- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:168-169
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔勉励了在流放中陪伴尤西比乌斯的侄子安条克;在另一封信中,他控诉执事格利凯里乌斯拐带童贞女并煽动公众骚乱的恶行,敦促格列高利遣返童贞女并恢复教会纪律。
Ἀντιόχῳ πρεσβυτέρῳ, ἀδελφιδῷ συνόντι ἐν τῇ ἐξορίᾳ Ὅσον ὀδύρομαι τὴν ἐκκλησίαν τὴν στερηθεῖσαν τῆς τοῦ τοιούτου ποιμένος ἐπιστασίας, τοσοῦτον μακαρίζω ὑμᾶς καταξιωθέντας ἐν τοιούτῳ καιρῷ συνεῖναι ἀνδρὶ τὸν μέγαν ὑπὲρ τῆς εὐσεβείας διαθλοῦντι ἀγῶνα. πέπεισμαι γὰρ ὅτι ὁ Κύριος καὶ ὑμᾶς τῆς αὐτῆς μερίδος καταξιώσει τοὺς καλῶς ἀλείφοντας καὶ ἐπεγείροντας αὐτοῦ τὴν προθυμίαν. ἡλίκον δὲ κέρδος ἐν ἡσυχίᾳ βαθείᾳ ἀπολαύειν ἀνδρὸς τοσαῦτα μὲν ἐκ τῆς μαθήσεως τοσαῦτα δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων συνειληχότοσϲ ὥστε πέπεισμαι ὑμᾶς νῦν ἐγνωκέναι τὸν ἄνδρα, ἡλίκος ἐστὶ τὴν σύνεσιν· διότι ἐν τῷ παρελθόντι χρόνῳ καὶ αὐτὸς τὴν διάνοιαν εἶχεν εἰς πολλὰ σχιζομένην καὶ ὑμεῖς οὐκ ἤγετε σχολὴν ἀπὸ τῶν τοῦ βίου πραγμάτων, ὥστε ὅλοι προσκεῖσθαι τῷ πνευματικῷ νάματι τῷ ἀπὸ καθαρᾶς καρδίας τοῦ ἀνδρὸς προχεομένῳ. ἀλλὰ παράσχοι ὁ Κύριος ὑμᾶς καὶ αὐτῷ παράκλησιν εἶναι καὶ αὐτοὺς μὴ δεῖσθαι τῆς ἑτέρων παρηγορίας· ὅπερ οὖν καὶ πέπεισμαι περὶ τῶν καρδιῶν ὑμῶν, τεκμαιρόμενος τῇ τε ἐμαυτοῦ πείρᾳ, ἣν πρὸς ὀλίγον ὑμῶν ἐπειράθην, καὶ τῇ μεγάλῃ διδασκαλίᾳ τοῦ καλοῦ καθηγητοῦ, οὗ μιᾶς ἡμέρας συνουσία αὐταρκές ἐστιν ἐφόδιον πρὸς σωτηρίαν.1
致流放中随行在侧的外甥、长老安条克: 我为那失去如此牧者照管的教会感到多么哀痛,就为你们在这样的时期蒙准与这位为敬虔而进行伟大搏斗的人在一起感到多么有福。因为我深信,主也必使你们配得同样的份,因你们出色地激励并唤起着他的热忱。在深沉的宁静中得享一位从求知中获益良多、从实务经历中亦收获甚丰的人,这是何等巨大的裨益!因此我深信,你们如今已真正认清了这个人,知晓他在智慧上是何等伟大;因为在过去,他本人的思虑分散于诸多事务之中,而你们也没有从尘世俗务中抽出闲暇,得以全身心投入到自他纯洁心灵中所倾泻出的属灵清泉之中。但愿主使你们成为他的安慰,也使你们自己无需他人的抚慰;关于你们的心灵,我对此深信不疑,这不仅是凭我自己同你们短暂相处所获得的体会,也是凭着那位良师的伟大教导,与他共处一日便已是通向救赎的充足资粮。
Γρηγορίῳ Βασίλειος Πρᾶγμα μὲν ὑπέστης ἐπιεικὲς καὶ ἥμερον καὶ φιλάνθρωπον τὴν τοῦ καταφρονητοῦ Γλυκερίου (τέως γὰρ οὕτω γράφομεν) αἰχμαλωσίαν συναγαγών, καὶ τὴν κοινὴν ἀσχημοσύνην ἡμῶν, ὡς οἷόν τε ἦν, συγκαλύψας. δεῖ δὲ ὅμως τὴν σὴν εὐλάβειαν μαθοῦσαν τὰ κατʼ αὐτὸν οὕτω λῦσαι τὴν ἀτιμίαν. Οὗτος ὁ νῦν σοβαρὸς καὶ σεμνὸς ὑμῖν Γλυκέριος ἐχειροτονήθη μὲν παρʼ ἡμῶν τῆς κατὰ Οὐήνεσαν ἐκκλησίας διάκονος, ὡς καὶ τῷ πρεσβυτέρῳ διακονήσων καὶ τοῦ ἔργου τῆς ἐκκλησίας ἐπιμελησόμενος. καὶ γάρ ἐστιν, εἰ καὶ τὰ ἄλλα δύστροπος ὁ ἀνήρ, ἀλλὰ τὰ ἐπίχειρα οὐκ ἀφυής. ἐπεὶ δὲ κατέστη, τοῦ μὲν ἔργου ἠμέλησε τοσοῦτον ὅσον οὐδὲ τὴν ἀρχὴν γεγονότος· παρθένους δὲ ἀθλίας συναγαγὼν κατʼ ἰδίαν ἐξουσίαν καὶ αὐθεντίαν, τὰς μὲν ἑκούσας προσδραμούσας αὐτῷ (οἶσθα δὲ τὸ τῶν νέων περὶ τὰ τοιαῦτα πρόχειρον), τὰς δὲ ἀκούσας ἀγελαρχεῖν ἐπεχείρησε, καὶ πατριαρχίας ὄνομα ἑαυτῷ καὶ σχῆμα περιθείς, ἐξαίφνης ἐσοβαρεύσατο, οὐκ ἔκ τινος ἀκολουθίας καὶ εὐσεβείας ἐπὶ τοῦτο ἐλθών, ἀλλʼ ἀφορμὴν βίου ταύτην ὥσπερ ἄλλος τινὰ προστησάμενος· καὶ μικροῦ τὴν ἐκκλησίαν πᾶσαν ἀνάστατον πεποίηκε, περιφρονῶν μὲν τὸν ἑαυτοῦ πρεσβύτερον, ἄνδρα καὶ πολιτείᾳ καὶ ἡλικίᾳ αἰδέσιμον, περιφρονῶν δὲ τὸν χωρεπίσκοπον καὶ ἡμᾶς ὡς οὐδενὸς ἀξίους, θορύβων δὲ ἀεὶ καὶ ταραχῶν πληρῶν τὴν πόλιν καὶ σύμπαν τὸ ἱερατεῖον. Καὶ τέλος, ἵνα τι μὴ λόγῳ ἐπιτιμηθῇ μικρὸν παρʼ ἡμῶν καὶ τοῦ χωρεπισκόπου πρὸς τὸ μὴ καταφρονεῖν αὐτὸν2 (καὶ γὰρ καὶ τοὺς νέους ἐγύμναζεν εἰς τὴν αὐτὴν ἀπόνοιαν), πρᾶγμα διανοεῖται λίαν τολμηρὸν καὶ ἀπάνθρωπον. συλήσας τῶν παρθένων ὅσας ἠδύνατο,3 καὶ νύκτα τηρήσας, δραπέτης γίνεται. πάνυ σοι δεινὰ ταῦτα φανεῖται. σκόπει καὶ τὸν καιρόν. ἤγετο μὲν ἡ ἐκεῖσε σύνοδος καὶ πολὺ πανταχόθεν, ὡς εἰκός, ἐπέρρει τὸ πλῆθος. ὁ δὲ ἀντεξῆγε τὸν ἑαυτοῦ χορὸν νέοις ἑπόμενον καὶ περιχορεύοντα, καὶ πολλὴν μὲν κατήφειαν κινοῦντα τοῖς εὐλαβέσι, πολὺν δὲ γέλωτα τοῖς ἀκρατέσι καὶ τὴν γλῶσσαν ἑτοιμοτέροις. καὶ οὐκ ἀρκεῖ ταῦτα, καίπερ τηλικαῦτα ὄντα τὸ μέγεθος· ἀλλʼ ἔτι καὶ τοὺς γονεῖς, ὡς πυνθάνομαι, τῶν παρθένων τὴν ἀτεκνίαν οὐ φέροντας, καὶ τὴν διασπορὰν ἐπαναγαγεῖν βουλομένους, καὶ μετʼ ὀδυρμῶν προσπίπτοντας, ὡς εἰκός, ταῖς ἑαυτῶν θυγατράσι, περιυβρίζει καὶ ἀτιμοῖ ὁ θαυμαστὸς νεανίσκος μετὰ τοῦ λῃστρικοῦ συντάγματος. Ταῦτα μὴ ἀνεκτὰ φανήτω τῇ σῇ εὐλαβείᾳ· καὶ γὰρ κοινὸς πάντων ἡμῶν ὁ γέλως· ἀλλὰ μάλιστα μὲν αὐτὸν κέλευσον μετὰ τῶν παρθένων ἐπανελθεῖν· τύχοι γὰρ ἄν τινος φιλανθρωπίας εἰ μετὰ σῶν ἐπανήκοι γραμμάτων· εἰ δὲ μή, τάς γε παρθένους ἀπόπεμψον τῇ μητρὶ αὐτῶν τῇ ἐκκλησίᾳ. εἰ δὲ μή, τάς γε βουλομένας τυραννεῖσθαι μὴ συγχωρήσῃς, ἀλλʼ ἐπανελθεῖν τύπωσον πρὸς ἡμᾶς. ἢ μαρτυρόμεθά σοι ὡς καὶ Θεῷ καὶ ἀνθρώποις, ὅτι μὴ καλῶς ταῦτα γίνεται μηδὲ θεσμοῖς ἐκκλησίας. Γλυκέριος δὲ εἰ μὲν ἐπανέλθοι μετʼ ἐπιστήμης καὶ τῆς πρεπούσης εὐσταθείας, τοῦτο ἄριστον, εἰ δὲ μή, ἔστω πεπαυμένος τῆς ὑπηρεσίας.
