρδίας, τὸ τῆς πίστεως ὑγιές, τὸ ἐν σκυθρωπότητι ὁμαλόν, μηδέποτε τῆς ἐννοίας ἡμῶν λειπούσης τοῦ φοβεροῦ καὶ ἀπαραιτήτου δικαστηρίου τὴν μνήμην πρὸς ὃ ἐπειγόμεθα μὲν ἅπαντες, μέμνηνται δὲ αὐτοῦ καὶ τὴν ἀπʼ αὐτοῦ ἔκβασιν ἀγωνιῶσιν ἐλάχιστοι.
致正规修女狄奥多拉 使我们在写信上裹足不前的,是由于我们不能确信信件定能交到您的仁爱之手中,反因信差的恶劣而恐有无数他人先行展读;尤其在如今普世事务如此动荡之时更是如此。因此,我在某种程度上正等待着受到责备并被严厉索要信件,好以此作为信件送达的凭证。因此,无论在动笔时还是沉默时,我们心中都只有一项职责:铭记您的端庄德行,并祈求主恩赐您按自己当初的选择跑尽善度人生的路程。因为确实,对于立下誓愿的人而言,要做出与诺言相符的后续行为并非易事。选择遵照福音生活本是任何人都能做到的,但若要将戒慎保持至最微末的细处,对所记载的教训无一忽视,这在我们所知的人中极少有人能够成就:诸如拥有一条受管制的舌头,一只按福音意旨受过训导的眼睛,双手遵照取悦上帝的目标去劳作,步履与肢体的运用皆如我们的造物主最初所安排的那样;衣着的庄重、与男子交往时的谨饬、饮食上的知足、获取必需品时的简朴。这一切虽然口说起来似乎微不足道,但若要付诸实行,却需要极大的奋斗,正如我们在实际经历中所发现的那样。此外,谦卑中的完全——既不念及祖先的显赫,也不因肉体或灵魂上拥有的任何天赋长处而自高,更不将外界对我们的评价当作自满与狂妄的借口——这一切皆属于福音的生活。克制中的坚韧、祈祷中的勤谨、手足情谊中的体恤、对匮乏者的分享、意气的降伏、心灵的破碎、信仰的纯正、严正中的泰然,同时我们的思念永不脱离那令人畏惧且不容辩驳的审判台的记忆;我们众人皆奔向这审判台,然而铭记它并为其结果而战战兢兢的人却少之又少。
Πρὸς ἐλευθέραν Ἐγώ, καὶ πάνυ βουλόμενος συνεχῶς ἐπιστέλλειν τῇ εὐγενείᾳ ὑμῶν, ἐπέσχον ἐμαυτὸν ἀεί, μήπως δόξω τινὰς ὑμῖν πειρασμοὺς ἐπεγείρειν διὰ τοὺς φιλέχθρως πρὸς ἡμᾶς διακειμένους καί, ὡς ἀκούω, μέχρι καὶ τούτων τὴν ἔχθραν ἐλαύνοντας, ὥστε πολυπραγμονεῖν εἴ πού τις καὶ γράμμα ἡμέτερον δέχοιτο. ἐπειδὴ δὲ αὐτή, καλῶς ποιοῦσα, κατῆρξας τοῦ γράμματος καὶ ἐπέστειλας ἡμῖν ἃ ἐχρῆν περὶ τῶν κατὰ τὴν ψυχήν σου πραγμάτων ἀνακοινουμένη, προετράπην εἰς τὸ ἀντεπιστεῖλαι, ὁμοῦ μὲν τὰ ἐν τῷ παρελθόντι χρόνῳ ἐλλειφθέντα ἐπανορθούμενος, ὁμοῦ δὲ καὶ πρὸς τὰ ἐπεσταλμένα παρὰ τῆς σῆς εὐγενείας ἀποκρινόμενος. Ὅτι μακαρία ἐστὶ ψυχὴ3 ἡ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα ἢ πῶς ἐπὶ τῆς μεγάλης ἡμέρας, καθʼ ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν κριτὴν τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ αὐτὴ δυνηθῇ κούφως ἀποθέσθαι τὸν λόγον τῶν βεβιωμένων. ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου ἀπολογίαν, ὁ τοιοῦτος ἢ οὐδὲν παντελῶς ἢ ἐλάχιστα ἁμαρτήσεται, διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου τοῦ Θεοῦ γίνεται. οἷς δʼ ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπεσεῖν. Καὶ μέμνησο τοίνυν τοῦ Θεοῦ, καὶ ἔχε τὸν αὐτοῦ φόβον ἐν τῇ καρδίᾳ, καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. καὶ μὴ διαλίπῃς ταῦτα ποιοῦσα. καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν σαρκὶ ταύτῃ ζωὴν ἀγαθὴ ἔσται βοηθὸς ἡ προσευχή, καὶ ἀπερχομένοις ἐντεῦθεν ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν, οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκουσα ὅτι, ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀπορρίψει ἡμᾶς εἰς τὸ παντελές, ἀλλʼ ἔτι λαλούντων ἡμῶν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμι.
