← 该撒利亚的巴西流

书信集

§170-172

劝告格利凯里乌斯归来与致谢索弗罗尼乌斯

巴西尔敦促格利凯里乌斯悔改归来,许诺予以宽恕,同时警告其面临绝罚;随后请求格列高利为其安全归来作保。在写给索弗罗尼乌斯主教的信中,他为来信所传递的属灵相交与爱表达了由衷的感激,并赞美了教会古时纯正一致的先祖信仰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§170

Γλυκερίῳ Μέχρι τίνος ἀπονοῇ, καὶ κακῶς μὲν βουλεύῃ περὶ σεαυτοῦ, κινεῖς δὲ ἡμᾶς, αἰσχύνεις δὲ τὸ κοινὸν τάγμα τῶν μοναστῶν; ἐπάνελθε οὖν τῷ Θεῷ θαρρῶν καὶ ἡμῖν, οὗ τὴν φιλανθρωπίαν μιμούμεθα. εἰ γὰρ καὶ πατρικῶς ἐπετιμήσαμεν, ἀλλὰ καὶ συγγνωσόμεθα πατρικῶς. ταῦτά σοι παρʼ ἡμῶν, ἐπειδὴ πολλοί τε ἱκετεύουσιν ἄλλοι, καὶ πρὸ τῶν ἄλλων ὁ σὸς πρεσβύτερος, οὗ τὴν πολιὰν αἰδούμεθα καὶ τὴν εὐσπλαγχνίαν. εἰ δὲ μακρύνεις ἀφʼ ἡμῶν, τοῦ βαθμοῦ μὲν πάντως ἐκπέπτωκας, ἐκπεσῇ δὲ καὶ τοῦ Θεοῦ μετὰ τῶν μελῶν σου καὶ τῆς στολῆς, οἷς ἄγεις τὰς νέας, οὐ πρὸς Θεόν, ἀλλʼ εἰς βάραθρον.

致格利凯里乌斯: 你要疯狂到几时呢?你既为自己筹划恶事,又使我们忧心,更羞辱了修道士的整个等第。所以,你要信靠上帝并信靠我们而归来,我们乃是效法祂的仁爱。因为我们虽如父亲般责备,却也必如父亲般宽恕。我们向你说这番话,是因为有许多人代为恳求,而在所有人之前更有你的长老,我们敬重他的白发与慈心。但你若继续远离我们,不仅已全然丧失神职等第,更必带着你的歌曲与衣冠从上帝那里坠落——你正是用这些将年轻女子引向深渊,而非引向上帝。

§171

Γρηγορίῳ Ἐπέσταλκά σοι καὶ πρώην περὶ Γλυκερίου καὶ τῶν παρθένων. οἱ δὲ οὐδέπω καὶ τήμερον ἐπανήκασιν, ἀλλʼ ἔτι μέλλουσιν, οὐκ οἶδα ὅθεν καὶ ὅπως. οὐ γὰρ ἂν ἐκεῖνό σου καταγνοίην, ὡς1 ἐφʼ ἡμετέρᾳ διαβολῇ τοῦτο ποιεῖς, ἢ αὐτὸς πάσχων τι πρὸς ἡμᾶς, ἢ ἄλλοις χαριζόμενος. ἡκέτωσαν οὖν μηδὲν δεδοικότες· σὺ γενοῦ τούτου ἐγγυητής. καὶ γὰρ ἀλγοῦμεν τεμνομένων τῶν μελῶν, εἰ καὶ καλῶς ἐτμήθησαν. εἰ δὲ ἀντιτείνοιεν, ἐπʼ ἄλλους τὸ βάρος, ἡμεῖς δὲ ἀποπλυνόμεθα.

致格列高利: 前些时我也曾就格利凯里乌斯和童贞女们的事致信于你。然而直到今日他们仍未返回,反而还在拖延,我不知是何缘由,亦不知是何情形。因为我绝不会这样谴责你,以为你是为了诽谤我们而如此行,或是你自己对我们怀有不满,抑或是为了取悦他人。因此,让他们无所畏惧地来吧;你当为此作保。因为肢体被切断,即使是正当地被切断,我们亦深感痛心。但他们若是执意反抗,重担就落在他人身上,我们则已洗脱干系。