巴西尔致格列高利: 你包容并收留了那目中无人的格利凯里乌斯(因为眼下我们暂且这样称呼他)所掳走之众,并尽可能掩盖了我们共同的丑态,这诚然是行了一件宽大、温和且仁慈之事。然而,你的虔敬在了解了有关他的实情之后,仍当如此消除这件耻辱。 如今在你们面前趾高气扬、庄重自居的这个格利凯里乌斯,曾由我们按立为维内萨教会的执事,以便辅佐长老并照管教会的事工。因为这个人在其他方面虽然性情乖僻,但在具体事务上却并非缺乏才干。然而一旦就任,他却怠忽职守,仿佛那事工自始至终都不曾存在一般;他凭着个人的权柄与专断聚集了一群可怜的童贞女,有的出于自愿奔向他(你也知晓年轻人在这些事上的轻率),有的则并非情愿,他企图作她们这群人的领袖,并为自己冠以父权的名号与体统,突然间骄横起来,他并非出于某种修持和敬虔而走到这一步,而是像其他人〔确立〕某种〔谋生手段〕那样将此作为谋生的手段;他几乎使整个教会天翻地覆,轻蔑自己那无论在品行还是年岁上都令人尊敬的长老,也轻蔑乡间主教以及我们,视如无物,并不断以骚动和纷乱充斥着城镇和整个教士团体。 最后,为了免得受到我们和乡间主教为使他不再轻侮而作的些许言辞责备(因为他也正在教唆青年人染上同样的狂妄),他筹划了一件极其狂妄且不近人情的事。他尽可能劫掠了那些童贞女,窥伺夜色,沦为逃犯。这在你看来必是极其骇人听闻的。请再看看当时的时机:那里的集会正在举行,正如常理,大批人群从四面八方涌来。他却反其道行之,领着自己的队伍跟随年轻人四处跳舞,在虔敬之人中引起极大的沮丧,在放荡轻浮之人中却引发大肆的嘲笑。事情即使已如此恶劣,却还不算完;据我所知,当那些童贞女的父母忍受不了失子之痛,想要领回失散的骨肉,在悲泣中理所当然地扑倒在自己女儿面前时,这位非凡的青年竟然与他的强盗团伙一同侮辱并羞辱他们。 愿这些事在你的虔敬看来决不可容忍;因为这嘲讽是我们所有人共同蒙受的。首先,请你严令他带着童贞女们返回;若有你的书信一同带回,他或许还能获得某种宽恕。若不然,至少把童贞女们遣送回她们的母亲——教会那里。若这也不行,至少不可容许那些愿意〔返回〕的人受其辖制,而要规定她们回到我们这里。否则,我们向你作证,犹如在上帝和众人面前作证一样:这些作为既不合宜,亦不合乎教会的法度。格利凯里乌斯若能带着理智和应有的沉稳返回,固然最好;若不然,就当革除他的圣职。
- 168οὗ μιᾶς ἡμέρας συνουσία αὐταρκές ἐστιν ἐφόδιον πρὸς σωτηρίαν
关系代词 οὗ 以紧接其前的“良师”(τοῦ καλοῦ καθηγητοῦ)为先行词,作 συνουσία(交往、相处)的客体性属格,意为“与他一天的相处”。在句子结构上,μιᾶς ἡμέρας συνουσία 为主语,αὐταρκές ἐστιν ἐφόδιον 为表语短语。
- 169ἵνα τι μὴ λόγῳ ἐπιτιμηθῇ μικρὸν παρʼ ἡμῶν καὶ τοῦ χωρεπισκόπου πρὸς τὸ μὴ καταφρονεῖν αὐτόν
在目的从句 ἵνα μὴ...(“免得……”)中,嵌套了介词与不定式结构 πρὸς τὸ μὴ καταφρονεῖν αὐτόν(“为使他不再轻侮”)。由于 καταφρονέω 以属格表轻蔑对象,宾格 αὐτόν(指格利凯里乌斯)在此作带冠词不定式 τὸ μὴ καταφρονεῖν 的逻辑主语,说明“我们与乡间主教”加以言辞责备的目的在于制止他的狂妄轻侮。
- 169συλήσας τῶν παρθένων ὅσας ἠδύνατο
ὅσας ἠδύνατο 作分词 συλήσας 的宾语从句(“尽可能多的数量”),前面的 τῶν παρθένων 作为部分属格修饰 ὅσας。