致一位自由身分的贵妇 我虽极愿不断致信于您的尊贵之身,却始终克制自己,唯恐因那些对我心怀恶意之人而给您招来某些试炼——据我所闻,他们的敌意甚至到了若有人在某处收到我的信便要加以追查的地步。然而,您既然明智地主动修书,将关乎您灵魂的事务如理与我们商讨,我便决意回信,既弥补以往的欠缺,又答复您的尊贵所寄来的信件。 夜以继日,除了在审判官被受造之物环绕、万有皆交出所行之事的账目之大日,自己如何能够轻松交出平生言行的账目之外,心中别无其他忧虑的灵魂,是何等有福!因为凡将那日子和时辰置于眼前、常常思想在不容欺瞒的审判席前的答辩之人,这样的人要么完全不犯罪,要么犯得极少;因为我们犯罪乃是由于缺少对上帝的敬畏。而凡对所预言的惩处有清晰指望之人,那常存的敬畏绝不给他们落入非分行为或念头的任何可乘之机。 因此,当常念及上帝,将对祂的敬畏存之于心,并将众人召入祈祷的交通之中;因为能够恳求上帝之人,其助益是巨大的。切勿停止做这些事。因为无论在我们仍过着这肉身之生命时,祈祷将成为我们美好的帮手;抑或当我们由此离世之时,它都是通往来世的持久资粮。正如同儆醒乃是美事,反之,灰心、绝望以及对得救丧失盼望,则是伤害灵魂之事。因此,当仰望上帝的良善,期待祂的扶持,并当深知,只要我们真诚无伪地转向祂,祂不仅绝不会彻底弃绝我们,甚至在我们还在说着祈祷的言语之时,祂就必说:“看哪,我在这里。”
- 173Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι
整句的主语是带有定冠词的不定式短语“τὸ μὴ πεπεῖσθαι...”(未能确信……),支配主要动词“ποιεῖ”、宾语“ἡμᾶς”以及宾语补足语“Ὀκνηροὺς”(迟疑的)。介词短语“πρὸς τὸ γράφειν”表范围(“在写信一事上”)。
- 173τὸ μὲν γὰρ προελέσθαι τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν παντός
“παντός”为表属性或特质的谓语属格(predicate genitive),意为“属于任何人/人人皆能做到”。这与后半句的“τὸ δὲ καὶ μέχρι τῶν μικροτάτων ἄγειν τὴν παρατήρησιν... τοῦτο πάνυ ὀλίγοις ... κατώρθωται”形成鲜明对照。
- 174Ὅτι μακαρία ἐστὶ ψυχὴ
置于信件新段落开头的“Ὅτι”并非引出从属于前文的原因从句,而是作为引起注意并引出断言陈述的语篇标记(或可理解为省略了“ἴσθι”等动词,意即“要知晓……”)。