§172

Σωφρονίῳ ἐπισκόπῳ Ὅπως ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν οὐδὲν δεόμεθα γράφειν. εἰκάζεις γὰρ πάντως αὐτοῖς οἷς ἐπέστειλας τοιούτοις οὖσι. τὸν γὰρ πρῶτον καρπὸν τοῦ Πνεύματος, τὴν ἀγάπην, ἔδειξας ἡμῖν διὰ τοῦ γράμματος. τούτου δὲ τί ἂν γένοιτο τιμιώτερον ἡμῖν ἐν τῇ παρούσῃ τῶν καιρῶν καταστάσει, ἡνίκα διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη; οὐδὲν γὰρ οὕτω σπάνιον νῦν ὡς ἀδελφοῦ συντυχία πνευματικοῦ, καὶ ῥῆμα εἰρηνικόν, καὶ πνευματικὴ κοινωνία, ἣν εὑρόντες ἐν τῇ σῇ τελειότητι ὑπερευχαριστήσαμεν τῷ Κυρίῳ, δεόμενοι καὶ τῆς τελείας ἐπὶ σοὶ μετασχεῖν εὐφροσύνης. εἰ γὰρ ἐπιστολαὶ τοιαῦται, ὁποία ἡ συντυχία; καὶ εἰ πόρρωθεν οὕτως αἱρεῖς, πόσου ἄξιος ἔσῃ ἐγγύθεν ἡμῖν ἐπιφανείς; εὖ δὲ ἴσθι, εἰ μὴ μυρίων ἀσχολιῶν περιεῖχε πλῆθος καὶ αἱ ἀπαραίτητοι αὗται ἀνάγκαι αἷς ἐνδεδέμεθα, αὐτόν με ἐπειχθῆναι2 πρὸς τὴν σὴν τελειότητα. καίτοιγε μέγα μοι ἐμπόδιόν ἐστι πρὸς τὰς κινήσεις ἡ παλαιὰ αὕτη τοῦ σώματος ἀρρωστία, ἀλλʼ ὅμως οὐκ ἂν ὑπελογισάμην τοῦτο ἐμπόδιον τῆς προσδοκωμένης ἕνεκεν ὠφελείας. τὸ γὰρ ἀνδρὶ τὰ αὐτὰ φρονοῦντι καὶ τὴν τῶν πατέρων πρεσβεύοντι πίστιν, ὡς ὁ τῶν τιμίων ἀδελφῶν καὶ συμπρεσβυτέρων λόγος, καταξιωθῆναι περιτυχεῖν, ὄντως ἐστὶν εἰς τὴν ἀρχαίαν μακαριότητα τῶν ἐκκλησιῶν ἐπανελθεῖν,3 ὅτε ὀλίγοι μὲν ἦσαν οἱ νοσοῦντες περὶ ζητήσεις, ἐν ἡσυχίᾳ δὲ ἦσαν πάντες, ἐργάται ὄντες τῶν ἐντολῶν ἀνεπαίσχυντοι, διὰ τῆς ἁπλῆς καὶ ἀπεριέργου ὁμολογίας λατρεύοντες τῷ Κυρίῳ, καὶ ἄσυλον τὴν πίστιν καὶ ἀπερίεργον τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα διαφυλάσσοντες.

致索弗罗尼乌斯主教: 你的来信使我们何等喜悦,我们无需多言。因为从你所寄信件本身的性质,你便完全可以推知。借着这封信,你向我们彰显了圣灵初熟的果子——爱。在时局如此的当下,因着不法的事增多,许多人的爱心已经冷淡,对我们而言还有什么比这爱更为宝贵呢?因为如今再没有什么像遇见属灵的弟兄、听闻和平的言语以及得享属灵的相交那般罕有了;我们在你的全备中寻得了这相交,便向主献上极大的感恩,并祈求能因你而得享完满的喜乐。书信尚且如此,若能相见该当何如?若你在远方尚能如此吸引人,一旦亲临我们身旁,又将是何等珍贵!但请你深知,若不是有千万琐务的羁绊,以及缠绕着我们的这些无法摆脱的迫切事务,我自己早就奔赴你的全备之处了。虽然我肉身的这旧疾确实极大地阻碍了我的行动,但为了那份指望中的益处,我仍不会计较这一阻碍。因为,正如尊贵的弟兄们以及同工长老们的言语所见证的那样,若能蒙准遇见一位同心合意、尊奉先祖信仰的人,就确实宛如回到了教会古时的福乐状态——那时,因各样争端而患病的人极少,众人都安享宁静,作无愧于诫命的做工者,借着质朴而不加妄求的承认事奉主,将对父、子与圣灵的信仰保守得不可侵犯且不事妄测。

语法注3 条
  1. 170οὐ γὰρ ἂν ἐκεῖνό σου καταγνοίην, ὡς...

    动词 καταγιγνώσκω 支配被指责者的属格(σου)和指责内容的中性宾格代词(ἐκεῖνο),其后的 ὡς 从句作同位语具体阐明指控的内容。主句使用 ἄν 搭配希求法(καταγνοίην),表示委婉的否定断定(“我决不至于那样谴责你……”)。

  2. 172εἰ μὴ μυρίων ἀσχολιῶν περιεῖχε πλῆθος... αὐτόν με ἐπειχθῆναι

    受前文命令句 εὖ δὲ ἴσθι(“请深知”)支配的“宾格加不定词”间接引语结构。此处原本是与过去事实相反的虚拟条件句(条件从句为 εἰ μὴ ... περιεῖχε),在间接引语中本应使用 ἄν 搭配不定词,但此处省略了 ἄν,以不定词 ἐπειχθῆναι 单独承担反事实归结,增强了表达的决断与确信语气。

  3. 172τὸ γὰρ ἀνδρὶ... καταξιωθῆναι περιτυχεῖν, ὄντως ἐστὶν εἰς τὴν ἀρχαίαν μακαριότητα τῶν ἐκκλησιῶν ἐπανελθεῖν

    带冠词的不定词短语 τὸ ... καταξιωθῆναι περιτυχεῖν(“蒙准得以遇见……”)充当全句的主语,系动词 ἐστίν 之后的不定词短语 ἐπανελθεῖν(“即是重返……”)作表语。尽管修饰 ἀνδρί 的分词短语与从句篇幅甚长,但句子的核心骨架十分清晰,即“τὸ καταξιωθῆναι ... ὄντως ἐστὶν ἐπανελθεῖν”(“蒙准遇见……确实就是回归……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:170-172